Commentarii in Ecclesiasten Unit 3 opening
Unit 3.
Lemma-led open — Τοῖς πᾶσιν ὁ χρόνος, καὶ καιρὸς τῷ παντὶ πράγματι ὑπὸ τὸν ἥλιον.
Greek
ἀνθρώπῳ ἐν ἀνθρωπίνῃ σοφίᾳ, καὶ φρονήσει, καὶ ἀνδρείᾳ μοχθοῦντι, καὶ πονηρευομένῳ, τοῦτ' ἔστι οὐ μεταδιδόντι, ἀλλ' ἀεὶ τοῖς οὖσι προστιθέντι, ὁπόταν ἅλλος μήτε καμὼν, μήτε μοχθήσας, τὸν αὐτοῦ διαδέχεται πλοῦτον; ἔστι δὲ καὶ οὕτως νοῆσαι· Ἐπέστρεψα ἐγὼ τοῦ ἀποτάξασθαι τῇ καρδίᾳ μου, ἐν παντὶ μόχθῳ μου ᾧ ἐμόχθησα ὑπὸ τὸν ἥλιον, ἐννοήσας ὅτι ἕτερος ἐμὸν πλοῦτον δια 93.505 δέξεται, ἐγὼ δὲ τὴν φροντίδα ὑφέξω. ∆ιὰ μέσου δὲ παρενθεὶς τὸ, Ὅτι ἐστὶ ἄνθρωπος, ὅτι ὁ μόχθος αὐτοῦ ἐν σοφίᾳ, καὶ ἐν συνέσει, καὶ ἐν ἀνδρείᾳ, τοῦτο διδάσκει· κατεφρόνησα τοῦ περὶ τὰ μάταια μόχθου, φησὶ, λογισάμενος ὅτι ἐστὶ ἕτερος μόχθος ἐπαινούμενος, τὸν ἐξ ἀρετῆς, καὶ ἀεὶ μένοντα συλλέγων πλοῦτον. Ἔστι δὲ οὗτος ὁ μόχθος, ὃν μοχθεῖ ἄνθρωπος, ἵνα κτήσηται σοφίαν, καὶ γνῶσιν, καὶ ἀνδρείαν. Τοῦτον οὖν ἐκείνου προκρίνας τὸν μόχθον, ἐπέστρεψα ἐγὼ τοῦ ἀποτάξασθαι τῇ καρδίᾳ ἐν παντὶ μόχθῳ, ᾧ ἐμόχθησα ὑπὸ τὸν ἥλιον, τουτέστι περὶ τὰ μάταια. "Ὅτι γίνεται τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ, καὶ προαιρέσει καρδίας αὐτοῦ, ᾧ αὐτὸς μοχθεῖ ὑπὸ τὸν ἥλιον, ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἀλγημάτων καὶ θυμοῦ περισπασμὸς αὐτοῦ. Καί γε ἐν νυκτὶ οὐ κοιμᾶται ἡ καρδία αὐτοῦ· καί γε τοῦτο ματαιότης ἐστί." Γίνεται, φησὶ, τῷ ἀνθρώπῳ ὁ μόχθος ὃν μοχθεῖ προαιρετικῶς, ἢ καλὸς, ἢ κακός. Εἰ μὲν γὰρ περὶ τὰς ἀρετὰς ὁ μόχθος καταβάλλεται, ἐπαινετός· τοῦ δὲ μὴ διὰ τὸ καλὸν μοχθοῦντος πᾶσαι αἱ ἡμέραι ὀδυνῶν, καὶ θυμοῦ, καὶ περισπασμοῦ, καὶ ἀγρυπνίας εἰσὶ μεσταί. Ταῦτα γὰρ ἃ πάντα παρέπεται τοῖς περὶ τὴν κενοσπουδίαν τοῦδε τοῦ βίου περισπωμένοις· διὸ καί γε τοῦτο ματαιότης ἐστί. "Καὶ οὐκ ἔστιν ἀγαθὸν ἀνθρώπῳ εἰ μὴ ὃ φάγεται καὶ πίεται, καὶ δείξει τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ἐν μόχθῳ αὐτοῦ. Καί γε τοῦτο εἶδον ἐγὼ ὅτι ἀπὸ χειρὸς Θεοῦ ἐστι, ὅτι, τίς φάγεται καὶ πίεται πάρεξ αὐτοῦ;" Καὶ τὰ μέσα ἀδιάφορα ἐκ Θεοῦ τοῖς