Fragmenta ex commentariis in epistulam i ad Corinthios Unit 4 opening
Unit 4.
Lemma-led open — ἐπαγγέλλονται παραδόσεις καὶ λέγουσιν Αὗται ὑπὲρ τὰ γεγραμμένα εἰσίν· ταύτας γὰρ παρέδωκεν
Greek
ἐπαγγέλλονται παραδόσεις καὶ λέγουσιν Αὗται ὑπὲρ τὰ γεγραμμένα εἰσίν· ταύτας γὰρ παρέδωκεν ὁ Σωτὴρ ἡμῶν τοῖς ἀποστόλοις ἐν ἀπορρήτῳ, καὶ οἱ ἀπόστολοι τῷ δεῖνι ἢ τῷ δεῖνι· καὶ οὕτως διὰ ταύτης τῆ μυθολογία ἐξαπατῶ ι τὰ καρδία τῶν ἀκάκων. οἱ δὲ λοιποὶ φασὶν Γέγραπται Τί βλέπει τὸ κάρφο τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ ου τὴν δὲ ἐν τῷ ὀφθαλμῷ σου δοκὸν οὐ κατανοεῖ · καὶ Μὴ κρίνετε ἵνα μὴ κριθῆτε. εἰ γάρ ἐσμεν ἓν καὶ συνδεδέμεθα ἀλλήλοις, ἐπανίστασθαι ἀλλήλοις οὐ χρή. Ὁ ταπεινῶν γὰρ ἑαυτὸν ὑψωθή εται καὶ Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτο ἔστω πάντων ἔ χατο καὶ Ἕκα το ἐν ᾧ ἐκλήθη ἐν τούτῳ μενέτω. Ταῦτά ἐστι καὶ τὰ τοιαῦτα ἃ γέγραπται, ἕνα ὑπὲρ τοῦ ἑνὸς μὴ φυσιοῦ σθαι κατὰ τοῦ ἑτέρου· οἱ γὰρ ἑαυτοὺς διανείμαντες, καὶ οἱ μὲν ἐκ τούτου οἱ δὲ ἐξ ἐκείνου καλεῖσθαι βουληθέντες, ἀλλήλοις διεμάχοντο, τοὺς σφετέρους ἕκαστοι διδασκάλους ὑπερτιθέναι τῶν ἄλλων φιλονεικοῦντες, εἶτα πρὸς αὐτοὺς λοιπὸν τοὺς διδασκάλους. Τίς γάρ σε διακρίνει; τίς σε μέρους ἐχειροτόνησεν; διὰ τί μὴ πάντων διδάσκαλος ὁμοίως καλῇ; τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; ἐπὶ τίνι δὲ μέγα φρονεῖς; ἐπ' εὐγλωττίᾳ; ἀλλ' ὁ θεός σοι ταύτην κεχάρισται. ἀλλ' ἐπὶ γνώσει; καὶ τοῦτο θεῖον τὸ δῶρον. ἀλλ' ἐπὶ θαυματουργίαις; καὶ ταύτῃ τοῦ πνεύματος ἡ ἐνέργεια. εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; οὐδεὶς ἐπ' ἀλλοτρίαις παρακαταθήκαις μέγα φρονεῖ, ἐπαγρυπνεῖ δὲ ταύταις ἵνα φυλάξῃ τῷ δεδωκότι. ∆εήσει ἀπὸ τῶν γραφῶν συνάγειν τί σημαίνει τὸ διακρίνειν, ἵν' οὕτως ἐφαρμόσωμεν τοῖς νῦν λεγομένοις. Ὁ θεὸ ἔ τη φησὶν ἐν υναγωγῇ θεῶν, ἐν μέ ῳ δὲ θεοὺ διακρινεῖ· ἐν τούτῳ φαίνεται ἔργον θεοῦ τὸ διακρίνειν· ἄλλου γὰρ ὄντος τοῦ κρίνειν, ὅπερ συμβαίνει περὶ τοὺς ἀξίους κρίσεως, ἀγαθόν ἐστι τὸ ἐν υναγωγῇ θεῶν εὑρεθῆναι θεόν, ἵνα μηκέτι κριθῇ τις ἀλλὰ διακριθῇ καὶ οἱονεὶ τάξιν πιστευθῇ μίαν τινὰ ὧν πιστεύονται οἱ ἐν