Unit 2 rem early
Rem early: Unit 2; Pauline lemma and Origen’s theoria.
Greek
πνεύματος, κατανοητέον ἀπὸ τῶν ἀποστολικῶν λόγων· πνευματικοῖς γὰρ πνευματικὰ συγκρίνοντες, τῷ συνεξετάζειν τήνδε τὴν λέξιν τῇδε τῇ λέξει καὶ τὰ ὅμοια συνάγειν, ἀνακαλύπτεται ὡσπερεὶ ὁ νοῦς τῆς γραφῆς. οὕτω γὰρ συνίημι τὰ τοῦ θεοῦ καὶ γίνομαι διδακτὸς πνεύματος· οὐ μόνον <τῷ> τὰ τοῦ πνεύματος μεμαθηκέναι τοῦ κινήσαντος τὸν Ἡσαΐαν, ἀλλὰ καὶ τῷ τὸ αὐτὸ πνεῦμα ἐσχηκέναι ὅπερ ἔκλεισεν καὶ ἐσφράγισεν τοὺς Ἡσαΐου λόγους· εἰ μὴ γὰρ τὸ πνεῦμα ἀνοίξῃ τοὺς λόγους τῶν προφητῶν, οὐ δύναται ἀνοixθῆναι τὰ κεκλεισμένα. Ἐπεὶ δὲ ταῦτα εἶπεν, ἀναγκαίως ἐπιφέρει ὅτι εἰσί τινες ἄνθρωποι μὴ παρα δεχόμενοι τὰ τοῦ πνεύματος τοῦ θεοῦ, οὐ διὰ τὴν φύσιν ὡς οἴονται οἱ ἑτερό δοξοι ἀλλὰ διὰ τὸ μὴ παρεσκευακέναι ἑαυτούς. ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος, ψυχικὸς γὰρ ἦν· ὅτε <δὲ> ἔκλινεν εἰς θεοσέβειαν καὶ παρεδέξατο τὸ πνεῦμα, γέγονε πνευματικός. καὶ οὐ δύναται γνῶναι ὁ ψυχικὸς ὅτι πνευματικῶς ἀνακρίνεται· οὐκ οἶδεν διὰ τοῦτο <ὃ> ἀκούει ὅτι ἀνακρίνεται πνευματικῶς, καὶ δοκιμαζομένη γε ἡ δύναμι ἐλέγχει τοὺ ἄφρονα οἷον ἐὰν λέγω ἀπὸ τοῦ πνεύματος διδαχθείς, καὶ δυνάμει λέγω, καὶ ὁ ἀκροατὴς δοκιμάζων τὴν δύναμιν δοκῇ καὶ μὴ συγκατάθηται, δοκιμαζομένη ἡ δύναμι ἐλέγχει τοὺ ἄφρονα . καὶ ἔστιν οὐχ ὡς ἐκεῖνος ἀποδο κιμάσας τὸ λεγόμενον ὅσον τὸ λεγόμενον ἀπεδοκίμασεν ἐκεῖνον· εἰ γὰρ κακότεχνον ψυχὴν οὐκ εἰ ελεύ εται οφία οὐδὲ κατοική ει ἐν ώματι κατάχρεῳ ἁμαρτία . Ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα, αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται. ὁ μηκέτι κατὰ άρκα περιπατῶν ἀλλὰ κατὰ πνεῦμα καὶ ἀεὶ τῇ ἐπιμελείᾳ αὔξων αὐτὸ καὶ ἀναζωπυρῶν τὸ χάρι μα τοῦ θεοῦ ἐπὶ πλεῖον, ἑαυτῷ κατασκευάζει τὸ γενέσθαι πνευματικός· γενόμενος δὲ ἱκανός ἐστιν ἀνακρίνειν τὰ πάντα, τὰ Ἑλλήνων, τὰ βαρβάρων, τὰ σοφῶν, τὰ ἀνοήτων· αὐτὸν δὲ οὐδεὶς δύναται ἀνακρῖναι διὰ τὸ μέγεθος τῆς διανοίας αὐτοῦ καὶ <τῶν> διαλογισμῶν αὐτοῦ. εἰ δὲ θέλεις ἐπιγινώσκειν τὸν πνευματικόν, ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώ ε θε αὐτού . τίνες δὲ οἱ καρποὶ τοῦ πνεύματος ἀφ' ὧν δεῖ νοεῖν τίς ὁ πνευματικός; ἄκουε τοῦ ἀποστόλου λέγοντος ὁ δὲ καρπὸ τοῦ πνεύματό ἐ τιν ἀγαπή, χαρά, εἰρήνη, μακροθυμία, χρη τότη , ἀγαθω ύνη, πί τι , πραότη , ἐγκράτεια· ὅπου ταῦτα, ἐκεῖ τὸ πνεῦμα, ἐκεῖνος πνευματικός· ὅπου δὲ τούτων τι λείπει, οὔπω πνευ ματικός ἐστιν ἐκεῖνος. 