Fragments on 1 Corinthians · §u01-rem-close

Unit 1 rem close

Rem CLOSEOUT: Unit 1 CLOSEOUT.

Greek

οὐκ ὂν ἀλήθειαν. ὅμως δὲ καὶ οὐδὲ οὕτως ἀπέκλεισε τοὺς κατὰ σάρκα σοφοὺς ἀπὸ τῆς πίστεως· οὐ γὰρ εἶπεν Οὐδεὶς σοφὸς κατὰ σάρκα προσέρχεται τῷ λόγῳ, ἀλλ' ὅτι σφόδρα ὀλίγοι. δυνατοὶ δὲ κατὰ σάρκα εἰσὶν οἱ τὰς ἐξουσίας ἔχοντες· κατὰ πνεῦμα δὲ νοήσεις, ἐὰν ἴδῃς τὸν Σωτῆρα τίνα τρόπον οὐκ ἦν μὲν δυνατὸς κατὰ σάρκα· προεδόθη γοῦν καὶ ἐ ταυρώθη ἐξ ἀ θενεία · ἦν δὲ δυνατὸς κατὰ πνεῦμα, πᾶ αν νό ον καὶ πᾶ αν μαλακίαν ἐν τῷ λαῷ θεραπεύων. οὕτω τὰ κατὰ τοὺς ἀποστόλους ὅρα, τίνα τρόπον ἦσαν δυνατοὶ κατὰ πνεῦμα. ἔστιν δυνατὸς κατὰ πνεῦμα καὶ ὁ κατὰ τὸ πνεῦμα βιοὺς καὶ πνεύματι τὰ πράξει τοῦ ώματο θανατῶν. ὁμοίως καὶ ἐπὶ τῶν εὐγενῶν νοήσεις· εὐγενεῖς κατὰ σάρκα εἰσὶν οἱ ἐκ πατέρων πλουσίων καὶ ἐνδόξων· κατὰ δὲ πνεῦμα εὐγενεῖς εἰσὶν οἱ υἱοὶ τοῦ θεοῦ περὶ ὧν γέγραπται Ὅ οι δὲ ἔλαβον αὐτὸν ἔδωκεν αὐτοῖ ἐξου ίαν τέκνα θεοῦ γενέ θαι. Τίνα οὖν ἐξελέξατο ὁ θεός; οὐχ ἁπλῶς τὰ μωρά, ἀλλὰ μετὰ προσθήκης τῆς τοῦ κόσμου· ἡμεῖς οἱ πιστεύοντες μωροί ἐσμεν ὡς πρὸς τὸν κόσμον. γελῶσιν οὖν ἡμᾶς μωροὺς λέγοντες «Χριστιανοὶ λέγουσιν ἀνάστασιν νεκρῶν καὶ ὅτι ζῶμεν μετὰ θάνατον καὶ ὅτι Ἰησοῦς ὃν ἐσταύρωσαν Ἰουδαῖοι ἐκ παρθένου γεγέννηται,» καὶ ὅσα τοιαῦτα. ἐκεῖνοι οὖν γελασάτωσαν ἡμᾶς καὶ μωροὺς λεγέτωσαν· ψυχικὸ γὰρ ἄνθρωπο οὐ δέχεται τὰ τοῦ πνεύματο · μωρία γὰρ αὐτῷ ἐ τίν. τὰ μωρὰ οὖν τοῦ κόσμου ἐξελέξατο ὁ θεός, ἵνα καταισχύνῃ τοὺς σοφούς. οὐχ ἁπλῶς τοὺς σοφούς, ἀλλὰ κατὰ κοινοῦ τοῦ κόσμου· ἵνα εἴπῃ τὰ τοῦ κόσμου μωρὰ ἐξελέξατο ὁ θεός, ἵνα καταισχύνῃ τοὺς σοφοὺς τοῦ κόσμου· ἀληθῶς γὰρ καταισχύνονται οἱ σοφοὶ τοῦ κόσμου, ὅταν αὐτοὶ μὲν προσ κυνῶσιν εἰδώλοις οἱ δὲ ἀγράμματοι καὶ ἰδιῶται ἀποθνήσκωσιν ὑπὲρ τοῦ μὴ εἰδωλολατρῆσαι. Καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ θεός· πάλιν ἐνταῦθα μετὰ προσθήκης τῆς τοῦ κόσμου. τί γὰρ εὐγενέστερον ψυχῆς κατα λειπούσης τὰ εἴδωλα καὶ λεγούσης Ὡ ψευδῆ ἐκτή αντο οἱ πατέρε ἡμῶν εἴδωλα καὶ οὐκ ἔ τιν ἐν αὐτοῖς ὑετίζων. τὰ ἀγενῆ οὖν τοῦ κόσμου εὐγενῆ δὲ τοῦ θεοῦ ἐξελέξατο ὁ θεός· μόνον κατορθώσωμεν ἐξ οὗ θεῷ οὐκ ἐξουδενωθησόμεθα, περὶ οὗ γέγραπται ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενο . Καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ· τὰ μὴ ὄντα ὠνόμασε τὰ μωρὰ τοῦ κόσμου, τὰ ἀσθενῆ, τὰ ἀγενῆ, τὰ ἐξουθενημένα· τὰ ὄντα τοὺς εὐγενεῖς τοῦ κόσμου· ἐν γὰρ τῷ κόσμῳ οὗτοι εἰσὶ τινές, οὔκ ἐσμεν ἡμεῖς, καταπονού μενοι ὑπὸ πάντων καὶ καταφρονούμενοι. τὰ μὴ ὄντα νῦν ἐξελέξατο ὁ θεός, ἵνα τὰ ὄντα καταργήσῃ, ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ καὶ εἴπῃ ∆ιὰ τοῦτο ἐξελέχθην ὅτι εὐγενής εἰμι. ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστὲ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις· διὰ τοῦτο γὰρ ταῦτα πάντα ἡμῖν ἐστὶ Χριστός, ἵνα τὸ γεγραμμένον γένηται Ὁ καυχώμενος ἐν κυρίῳ καυχάσθω. εἰ γὰρ ὁ καυχώμενος ἐν σοφίᾳ ὀφείλει καυχᾶσθαι, Χριστὸς δὲ ἡ σοφία, δῆλον ὅτι ὁ καυχώμενος ἐν Χριστῷ καυχᾶται· καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως, ἁγια σμοῦ τέ φημι καὶ δικαιοσύνης. 9 ii 4–7 [καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πιθοῖς σοφίας λόγοις, ἀλλ' ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως, ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων ἀλλ' ἐν δυνάμει θεοῦ. σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργου μένων. ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν· ἣν οὐδεὶς τῶν ἀρχόν των τοῦ αἰῶνος τούτου ἔγνωκεν, εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν.] [Ὠριγένους] Ἵνα μὴ εἴποι τις Ἆρ' οὖν, ἐπεὶ τὰς ἀποδείξεις τῆς πίστεως ἐν δυνάμει καὶ ἐν πνεύματι ἔφερεν, οὐκ εἶχεν σοφίαν οὐδεμίαν, ἀλλὰ τοῦτό ἐστι τὸ μυ τήριον τῆ θεοσεβείας, πιστεῦσαι μόνον, καὶ οὐκ ἐπαγγελία σοφίας ἐν αὐτῷ· ἐπιφέρει καὶ λέγει Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων. ἄλλο γάρ ἐστιν εἰσαγαγεῖν τινὰς εἰς τὴν πίστιν, ἄλλο τὴν σοφίαν τοῦ θεοῦ ἀποκαλύπτειν. ἀναπτύσσομεν οὖν τὴν σοφίαν τοῦ θεοῦ οὐ τοῖς εἰσαγομένοις οὐδὲ τοῖς ἀρχομένοις οὐδὲ τοῖς μηδέπω ἀπόδειξιν τοῦ ὑγιοῦς βίου δεδωκόσιν· ἀλλ' ὅτ' ἂν γυμνα άμενο ὃν δεῖ τρόπον τὰ αἰ θητήρια πρὸ διάκρι ιν καλοῦ τε καὶ κακοῦ ἐπιτήδειος γένηται καὶ πρὸς τὸ ἀκοῦσαι σοφίαν, τότε λαλοῦμεν σοφίαν ἐν τοῖς τελείοις· σοφίαν δὲ λέγω οὐ

About this text

Origen of Alexandria, Fragmenta ex commentariis in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam i ad Corinthios — new OET from PG 14 Greek.

Witnesses

  • Copy-text PG 14 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.