Fragments on 1 Corinthians · §u04-rem-early

Unit 4 rem early

Rem early: Unit 4; Pauline lemma and Origen’s theoria.

Greek

διδασκάλῳ, ἀλλ' ἐὰν εὕρῃ δεύτερον συγχρῆται καὶ τούτῳ, ἀκορέστως γὰρ ἔχει τῶν καλῶν· ἐὰν καὶ τρίτου εὐπορήσῃ, γίνεται καὶ παρὰ τὸν τρίτον· οὐκ ἀποδιελὼν ἑαυτῷ ἕνα λέγει Ἐγώ εἰμι Παύλου ἢ Κηφᾶ ἢ Ἀπολλώ. ἐπεὶ οὖν ἐμφαίνει τὸ κεκορέσθαι τόν, πλειόνων <ὄν>των διδασκάλων καὶ Παύλου διδάσκοντος καὶ Κηφᾶ καὶ Ἀπολλώ, ἑνὶ προσκλινό μενον μὴ ὠφελεῖσθαι ἀπὸ πάντων, διὰ τοῦτο λέγει Κορινθίοις Ἤδη κεκορε σμένοι ἐστέ; ἀκόλουθον δὲ τούτῳ τὸ Ἤδη ἐπλουτήσατε; οἷον Συνηγάγετε τὸν πλοῦτον τὸν ἀπὸ τῶν μαθημάτων τῶν ἀπὸ Παύλου καὶ οὐκέτι χρῄζετε τῶν <ἀπ'> Ἀπολλὼ ἢ τῶν ἀπὸ Κηφᾶ; ἢ πάντων καταφρονεῖτε, ὡς ἐμπεφορημένοι καὶ πλουτοῦντες ἐν παντὶ λόγῳ καὶ πά ῃ γνώ ει· ἀκολούθως δὲ καὶ τὸ Χωρὶς ἡμῶν ἐβασιλεύσατε; ἐμὲ γὰρ τὸ ὅσον ἐφ' ὑμῖν ἀπεχωρίσατε τῆς βασιλείας καὶ ἑαυτοὺς δέ, ἀπὸ τῶν λοιπῶν ἑνί τινι προσκλιθέντες· καὶ οὐ λέγει χωρὶς ἐμοῦ ἀλλ' ἡμῶν, ἵνα ἐμπεριλάβῃ καὶ κοινὸν αὐτὸ ποιήσῃ· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. Ἅμα δὲ τάχα καὶ μυστήριόν τι ὑποβάλλει κατὰ τὸν τόπον. οἱ γὰρ ὑποδεέστεροι τάχιον ἐν τῇ ἐπαγγελίᾳ γίνονται, οἱ δὲ τελειότεροι βράδιον ἀπολαμβάνουσι τὰς ἐπαγγελίας· καὶ τοῦτο ἀπὸ γραφῆς δείξω· οἱ ὑπὸ τῷ Μωσῆ κληρο δοτούμενοι πρῶτοι εἰλήφασι τὴν ἐπαγγελίαν, οἱ δὲ ὑπὸ τῷ Ἰησοῦ κληροδοτού μενοι ὕστερον εἰλήφασιν· ἀλλὰ καὶ περὶ πάντων τῶν δικαίων λέγεται τὸ Οὗτοι πάντε μαρτυρηθέντε διὰ τῆ πί τεω οὐκ ἐκομί αντο τὴν ἐπαγγελίαν, τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶ ἡμῶν τελειωθῶ ιν. διὰ τοῦτο φησὶν χωρὶς ἡμῶν ἐβασιλεύσατε; καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. ὅταν γὰρ ὑμεῖς οἱ μαθηταὶ καὶ ἀκροαταὶ βασιλεύσητε, τότε ἀναγκαῖόν ἐστι καὶ ἡμᾶς καταντῆσαι ἐπὶ τὴν τοῦ θεοῦ καὶ κυρίου Ἰησοῦ τελείαν βασιλείαν. 20 iv 9–10 [δοκῶ γάρ, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους. ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι.] [Ὠριγένους] Ὅσῳ τις ἐπιδικάζεται τῶν ἀληθινῶν καὶ ἐπουρανίων πρωτείων, τοσούτῳ ἀπὸ τῆς ταπεινοφροσύνης ἔσχατος γίνεται πάντων ἀνθρώπων· οἶμαι καὶ τοιοῦτόν τι τὸν ἀπόστολον νενοηκότα εἰρηκέναι Ἐμοὶ τῷ ἐλαχι τοτέρῳ πάντων ἁ<γί>ων ἐδόθη ἡ χάρι αὕτη. οὐχ ὅτι κατὰ τὸν ἁγιασμὸν