Unit 3 rem close
Rem CLOSEOUT: Unit 3 CLOSEOUT.
Greek
ἆρ' οὖν ἐναντιώματα ἔχουσιν αἱ γραφαί, καὶ δεῖ ἡμᾶς κρίνειν καὶ μὴ κρίνειν κατὰ τὸ αὐτὸ τῆς κρίσεως σημαινόμενον; ἐὰν μὴ τοὺ ἔ ω κρίνητε οἱ πεπιστευμένοι κρίνειν τοὺ ἔ ω, ἡ ἐκκλησία μέλλει ἀντὶ ἐκκλησίας θεοῦ γίνεσθαι υναγωγὴ πονηρευομένων· εἶτα τῶν ἔσω κρινομένων, πῶς ἀληθές ἐστι τὸ Μὴ κρίνετε ἵνα μὴ κριθῆτε. φαμὲν οὖν Οἱ πεπιστευμένοι κρίνειν τοὺς ἔσω οὐχ οὕτως εἰσὶν ἀνόητοι ὡς κρίνοντες τοὺς ἔσω λέγειν ὅτι Τὴν κρίσιν τοῦ θεοῦ κρίνομεν, ἀλλὰ πρὸς τὴν οἰκονομίαν τοῦ συμφέροντος τῇ ἐκκλησίᾳ τὴν κρίσιν ποιοῦνται. εἰ συμφέρει τόνδε ἀποσυνάγωγον εἶναι κρίναντες αὐτὸ ποιοῦσιν· καὶ πάλιν πρὸς τὸ συμφέρον παραστήσονται, οὐ τὴν τοῦ θεοῦ κρίνοντες κρίσιν ἀλλὰ τὴν δεδομένην αὐτοῖς· τὴν γὰρ κρίσιν ἣν ὁ θεὸς κρινεῖ ἐν Χριστῷ ἀμήχανόν ἐστι κρίνειν ἡμᾶς· οὔτε γὰρ καρδίας ἐρευνῶμεν οὔτε οἴδαμεν οἷς λογι σμοῖς τὰ πεπραγμένα ἑκάστῳ πέπρακται. τὰ κρυπτὰ γὰρ κυρίῳ τῷ θεῷ παρα χωροῦσιν οἱ κριταὶ οἱ κατὰ τὸ εὐαγγέλιον, τὰ δὲ φανερά, ὡς εἴρηται, ὑμῖν καὶ τοῖ τέκνοι ὑμῶν· ὅσα ἔφθασεν εἰς αὐτοὺς καὶ γνωστά ἐστιν ἐν αὐτοῖς, ταῦτα κρίνουσιν. μηδέποτε οὖν τὴν κρίσιν τοῦ θεοῦ προλαβόντες λέγωμεν Ὁ δεῖνα ἀπόλλυται, ἢ μακαρίζοντες λέγωμεν Ὁ δεῖνα σώζεται· οὐδὲ γὰρ ἀντιμετρεῖν καὶ ἀντεξετάζειν ἴσμεν τὰς πράξεις ταῖς πράξεσιν ἢ λογισμοὺς ἢ ἐνθυμήματα. Μὴ πρὸ καιροῦ οὖν τι κρίνετε ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. ∆ύο δὲ λεγομένων πραγμάτων ὀφείλει τις εἶναι τούτων διαφορά· ἃ μὲν γὰρ ὠνόμασε κρυπτὰ σκότους, ἃ δὲ βουλὰς καρδιῶν. ὅρα οὖν μὴ τὰ ἁμαρτή ματα ἡμῶν κρυπτὰ σκότους ἐστίν, τὰ δὲ ἀνδραγαθήματα βουλαὶ τῶν καρδιῶν· ὅσα γὰρ καλῶς πράττομεν μετὰ βουλῆς πράττομεν, ὅσα δὲ ἁμαρτάνομεν ἐν σκότῳ ὄντες ἁμαρτάνομεν. ἐπειδὴ τοίνυν τινὲς ἢ ταῦτα ἔχουσιν ἢ ἐκεῖνα, ταῦτα δὲ ἄνθρωπος οὐκ οἶδεν, μὴ πρὸ καιροῦ τι κρίνωμεν ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ ἀποκαλύψει τὰς βουλὰς τῶν καρδιῶν· δεῖ γὰρ τοὺ πάντα ἡμᾶ φανερωθῆναι ἔμπρο θεν τοῦ βήματο τοῦ Χριτοῦ, ἵνα κομί ηται ἕκα το τὰ διὰ τοῦ ώματο πρὸ ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον. εὗρον εὐαγγελικὸν ῥητὸν παραπλησίως τούτῳ διηγήσασθαι· Οὐδὲν κρυπτὸν ὃ οὐ φανερωθή εται καὶ κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθή