Commentarii in Ecclesiasten · §u02-rem-mid

Unit 2 rem mid

Rem mid: Unit 2; lemma continues; reading with the letter.

Greek

εἰσὶ, καὶ οὐδὲν περισσόν ἐστι τοῖς περὶ τὰ βλεπόμενα καὶ ὑπὸ τὸν ἥλιον ὄντα ἐνταλαιπωροῦσι, διὰ τὸ πάντας τὸν κοινὸν ὑφίστασθαι θάνατον, πλουσίους τε ἅμα καὶ πένητας. Οἱ γὰρ διὰ τὰ ὑπὲρ τὸν ἥλιον πονοῦντες, καὶ ὑπερπηδήσαντες τὰ ὁρώμενα, ἔχουσί τι περισσὸν, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, φήσαντος· Ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν· οἷον δὴ τοῦτο, ἐκτὸς γενέσθαι κολάσεως, καὶ ἐν ἀπολαύσει τῶν ἐπηγγελμένων ἀγαθῶν. Σημείωσαι δὲ πάλιν, ὅτι τὸ σπουδάζειν περὶ τὰ μάταια, καὶ ἡδοναῖς σχολάζειν, οὐ φορᾶς ἀλόγου τύχης, οὐδὲ εἱμαρμένης ἀνάγκη, ἀλλὰ τῆς ἡμῶν προαιρέσεως, καὶ τοῦ ἐν ἡμῖν αὐτεξουσίου κινήματα τυγχάνουσι. "Καὶ ἐπέβλεψα ἐγὼ τοῦ ἰδεῖν σοφίαν, καὶ περιφορὰν, καὶ ἀφροσύνην, ὅτι τίς ἄνθρωπος, ὃς ἐπελεύσεται ὀπίσω τῆς βουλῆς, ὅσα ἐποίησεν αὕτη;" Γυμνώσας τὸ τοῦ πολυκτήμονος καὶ περὶ τὰ γήϊνα στρεφομένου πρόσωπον, ἐπιστρέφει ἐπὶ τὴν σοφίαν, καὶ δοκιμάζει παράλληλα θεὶς τήν τε σοφίαν καὶ τὴν ἀφροσύνην, ἣν δὴ καὶ περιφορὰν καλεῖ, ἢ διὰ τὸ συμπεριφέρεσθαι παντὶ ἀνέμῳ· ἢ παραφοράν τινα οὖσαν, τουτέστι μανίαν. Καί φησιν, Ζητήσωμεν εἰ ὅλως δύναται ὁ αἱρούμενος τὴν ἀφροσύνην, πληρῶσαι τὰ θελήματα ἑαυτοῦ· τοῦτο γὰρ σημαίνει τὸ, ἐπελεύσεται ὀπίσω τῆς βουλῆς. Εἶτα εὑρίσκει ὅτι σπανίως τις ἐπιτυγχάνει τούτου. ∆ιὸ τέθηκε τὸ, Τίς 93.500 σπάνιος. Οὕτε γὰρ ὁ θέλων πλουτῆσαι, πάντως πλουτεῖ· οὔτε ὁ δόξης ἐρῶν, πάντως ἐπιτυγχάνει· καὶ ἐπὶ τῶν ἄλλων ὀμοίως· ὁ δὲ τῆς σοφίας ἐρῶν ὁδηγούμενος ὑπὸ Θεοῦ, πάντως ἐπελεύσεται ὀπίσω τῆς βουλῆς, τουτέστι, εὑρίσκει τὸ σπουδαζόμενον. Ἄλλως· Ἐκπληττόμενος, φησὶν, ὅτι Τίς ἄρα ἐστὶν ὁ δυνάμενος ὑποστρέφειν ἀεὶ ἐκ τῶν ἰδίων θελημάτων, καὶ ἐπισκέπτεσθαι τὴν τῆς προθέσεως ὁρμὴν, ἵνα δυνηθῇ διακρῖναι εἰ ἐν σοφίᾳ πράττει, ἢ ἀφροσύνῃ; Ἄλλως, Ἔξω γεγονὼς, φησὶ, τῶν σωμάτων, καὶ θεωρήσας διὰ τῆς σοφίας, ὅτι μετὰ τὴν τοῦ βίου τελευτὴν οὐδεὶς δύναται ὑποστρέφειν ἐν τῷδε τῷ βίῳ, καὶ πάλιν ἐν ἀπολαύσει γίνεσθαι, ὧν κατὰ πρόθεσιν ἐν αὐτῷ εἰργάσατο (τὸ γὰρ, τίς, πολλάκις ἀντὶ τοῦ, οὐδεὶς, κεῖται), προέκρινα τὴν σοφίαν τῆς ἀφροσύνης. "Καὶ εἶδον ἐγὼ ὅτι περισσεία ἑστὶ τῇ σοφίᾳ ὑπὲρ τὴν ἀφροσύνην, ὡς περισσεία τοῦ φωτὸς ὑπὲρ τὸ σκότος." Τὸ σκότος κατὰ στέρησιν γίνεται τοῦ φωτός· ὥστε τὸ μὲν ἐν ὑπάρξει εἶναι τὸ φῶς, τὸ δὲ ἀνύπαρκτον τὸ σκότος. Οὕτως οὖν, φησὶν, ἐστὶ καὶ ἐπὶ τῆς σοφίας, καὶ ἐπὶ τῆς ἀφροσύνης· τὰ μὲν γὰρ τῆς ἀφροσύνης ἔργα παρέρχονται, κόλασιν διηνεκῆ προξενήσαντα τοῖς αὐτὰ μετελθοῦσι· τὰ δὲ τῆς σοφίας μένει διηνεκῆ, τοὺς τῆς σοφίας ἐραστὰς ἀϊδίως εὐφραίνοντα. Τὸ δὲ, περισσεία ἐστὶ τῇ σοφίᾳ ὑπὲρ τὴν ἀφροσύνην, οὐ συγκριτικῶς κεῖται· τὰ γὰρ ἀλλήλων ἀναιρετικὰ, ὡς τὸ φῶς καὶ τὸ σκότος, καὶ ἡ σοφία καὶ ἡ ἀφροσύνη, οὐ συγκρίνονται. Οὐδὲ γὰρ τῶν κακῶν εὐφροσύνη, ἀλλὰ τῇ αἱρέσει τοῦ αἱρουμένου, τὸ περιττὸν συνῆψε, ἀντὶ τοῦ, μᾶλλον, καὶ ἀσυγκρίτως καλῶς ποιεῖ ὁ τὴν σοφίαν προκρίνων τῆς ἀφροσύνης. "Τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ· καὶ ὁ ἄφρων ἐν σκότει πορεύεται." Ἡ κεφαλὴ ἐξοχὴ τυγχάνει, καὶ τὸ ἀνώτερον παντὸς τοῦ σώματος· οἱ δὲ πόδες κατώτατοί εἰσιν, καὶ τῆς γῆς προσάπτονται. Ὅταν τοίνυν ὁ ἡγεμὼν νοῦς κεκαθαρμένος ᾖ, τὰ ἄνω σκοπεῖ, καὶ οὐ τὰ ἐπὶ τῆς γῆς, ἐν τῇ κεφαλῇ τοὺς ὀφθαλμοὺς ἔχων· ὅταν δὲ περὶ τὰ γήϊνα ὁ λογισμὸς στρέφηται, ἐν τοῖς ποσὶν ἔχει καὶ τοὺς ὀφθαλμοὺς, περὶ τὴν γῆν ἰλυσπώμενος. Ἄλλως· Κεφαλὴ τῆς Ἐκκλησίας ὁ Χριστός· πρὸς ἣν εἰ ὁ σοφὸς ἀτενίζει, περιπατῶν καθὼς κἀκεῖνος περιεπάτησε, ἐν τῇ κεφαλῇ τοὺς ὀφθαλμοὺς ἔχει· ὁ δὲ ἄφρων ἐν σκότει πορεύεται, κάτω νεύων ἀεὶ, καὶ ἐσκοτισμένον ἔχων τὸ ἡγεμονικόν. "Καὶ ἔγνων καί γε ἐγὼ ὅτι συνάντημα ἓν συναντήσεται τοῖς πᾶσιν αὐτοῖς. Καὶ εἶπα ἐγὼ ἐν καρδίᾳ μου, Ὡς συνάντημα τοῦ ἄφρονος καί γε συναντήσεταί μοι· καὶ ἵνα τί ἐσοφισάμην;" Πάντα καθ' ἑαυτὸν γυμνάζων ὁ σοφὸς, τὴν τῶν ἐναντίων ἀντίθεσιν ἐξ οἰκείου λέγει προσώπου. Εὑρὼν τοίνυν διάφορα 93.501 κοινὰ τυγχάνοντα, ἃ δὴ καὶ συναντήματα καλεῖ, οἷον τὸ νοσεῖν, τὸ ὑγιαίνειν, τὸ πλουτεῖν, τὸ πένεσθαι, καὶ ἐξαιρέτως τὸν ἐπὶ πάντων θάνατον, τοῦ ἀντιδίκου τὸ πρόσωπον ὑποδὺς, φησί· Εἰ ταῦτα κοινὰ τοῖς τε σοφοῖς καὶ ἄφροσι, τίς ἡ χρεία τοὺς τῆς ἀρετῆς μετιέναι πόνους, καὶ γίνεσθαι σοφόν; Εἶτα ἀπελέγχων τὸν λόγον, καὶ δεικνὺς τὸ τῆς σοφίας κέρδος, ἐπάγει, καί φησι· "Καὶ ἐγὼ τότε περισσὸν ἐλάλησα ἐν καρδίᾳ μου, διότι ἄφρων ἐκ περισσεύματος λαλεῖ, ὅτι καί γε τοῦτο ματαιότης."

About this text

Olympiodorus of Alexandria, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Ecclesiasten — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.