υναγωγῇ θεοί. ἀλλὰ καὶ ἐν τῷ Προφῆται δύο ἢ τρεῖ λαλείτω αν καὶ οἱ ἄλλοι διακρινέτω αν ἔοικεν τὸ δια κρίνειν ἐκεῖ ἐπὶ τοῦ διαρθροῦν λαμβάνειν οἱονεὶ Τρανούτωσαν τὰ λεγόμενα καὶ διακρινέτωσαν καὶ νοείτωσαν. ἐν δὲ τῷ Ὁ διακρινόμενο ἐὰν φάγῃ κατακέκριται ὅτι οὐκ ἐκ πί τεω , τὸ διακρινόμενο φαίνεται ὅτι ἐπὶ ψόγου λέλεκται. καὶ πάλιν Προ λαμβάνε θε ἀλλήλους, μὴ εἰ διακρί ει διαλογι μῶν ἁμαρτάνοντες· εὑρέθη τοίνυν ἀπὸ τῆς γραφῆς ἡ λέξις ὅτε μὲν ἐπὶ τῶν κρειττόνων τεταγμένη ὅτε δὲ ἐπὶ τῶν ἐναντίων. ἐνθάδε οὖν λέγεται τὸ διακρίνειν ἀντὶ τοῦ Σὲ μὲν οὐδεὶς διακρίνει τῶν ἐν Κορίνθῳ οὐδὲ κρίνει· σὺ δὲ διακρίνεις οἰκονόμου μυ τηρίων θεοῦ, καὶ λέγεις Ἐγώ εἰμι Παύλου καὶ φάσκεις Ἐγὼ Κηφᾶ ἢ φῂς Ἐγώ εἰμι Ἀπολλώ. θεοῦ ἔργον ἐστὶ τὸ διακρίνειν τοὺς ἀποστόλους, οὐ σόν. ὥσπερ οὖν οὐ χρή σε κρίνειν, οὐδὲ διακρίνειν τοὺς ὑπηρέτα τοῦ εὐαγγελίου· ἐν τῇ γὰρ διακρίσει ᾗ διακρίνεις τοὺς ἀποστόλους αὐτὸς σαυτὸν διακρίνεις καὶ χωρίζεις ἁμαρτάνων. Χριστὸς γὰρ ἦλθεν τὰ διακεκριμένα ἑνῶσαι, ἵνα μηκέτι ἦμεν δivρημένοι. ἐὰν τελειωθῶμεν ὥστε τὴν άρκα μηκέτι ἐπιθυμεῖν κατὰ τοῦ πνεύματο τὸ δὲ πνεῦμα κατὰ τῆ αρκό , τῷ νενεκρῶ θαι τὰ μέλη τὰ ἐπὶ τῆ γῆ , οὐκέτι ἐσόμεθα ἐν διακρίσει ἀλλ' οἱονεὶ ἐν συγκράσει καὶ τῇ ἐπὶ τὸ αὐτὸ συναγωγῇ ἡμῶν. Νοείσθω δὲ καὶ ἁπλούστερον ἐπὶ διαφόρων σχισμάτων. Ἴδωμεν δὲ καὶ τὸ Τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; ἀμφίβολος γὰρ ἡ λέξις· δύναται γὰρ νοεῖσθαι ὅτι πᾶν κτῆμα ὃ ἔχομεν λαβόντες ἀπὸ θεοῦ ἔχομεν, καὶ πάλιν Τί προσποιῇ ἔχειν ὃ μὴ ἔλαβες; οἷον ἐάν τις μὴ λαβὼν χάρισμα ἄνωθεν παρὰ θεοῦ προσποιῆται ἐν χαρίσματι εἶναι, λέγεται πρὸς τὸν τοιοῦ τον μὴ λαβόντα Τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; ἤδη κεκορεσμένοι ἐστέ; ἤδη ἐπλουτήσατε; χωρὶς ἡμῶν ἐβασιλεύσατε; Ὁ πεινῶν καὶ διψῶν τὴν δικαιο ύνην <τὴν> τῶν λογίων τῆς ἀληθείας οὐκ ἀρκεῖται ἑνὶ
About this text
Origen of Alexandria, Fragmenta ex commentariis in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam i ad Corinthios — new OET from PG 14 Greek.
Witnesses
- Copy-text PG 14 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.