Unit 3 rem early
Rem early: Unit 3; lemma and argument toward the thesis.
Greek
ὅτι καταλιπόντες, φησὶν, τὴν πεποίθησιν τοῦ Θεοῦ, εἰς τὴν ἑαυτῶν βοήθειαν ματαίως ἐσκόπησαν. "Ἀπεσκοπεύσαμεν." Εἰς τὴν ἀνθρωπίνην βοήθειαν ἀποβλέψαντες ἐφρυαξάμεθα. "Ἐθηρεύσαμεν." Πρὸς μὲν ἱστορίαν, ὅτι ἐν τῇ πολιορκίᾳ οὐ συνεχώρουν τὰ βρέφη ἐξιέναι εἰς τὰς ἀγοράς· πρὸς δὲ διάνοιαν, Λεπτὰ, φησὶ, τῶν λογισμῶν ἡμῶν ἐστερήσαμεν τοῦ μὴ ὁρμαῖς τῶν ἡδονῶν ταῖς πλατείαις ἄγεσθαι· δῆλον οὖν, ὅτι κἂν παντοίως ἑαυτοὺς τηρήσωμεν, καὶ μὴ εἰς Θεὸν ἐλπίσωμεν, αἰχμάλωτοι ἀγόμεθα. "Ἤγγικεν ὁ καιρός." Ἐκ τῶν ἁγίων ὁ λόγος, οἰκειουμένων τὰ τῶν δι' ἁμαρτίας πασχόντων. "Οἱ διώκοντες ἡμᾶς." Πρὸς μὲν ἱστορίαν, Βαβυλώνιοι καὶ Ῥωμαῖοι· πρὸς δὲ διάνοιαν, δαίμονες· Οὐ γὰρ ἐστὶν ἡμῖν ἡ πάλη πρὸς αἶμα καὶ σάρκα. 93.757 "Ἐπὶ τῶν ὀρέων." Πρὸς μὲν ῥητὸν, ὅτι καὶ τοὺς ἐν τοῖς ὄρεσι φεύγοντας καταλαμβάνοντες οἱ πολέμιοι ἔφθειρον· πρὸς δὲ διάνοιαν, Ἐπὶ τῶν ὑπερόγκων, φησὶ, πράξεων ἐξεκαύθησαν. "Ἐν ἐρήμῳ." Ἐν ἀπανθρώποις τρόποις. "Πνεῦμα προσώπου." Ἀντὶ τοῦ, Αὐτὸς ἡ ζωὴ ἡμῶν· αὐτὸς ἡ ψυχὴ ἡμῶν." "Συνελήφθη." ∆ιὰ γὰρ τὰς ἁμαρτίας ἡμῶν παρεδόθη. "Οὗ εἴπαμεν." Ὧ ὡμολογήσαμεν, ὡς ὑπ' αὐτοῦ σκεπόμενοι φυλαχθησόμεθα ἀπὸ τῶν ἐναντίων. "Χαῖρε καὶ εὐφραίνου." Ἡ Ἰδουμαία ἀεὶ ἐπὶ τῇ παλαιότητι τῆς ἁμαρτίας λαμβάνεται. "Καίγε ἐπὶ σὲ διελεύσεται τὸ ποτήριον Κυρίου." Σημαίνει τῇ παλαιότητι τῆς ἁμαρτίας ὁ προφήτης ποτήριον, τὴν διὰ τοῦ σταυροῦ ἀναίρεσιν. Ὥστε κατὰ τὴν μέθην, καὶ πτῶσιν, καὶ περισσῶς ἐκτείνεσθαι αὐτῆς εἰσάπαξ τὴν ἀπώλειαν. Τὸ γὰρ ἀποχεεῖς, τὸ εἰς αἰῶνα ἐκτείνεσθαι αὐτῆς τὴν ἀπώλειαν σημαίνει. Ὅτε καὶ ὁ ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. "Ἐξέλιπεν ἡ ἀνομία σου." ∆ιὰ τοῦ κατὰ σάρκα θανάτου Κυρίου. "Οὐ προσθήσει." Τοῦτο τῇ ἱστορίᾳ οὐχ ἁρμόζει· μετὰ γὰρ Βαβυλωνίους πάλιν ἀπῳκίσθησαν ὑπὸ Ῥωμαίων, καὶ μέχρι νῦν ἐν ἀποικίᾳ εἰσί. Νοήσεις οὖν, ὅτι ὁ μὲν νόμος ἔσχε διαδοχὴν, ἡ δὲ χάρις ἀτελεύτητος. "Ἐπεσκέψατο ἀνομίας σου." Ἡ ἐν τῇ παλαιότητι τῆς ἁμαρτίας πάλαι πεφυρμένη, καὶ τῷ ὀνόματι αὐτῆς κεκλημένη. {1ΚΕΦ. Εʹ.}1 "Κληρονομία ἡμῶν." Μετὰ τὴν ἱστορίαν οὕτω νόει· Ἡ κατὰ φύσιν ἐλευθερία ὑποχείριος γέγονε τῇ ἁμαρτίᾳ διὰ τὴν παρακοὴν τὴν ἐκ προαιρέσεως "Οἱ
About this text
Olympiodorus of Alexandria, Commentarii in Lamentationes (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Lamentationes — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.