εται· ὁρᾷς τὸν Σωτῆρα διδόντα διαφορὰν κρυπτῶν φανερουμένων καὶ κεκαλυμμένων ἀποκαλυπτομένων. τίνα οὖν ἐστὶ τὰ κρυπτὰ καὶ φανερούμενα ἢ τὰ καλά; καὶ τίνα τὰ κεκαλυμμένα καὶ ἀποκαλυπτόμενα ἄλλ' ἢ τὰ κακά; Εἴποι τις ἂν τῶν πάντα ἐρευνώντων ∆ιὰ τί οὐκ εἶπεν Καὶ τότε ὁ ἔπαινος γενήσεται ἢ ὁ ψόγος ἑκάστῳ ἀπὸ τοῦ θεοῦ, ἀλλὰ μόνον ὁ ἔπαινος. ὁ μὲν οὖν τις οὕτω διηγήσεται ὅτι τὸ εὐφημότερον προσῆψεν τῷ θεῷ, παρασιωπήσας τὸ λοιπὸν ὡς οὐχ ἁρμόζον αὐτῷ· ἐγὼ δὲ τολμήσω καὶ εἴποιμ' ἂν ὅτι τὰ μὲν ἀγαθὰ ἐπαινεῖ καὶ ἀποδέχεται ὁ θεός, τὰ δὲ κακὰ ἡμῶν ὁ τῶν κακῶν πατὴρ ὁ διάβολος· καὶ ὁ μὲν ἔπαινος ἀπὸ τοῦ θεοῦ τοῖς ἁγίοις, ὁ δὲ ψόγος τοῖς ἄξια ψόγου πεποιηκόσιν ἀπὸ τοῦ διαβόλου γίνεται. διὰ τοῦτο λέγεταί σοι παρὰ τῷ ἀποστόλῳ, ἵνα ὁ ἐξ ἐναντία ἐντραπῇ μηδὲν ἔχων λέγειν περὶ ἡμῶν φαῦλον. 19 iv 6–8 [ταῦτα δὲ ἀδελφοὶ μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ δι' ὑμᾶς ἵνα ἐν ἡμῖν μάθητε τὸ Μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς [μὴ] φυσιοῦσθε κατὰ τοῦ ἑτέρου. τίς γάρ σε διακρίνει; τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; ἤδη κεκορεσμένοι ἐστέ; ἤδη ἐπλουτήσατε; χωρὶς ἡμῶν ἐβασιλεύσατε; καὶ ὄφελόν γε ἐβασι λεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν.] [Ὠριγένους] Γέγραπται ταῦτα, φησίν, ἐν μετασχηματισμῷ τῷ κατὰ τὰ τότε πράγματα, οὐχ ἵνα περὶ Παύλου καὶ Ἀπολλὼ ταῦτα γινώσκωμεν μόνον, ἀλλ' ἵνα καθ' ἑκάστην γενεὰν τὰ γινόμενα ἀνάλογον τούτοις προσορῶντες ὀρθῶς προσέχωμεν μήποτε καὶ αὐτοὶ ἐμπέσωμεν εἰς τὰ τοιαῦτα καὶ ὡς ἐν θεάτροις τοῖς διασχιζομένοις περὶ τὰ ἀκροάματα διασχιζώμεθα περὶ τοὺς διδασκάλους. Ἀλλ' ἴδωμεν τὸ Ἵνα ἐν ἡμῖν μάθητε τὸ Μὴ ὑπὲρ ὃ γέγραπται. ἐάν τις ἕξιν ἔχων ὑποδεεστέραν πρὶν πληρῶσαι τὰ γεγραμμένα θέλει ἀναβῆναι εἰς τὰ ὑπὲρ ἃ γέγραπται, οὐδὲ νοήσει ἃ γέγραπται. ὥσπερ γὰρ κλίμακα οὐχ οἷόν τέ ἐστιν ἀναβῆναί τινα μὴ ὁδῷ ἀναβαίνοντα ἀπὸ τῶν κατωτέρω κατὰ τὸ δυνατόν, τὸν αὐτὸν τρόπον ἐπὶ τῶν μαθημάτων τῶν θείων. τοῦτο μὴ καλῶς νοήσαντες οἱ ἀπὸ τῶν αἱρέσεων
About this text
Origen of Alexandria, Fragmenta ex commentariis in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam i ad Corinthios — new OET from PG 14 Greek.
Witnesses
- Copy-text PG 14 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.