ἀνθρώποις χορηγοῦνται, οἷον πλοῦτος, ὑγεία, εὐδοξία. Τὸ τοῦ ἀνθυποφέροντος οὖν πρόσωπον ἀναλαβὼν ὁ Ἐκκλησιαστὴς, φησὶ, ὅτι εἰ ἀπὸ Θεοῦ δίδοται ταῦτα τοῖς ἀνθρώποις, οὐδὲν ἄρα ἐν ἀνθρώποις ἀγαθὸν, εἰ μὴ ἡ τῶν βρωμάτων καὶ τῶν πομάτων ἀπόλαυσις. Εἶτα πάλιν ἐπιλύων τὴν ἀντίθεσιν, ἐπάγει· "Ὅτι τῷ ἀνθρώπῳ τῷ ἀγαθῷ πρὸ προσώπου αὐτοῦ ἔδωκε γνῶσιν, καὶ σοφίαν, καὶ εὐφροσύνην· καὶ τῷ ἁμαρτάνοντι ἔδωκε περισπασμὸν, τοῦ προσθεῖναι καὶ τοῦ συναγαγεῖν, τοῦ δοῦναι τῷ ἀγαθῷ πρὸ προσώπου τοῦ Θεοῦ, ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος." Μὴ λέγετε, φησὶν, ὦ οὖτοι, ὅτι ἡ ἐμπαθὴς τῶν βρωμάτων ἀπόλαυσις ἀγαθή ἐστι· τῷ γὰρ ἀνθρώπῳ τῷ ἀγαθῷ ὁ Θεὸς γνῶσιν καὶ σοφίαν ἔδωκε, ἵνα ἐν τούτοις εὐφραίνηται πρὸ προσώπου τοῦ Θεοῦ· τουτέστι ὑπὸ τῆς ἐπισκοπικῆς δυνάμεως τοῦ Θεοῦ σκεπόμενος. Τῷ δὲ ἀνθρώπῳ τῷ ἁμαρτωλῷ τὸν περὶ τὰ αἰσθητὰ περισπασμὸν ἔδωκεν, ἵνα ταλαιπωρῇ ἐν τῷ μοχθεῖν καὶ συνάγειν. Καὶ ἐὰν μείνῃ μοχθῶν καὶ συνάγων, καί γε τοῦτο ματαιότης, καὶ προαίρεσις πνεύματος. Ἰστέον δὲ ὡς τὸν περισπασμὸν ἔδωκεν ὁ Θεὸς τῷ ἁμαρτάνοντι, καὶ συνάγοντι, οὐχ ἵνα ἁμαρτάνῃ καὶ συνάγῃ· ἀλλ' ἵνα ἐνθυμούμενος καὶ ἀποκάμνων περὶ ταύτην τὴν ματαιοσπουδίαν, εἰς αἴσθησιν ἔλθῃ τῆς ἐπιμόχθου ταύτης ζωῆς, καὶ ποθήσῃ τὸν ἀγήρω καὶ ἄλυπον βίον, τὸν ἐν τῷ μέλλοντι αἰῶνι τοῖς ἁγίοις τεταμιευμένον 93.508 ΚΕΦΑΛ. Γʹ. "Τοῖς πᾶσιν ὁ χρόνος, καὶ καιρὸς τῷ παντὶ πράγματι ὑπὸ τὸν ἥλιον." Τῶν ὄντων τὰ μέν εἰσι πρόσκαιρα, τὰ δὲ αἰώνια· τὰ μὲν οὖν αἰώνια καὶ ἀόρατα τυγχάνουσι, καὶ ὑπὲρ τὸν ἥλιον. Περὶ τούτων ὁ λόγος τῶν ὑπὸ τὸν ἥλιον, ὑπὸ χρόνον ὄντων· ἐπειδὴ καὶ ἀπὸ χρόνου ἤρξαντο, ἐν καιρῷ τῷ καθήκοντι γιγνομένων. Καὶ χρόνος μέν ἐστι τὸ διάστημα καθ' ὃ πράττεταί τι. Καιρὸς δὲ, ὁ ἐπιτήδειος τῆς ἐργασίας χρόνος. Ὥστε ὁ μὲν χρόνος καὶ καιρὸς εἶναι δύναται· ὁ δὲ καιρὸς χρόνος· ἀλλ' εὐκαιρία τοῦ πραττομένου ἐν χρόνῳ γινομένη. Καὶ τὰ μὲν ἐκ
About this text
Olympiodorus of Alexandria, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Ecclesiasten — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.