Unit 2 rem mid
Rem mid: Unit 2; lemma continues; reading with the letter.
Greek
ἠρήμωσαν." Οὐκ ἐῶντες ἐντρέφεσθαι τῇ πίστει καὶ ταῖς καλαῖς διδασκαλίαις· ἢ ἄρδην ἀνελόντες, ἢ εἰδωλολατρεῖν ἀναγκάσαντες. ΚΕΦΑΛ. ΙΑʹ. "Τάδε λέγει Κύριος· Ἐπικατάρατος ὁ ἄνθρωπος, ὂς οὐκ ἀκούσεται τῶν λόγων." Ὁ Θεὸς καταρᾶται, ἀλλ' οἱ τοὺς θείους παραβαίνοντες νόμους ἑαυτοῖς ἐπισπῶνται τὰ δεινά. "Τοῦ δοῦναι αὐτοῖς γῆν ῥέουσαν γάλα, καὶ μέλι." Πρὸς μὲν ἱστορίαν, τὴν Παλαιστίνην· πρὸς δὲ διάνοιαν, τὴν Ἐκκλησίαν· γάλα μὲν ποτίζουσαν τοὺς ἀρτιφύτους, μέλι δὲ τοὺς δυναμένους ἀπογεύσασθαι τῶν τελειοτέρων μαθημάτων. "Καθὼς ἡ ἡμέρα αὕτη. Καὶ ἀπεκρίθην, καὶ εἶπα, Γένοιτο, Κύριε." Τὴν θεοφάνιον ἡμέραν τοῦ Σωτῆρος ὁ προφήτης προβλέπει, καθ' ἣν ταῦτα τοῖς πιστοῖς δέδοται, ἣν καὶ εὐχόμενος παραγενέσθαι, φησὶ, Γένοιτο, Κύριε. "Εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν Ἰούδα." Συμφωνία πάντων ἐπὶ τὸ χεῖρον. "Τί ἡ ἠγαπημένη;" Ἀντὶ τοῦ, Πῶς ἡ ἠγαπημένη; "Ἐλαίαν ὡραίαν, εὔσκιον τῷ εἴδει." Ὅτε τοὺς πατριάρχας ἐκλεξάμενος ἐφύτευσεν. "Εἰς φωνὴν περιτομῆς αὐτῆς, ἀνήφθη πῦρ ἐπ' αὐτὴν, μεγάλη ἡ θλίψις ἐπὶ σέ." Ὅτε, φησὶν, ἔδει καλλιεργηθῆναι τὴν Συναγωγὴν, τότε πυρὸς ἑαυτὴν ἀξίαν κατέστησεν· ἔδει δὲ αὐτὴν καλλιεργηθῆναι ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ. "Κύριε, γνώρισόν μοι, καὶ γνώσομαι." Θείαν 93.652 ἀποκάλυψιν αἰτεῖ λαβεῖν περί τε τῶν καθ' ἑαυτὸν, καὶ τῶν ἐπὶ τοῦ ∆εσπότου Χριστοῦ. "Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον." Ὡς γὰρ πρόβατον ἐπὶ σφαγὴν ἤχθη ὁ Κύριος, κατὰ τὸν Ἡσαΐαν. Οὐκ ἀντέστη. "Οὐ γὰρ ἐρίσει, φησὶν, οὐδὲ κραυγάσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ." "Ἐμβάλωμεν ξύλον." Πρὸς μὲν τὸν προφήτην, βοτάνην τινὰ θανάσιμον, ἵνα ἐσθίων ὀδυνᾶται. Τῷ δὲ τιμίῳ σταυρῷ τὸν ἄρτον τῆς ζωῆς ἐνέπηξαν. "Καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ οὐκέτι." Ὅρα πῶς καὶ ἀνώνυμον αὐτὸν ποιῆσαι θέλουσιν, οὐδὲ μνήμην τινὰ αὐτοῦ εἶναι βουλόμενοι. Οὐ γὰρ δὴ μόνον ζῶντας, ἀλλὰ καὶ τελευτήσαντας βαρύνονται τοὺς δικαίους οἱ ἁμαρτωλοί. Ὁρᾷς Ἡρώδην, πῶς τὸν Ἰωάννην ἀνελὼν, ὡς ζῶντος εἶχεν ἐν ἑαυτῷ φόβον; τοσοῦτόν ἐστιν ἀρετὴ, τοσοῦτον κακία, οὕτως ἐκείνη δειλὴ καὶ ἄνανδρος, [ἄλ. δειλὸν καὶ ἄνανδρον,] οὕτως αὕτη ἀνδρεία καὶ πεπαῤῥησιασμένη. "Πρὸς σὲ ἀπεκάλυψα τὸ δικαίωμά μου." Λοιδορούμενος γὰρ οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει· παρεδίδου δὲ τῷ κρίνοντι δικαίως, κατὰ τὸν ἱερὸν ἀπόστολον. "Ἐπὶ τοὺς κατοικοῦντας ἐν Ἀναθώθ." Τοὺς πολίτας τοῦ προφήτου, οἳ καὶ ἐπεβούλευον αὐτῷ. ΚΕΦΑΛ. ΙΒʹ. "∆ίκαιος εἶ, Κύριε, ὅτι ἀπολογήσομαι πρὸς σέ. Πλήν." Οἶδα, φησὶν, ὅτι δίκαιος εἶ· λόγον δὲ ἀπολογίας ἐπὶ τῶν σῶν κριμάτων ἐπιζητῶ. Ἢ καὶ οὕτως· Χρή με πρότερον ἀπολογήσασθαί σοι, Κύριε, ὅτι δίκαιος εἶ, εἶτα ζητῆσαι τῶν ἀπορουμένων τὴν αἰτίαν. "Τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται;" Οἶδας ὅτι οὐ φθονῶν λαλῶ, ἀλλ' ἐρωτῶν. "Ἐφύτευσας αὐτούς." Ἀντὶ τοῦ, ἐδημιούργησας αὐτοὺς, ὡς πάντων ποιητὴς, καὶ οὐκ ἐξεκόπησαν ἁμαρτάνοντες. "Ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν, καὶ πόῤῥω ἀπὸ τῶν νεφρῶν αὐτῶν." Οἶδας, φησὶν, ὅτι μέχρι χειλέων τιμῶσί σε, καὶ οὐκ ἐπάγεις αὐτοῖς πειρασμοὺς, ἵνα δοκιμάσῃς αὐτῶν τὰ βάθη τῆς διανοίας. "Ἅγνισον αὐτοὺς εἰς ἡμέραν σφαγῆς." Οὐ κατευχόμενος αὐτῶν τοῦτό φησιν, ἀλλὰ πληροφορούμενος, ὅτι εἰ καὶ βραδὺ, πλὴν ἥξει ἡ τιμωρία αὐτοῖς. Τὸ δὲ, ἅγνισον, ἀντὶ τοῦ, Ἑτοίμασον, εὐτρέπισον, ὡς ἐπὶ τῶν μελλόντων θύεσθαι. "Ἠφανίσθησαν κτήνη καὶ πετεινά." ∆ιὰ τὴν ἀφορίαν τῆς γῆς. Πρὸς δὲ διάνοιαν, κτήνη ἂν καὶ πετεινὰ νοήσῃς ἀφανιζομένους ἀνθρώπους, τῶν μὲν οὐρανίων ἐπιθυμοῦντας, τῶν δὲ ἐπιγείων μὴ ἀφισταμένους. "Σοῦ οἱ πόδες τρέχουσι, καὶ ἐκλύουσί σε." Πρὸς τοὺς ἁμαρτάνοντας ὁ λόγος· Τρέχοντες γὰρ, φησὶν, ἐπὶ τὰ πονηρὰ, ἐκλύετε τοὺς τόνους τῆς ἀρετῆς. 93.653 "Πῶς παρασκευάσῃ ἐφ' ἵππους." Πῶς προσκρούων Θεῷ, δι' ἱππικῆς βοηθείας πιστεύεις σώζεσθαι; Πρὸς δὲ διάνοιαν, ἵπποι τὸν θεῖον ἔχοντες ἐποχούμενον λόγον, ἀπόστολοι καὶ προφῆται. Πῶς οὖν δύνασαι, φησὶ, παρασκευάζεσθαι εἰς τὴν τούτων ὠφέλειαν, τὰ τῆς κακίας ἔργα μεταδιώκων; "Καὶ ἐν γῇ εἰρήνης σου πέποιθας;" Μὴ θάῤῥει, φησὶν, ἐπὶ τῇ νῦν εἰρήνῃ τῆς γῆς· ἥξει γὰρ πάντως ὁ πόλεμος, σοῦ πλημμελοῦντος. Πρὸς δὲ διάνοιαν· Πῶς δύνῃ, φησὶν, ἐπὶ τῇ γνώσει τῆς εὐσεβείας θαῤῥεῖν ἁμαρτάνων; Γῆ γὰρ εἰρήνης ἐστὶν ἡ εὐσέβεια, δι' ἧς πρὸς Θεὸν εἰρηνεύομεν. "Πῶς ποιήσεις ἐν φρυάγματι τοῦ Ἰορδάνου;" Καύχημα τοῦ Ἰορδάνου, τὸ θεῖον βάπτισμα. Πῶς οὖν δύνῃ καυχᾶσθαι ἐπὶ τῷ βαπτίσματι ἁμαρτάνων; "Ἐκ τῶν ὀπίσω
About this text
Olympiodorus of Alexandria, Commentarii in Jeremiam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Jeremiam — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.