Fragmenta ex commentariis in epistulam i ad Corinthios Unit 2 opening
Unit 2.
Lemma-led open — τοῦ αἰῶνος τούτου οὐδὲ παραπλησίαν τῆς σοφίας τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου. ἅμα δὲ δεδήλ
Greek
τοῦ αἰῶνος τούτου οὐδὲ παραπλησίαν τῆς σοφίας τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου. ἅμα δὲ δεδήλωκεν ὅτι τὰ φερό μενα παρὰ τοῖς ἄλλοις μαθήματα οὐκ ἐστὶν ἀνθρώπων κατὰ τὴν ἀρχὴν ἀλλὰ δυνάμεων ἀοράτων τῶν καταργουμένων. καὶ εἴποιμι δ' ἂν ὅτι ποιητικὴ σοφία ἐστὶ τοῦ αἰῶνος τούτου, τάχα δὲ καὶ ἡ ῥητορική· σοφία δὲ καὶ ἡ ἐπαγγελλομένη λέγειν περὶ οὐρανοῦ καὶ γῆς καὶ περὶ διοικήσεως τῶν ὅλων. ἡμεῖς οὖν εἰ σοφίαν λαλοῦμεν καὶ λέγομεν αὐτὴν ἐν τοῖς τελείοις, οὐ τὴν τοῦ αἰῶνος τούτου λέγομεν· οὔτε γὰρ διὰ ποιημάτων ἢ διά τινος τοιαύτης τέχνης. [Ὠριγένους] Ἀλλὰ λαλοῦμεν σοφίαν ἐν μυστηρίῳ, ἃ οὐκ ἔγνωσται τοῖς ἄρχουσι τοῦ αἰῶνος τούτου τοῖς ἐνεργοῦσι τὴν οφίαν τῶν οφῶν τοῦ κόσμου τούτου· οὕτω δὲ οὐκ ἔγνωσαν· ἐπεβούλευσαν τῷ σωτῆρι καὶ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ καὶ ἐσταύρωσαν αὐτόν· εἰ γὰρ ἔγνωσαν οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύ ρωσαν. οὐκοῦν ζητητέον καὶ ἐν τῷ λόγῳ σοφίαν, ἀλλὰ μετὰ τὴν πίστιν, μετὰ τὴν πολιτείαν, κατὰ τὸ γεγραμμένον Ἐπεθύμη α οφίαν, διατήρη ον ἐντολά . 10 ii 9–11 [Ἀλλὰ καθὼς γέγραπται Ἃ ὀφθαλμὸ οὐκ εἶδεν καὶ οὖ οὐκ ἤκου εν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὅ α ἡτοίμα εν ὁ Θεὸ τοῖ ἀγαπῶ ιν αὐτόν. ἡμῖν δὲ ὁ θεὸς ἀπεκάλυψεν διὰ τοῦ πνεύματος, τὸ γὰρ πνεῦμα πάντα ἑρευνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ. τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτως καὶ τὰ τοῦ θεοῦ οὐδεὶς ἔγνωκεν εἰ μὴ τὸ πνεῦμα τὸ θεοῦ.] [Ὠριγένους] Οἶδεν διαφορὰν ἡ γραφὴ ἀγαπώντων τὸν θεὸν καὶ φοβουμένων τὸν θεόν, καὶ οἶδεν πολλῷ ὑπερέχοντας τῶν φοβουμένων τοὺς ἀγαπῶντας. ἡτοίμασται μὲν οὖν τινα καὶ τοῖς φοβουμένοις· πλὴν μεῖζον ἡτοίμασε τοῖς ἀγαπῶσιν παρὰ τὰ ἡτοιμασμένα τοῖς φοβουμένοις. τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ. ἔστι πνεῦμα ὅπερ δύναται πάντα ἐρευνᾶν· ἡ ψυχὴ τοῦ ἀνθρώπου οὐ δύναται πάντα ἐρευνᾶν, ἀλλ' ἔδει γενέσθαι κρεῖττον ἐν ἡμῖν πνεῦμα, ἵν' ἐκείνου γενομένου ἐν ἡμῖν ἐρευ νῶντος πάντα καὶ τὰ βάθη τοῦ θεοῦ, ἀνακραθέντος τε ἡμῖν, ἡμεῖς ἐκείνῳ συνε ρευνήσωμεν πάντα καὶ τὰ βάθη τοῦ θεοῦ. 11 ii 12–15 [Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν· ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν διδακτοῖς πνεύματος, πνευματικοῖς πνευματικὰ συγκρίνοντες. ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ, μωρία γὰρ αὐτῷ ἐστίν, καὶ οὐ δύναται γνῶναι ὅτι πνευματικῶς ἀνακρίνεται. ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα, αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται.] [Ὠριγένους] Κατανοήσωμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν· ἐὰν γὰρ μὴ γένηται τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ διδάσκον ἡμᾶς ἐν ἡμῖν, οὐ δυνάμεθα λέγειν ὅτι οἴ δαμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν, καὶ γὰρ οὐδεὶς οἶδεν τὰ τοῦ θεοῦ εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ. ἃ καὶ λαλοῦμεν φησὶν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις ἀλλ' ἐν διδακτοῖς πνεύματος καὶ τὰ ἑξῆς. αἱ σοφίαι πᾶσαι τοῦ κόσμου τούτου λόγοι εἰσὶ διδακτοὶ ἀνθρώπων, ἃ μανθάνει τις καθ' ἕκαστον τῶν λογικῶν τεχνῶν· τὰ δὲ διδακτὰ τοῦ πνεύματος οὐ διδάσκει· καὶ οὐκ ἂν λέγοις ὅτι ὁ διδάσκαλος ὑπὸ τοῦ πνεύματος περὶ ὧν λέγει διδαχθεὶς ἐδίδαξεν. τὸ γὰρ πνεῦμα ἐν αὐτῷ τυγχάνον ζητοῦντι καὶ ἐρευνῶντι τὴν ἀλήθειαν ἐλλάμπει, καὶ οὕτως ἀεὶ τῇ ἀνακαινώ ει τοῦ νοὸ εὑρίσκει ἃ μὴ μεμάθηκεν παρὰ τῶν ἀνθρώπων. ∆ιὰ τοῦτο ὁ Σωτὴρ φησὶ Μὴ ζητήσῃς διδάσκαλον ἐπὶ τῆ γῆ · εἷ γάρ ἐ τιν ὑμῶν ὁ διδά καλο , ὁ πατὴρ ὁ ἐν τοῖ οὐρανοῖ , ἢ εἷ ἐ τὶν ὑμῶν ὁ καθηγητὴ ὁ Χρι τό . ὀλίγα τινὰ ὑποβάλλει ἄνθρωπος, φέρε εἰπεῖν Παῦλος διδάσκων Τιμόθεον, καὶ λαβὼν ἀφορμὰς ὁ Τιμόθεος ἔρχεται καὶ αὐτὸς ἐπὶ τὴν πηγὴν ὅπου ἐλήλυθεν ὁ Παῦλος καὶ ἀρύεται καὶ γίνεται Τιμόθεος ἴσος Παύλου. Πῶς δὲ διδάσκεταί τις ἀπὸ τοῦ
About this text
Origen of Alexandria, Fragmenta ex commentariis in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam i ad Corinthios — new OET from PG 14 Greek.
Witnesses
- Copy-text PG 14 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.