12 iii 1–3α [Κἀγώ, ἀδελφοί, οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς ἀλλ' ὡς σαρκί<ν>οις, ὡς νηπίοις ἐν Χριστῷ. γάλα ὑμᾶς ἐπότισα, καὶ οὐ βρῶμα, οὔ πω γὰρ ἐδύνασθε, ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε.] [Ὠριγένους] Τῶν ἀκουόντων οἱ μὲν τέλειοί εἰσιν, οἱ πνευματικοί, περὶ ὧν καὶ πρώην ἐλέγομεν· οἱ δὲ μὴ ὄντες πνευματικοὶ πιστεύοντες δὲ ἐπὶ τὸν Χριστόν, ὡς λέγει ὁ ἀπόστολος, νήπιοι ἐν Χριστῷ καὶ σάρκινοι ἐν Χριστῷ· ἐγὼ γὰρ ἀπὸ κοινοῦ ἀκούω τοῦ Ἐν Χριστῷ. χρεία οὖν μαθημάτων τοῖς μὴ τελειοτέροις καὶ μηδέπω γεγυμνα μένοι ἐν ταῖς ἱεραῖς γραφαῖς ὑποδεεστέρων, ἅτινα ὠνό μασεν ὁ ἀπόστολος γάλα εἶναι· γάλα γάρ φησιν ἐπότισα ὑμᾶς οὐ βρῶμα· οὔπω γὰρ ἐδύνασθε, ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε. ἀναφορὰν δὲ νομίζω εἶναι ἐν ταῖς πνευματικαῖς τροφαῖς γάλακτος, βρώματος, βρώ εω ἀληθινῆς, τερεᾶ τροφῆ , αρκὸ τοῦ λόγου, καὶ λαχάνου πνευματικοῦ. καὶ ταῦτα τολμῶ λέγειν πειθόμενος ταῖς γραφαῖς· οὐ γὰρ εἶπεν πᾶσαν πνευματικὴν τροφὴν ἀληθῆ εἶναι βρῶ ιν, λέγων ἡ άρξ μου ἀληθή ἐ τι βρῶ ι . ποῖα οὖν οὐ τερεὰ τροφή, τὰ ἠθικώτερα καὶ ὅσα ἐν τοῖς ἠθικοῖς ἀσθενέστερα, κατὰ υγγνώμην λεγόμενα οὐ κατ' ἐπιταγήν, διὰ τὴν ἀσθένειαν τῶν ἀκουόντων οἰκονομούμενα. ὅσα δὲ ἐν ἠθικοῖς τελειοτέρα διδασκαλία ἐν ἀκροαταῖς φιλομαθέσι καὶ φιλοπόνοις, ταῦτα εἴποιμι ἂν ἐν ἠθικοῖς τερεὰν τροφήν, τὴν περὶ ἁγνείας τελείας, τὴν περὶ παρθενίας ἢ σωφροσύνης, τὴν περὶ μαρτυρίου· ταῦτα τερεὰ τροφή. τερεὰ δὲ τροφὴ ἐν μυστικοῖς ἡ περὶ Πατρὸς καὶ Υἱοῦ. οὕτω δὲ καὶ ὁ νόμος ὅτε μὲν τερεὰν παραδίδωσι τροφήν, ὅτε δὲ ὑποδεεστέραν. οἷον ἐρχόμεθα ἐπὶ τὸν λόγον τὸν περὶ τῶν ὄφεων τῶν ἀναιρούντων τοὺς υἱοὺς Ἰσραὴλ διὰ τὸν γογγυσμόν· ἐὰν ἁπλούστερον ἀναγινώσκωμεν, λέγομεν Μηδὲ γογγύζωμεν, καθάπερ τινὲ αὐτῶν ἐγόγγυ αν, καὶ ἀπώλοντο ὑπὸ τῶν ὄφεων. ἐὰν δὲ μυστικὸν λόγον δύν<η>ται ἀκούειν ὁ ἀκροατής, λέγομεν τίνες οἱ ὄφεις καὶ τίς ὁ ὄφις ὁ ἐπὶ τοῦ ξύλου κρεμασθείς, καὶ πῶς σώζεται πρὸς ἐκεῖνον τὸν ὄφιν ἰδών, καὶ οὕτως καθ' ἑκάστην γραφὴν πνευματικήν. Τίνες δέ εἰσιν οἱ γάλακτι ποτιζόμενοι δηλώσει ὁ Πέτρος ἐν τῇ
About this text
Origen of Alexandria, Fragmenta ex commentariis in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam i ad Corinthios — new OET from PG 14 Greek.
Witnesses
- Copy-text PG 14 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.