ἐλάττων ἦν πάντων ἁγίων· τοῦτο γὰρ οὔτε ἐφρόνει οὔτε εἰ ἔλεγεν ἠλήθευεν· ἀλλ' ἐπὶ πάντων τῶν πιστευόντων ταπεινότερον ἑαυτὸν ἐποίει, γενόμενος ἤπιο ἐν μέ ῳ πάντων, ὡ ἐὰν τροφὸ θάλπῃ τὰ ἑαυτῆ τέκνα. ἐπεὶ οὖν ἐπετήδευον οἱ ἀπόστολοι ἔσχατοι εἶναι τῇ ἑαυτῶν προαιρέσει, παντὶ δὲ ἐπιτηδεύματι καλῷ, ἐὰν μὴ μαρτυρήσῃ ὁ θεὸς καὶ πληρώσῃ τὸ βούλημα τοῦ ἐπιτηδεύοντος, οὐκ ἀκολουθεῖ τὸ ἀγαθὸν τέλος διὰ τοῦ ἐπιτηδεύοντος· διὰ τοῦτο τυχὸν εἴρηκεν ὁ ἀπόστολος ∆οκῶ γάρ, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους· εἰ γὰρ καὶ ἐγώ, φησίν, πεποίηκα καὶ οἱ ἀπόστολοι ἵνα ἔσχατοι γινώμεθα, ἀλλ' ἀποδείξεως ἐδεόμεθα καὶ τῆς ἀπὸ θεοῦ χάριτος ἵνα τελειωθῶμεν ἐν τῷ ἔσχατοι εἶναι τῷ κόσμῳ. τὸ δὲ ∆οκῶ ὥσπερ ἀλλαχοῦ εἶπεν ∆οκῶ δὲ κἀγὼ πνεῦμα θεοῦ ἔχειν. Ἁρμόζον δὲ καὶ τοῖς ἀπὸ θεοῦ ἀποδεδειγμένοις ἐσχάτοις τὸ γενέσθαι πρώτοις παρὰ τῷ θεῷ· ἀληθὲς γὰρ ὅτι οἱ ἔ χατοι γίνονται πρῶτοι. ἁρμόζει δὲ αὐτοῖς καὶ τὸ εἶναι ἐπιθανατίους. ὅσῳ γάρ τις τελειότερον χριστιανίζει, τοσούτῳ μᾶλλον ἐπιθανάτιός ἐστιν. πότε γὰρ οὐ κινδυνεύει, ἐλέγχων τὸν ἁμαρτάνοντα πολλάκις ἰσχυρότερον ὑπάρχοντα ἐν τῷ βίῳ καὶ κολάσαι δυνάμενον, ἐπιδημῶν τόποις ὅπου οὐκ ὠνομά θη Χρι τό , καὶ τιθεὶς θεμέλιον ξενίζοντα καὶ ταράσσοντα τοὺς ἀκούοντας; ἀληθῶς γὰρ ἔλεγεν ὁ Παῦλος Καθ' ἡμέραν ἀποθνή κω, νὴ τὴν ὑμετέραν καύχη ιν ἣν ἔχω ἐν Χρι τῷ Ἰη οῦ τῷ κυρίῳ ἡμῶν. ἀλλ' ὑποφαίνεταί μοι ἐρευνῶντι τὸν λόγον δixῶς δύνασθαι τὸν ἐπιθανάτιον λαμβάνεσθαι· καθ' ἕνα μὲν τὸν εἰρημένον τρόπον καθ' ὃν δεῖ πάντοτε τὴν νέκρω ιν τοῦ Ἰη οῦ ἐν τῷ ώματι περιφέρειν· καθ' ἕτερον δὲ ἐπιθανάτιός ἐστιν ὁ δίκαιος σύμμορφος ὢν τοῦ θανάτου τοῦ Χριστοῦ ἀεὶ ἀποθνήσκων τῷ κόσμῳ, οὕτω δὲ πρέπον ἐστὶ θεὸν ἀποδεικνύειν καὶ ἐσχάτους καὶ ἐπιθανατίους τοὺς ἀποστόλους τοῦ Χριστοῦ ὄντας. Εἶτα ἀναγκαῖόν ἐστιν ἰδεῖν τὸ ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. ἐὰν Παῦλος ἀγωνίζηται καὶ Πέτρος, οἱ ἄγγελοι τοῦ θεοῦ ἐπὶ τὴν καινὴν θέαν ταύτην ἐπείγονται ἵνα ἴδωσιν ἄνθρωπον σάρκα περιβεβλημένον παλαίοντα πρὸ τὰ ἀρχά ,

About this text

Origen of Alexandria, Fragmenta ex commentariis in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam i ad Corinthios — new OET from PG 14 Greek.

Witnesses

  • Copy-text PG 14 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.