Unit 4 rem mid
Rem mid: Unit 4; lemma continues; spiritual reading with the letter.
Greek
πρὸ τὰ ἐξου ία , πρὸ τοὺ κο μοκράτορα τοῦ κόσμου τούτου, πρὸ τὰ πνευματικὰ τῆ πονηρία ἐν τοῖ ἐπουρανίοι · καὶ οἱ ἄνθρωποι δὲ παρεγίνοντο καινὸν θέαμα ἰδεῖν, κήρυκα καὶ διδάσκαλον καινοῦ λόγου. οὕτως ὁ Παῦλος θέατρον ἦν ὅλων τῶν ἐπὶ γῆς καὶ τῶν ἀγγέλων τῶν εὐφραινομένων ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. Εἶτα ὁ τηλικοῦτος ὡς ἔσχατος ἐν κόσμῳ ἐπιπλήσσει τοῖ πεφυ ιωμένοι , καὶ φησὶ πρὸς αὐτοὺς Ἡμεῖς μωροὶ διὰ Χριστόν. Παῦλος γὰρ διδούς μοι ἐντολὴν καὶ λέγων Εἴ τι δοκεῖ ἐν ὑμῖν οφὸ εἶναι ἐν τῷ αἰῶνι τούτῳ μωρὸ γενέ θω, ἵνα γένηται οφό , πολλῷ πλέον αὐτὸς ἐτήρει τὸ ἐν κόσμῳ τούτῳ μωρὸς γενέσθαι. πῶς γὰρ οὐκ ἦν ἐν τῷ κόσμῳ τούτῳ μωρός, καταγγέλλων τὸν ἐ ταυρωμένον καὶ ἀνά τα ιν νεκρῶν καὶ τὰ περὶ τοῦ μέλλοντο αἰῶνο , καὶ πείθων τοὺς ἀνθρώπους καταφρονεῖν τῆς παρούσης ζωῆς; Εἶτα εἰρωνείᾳ Ὑμεῖς φρόνιμοι φησὶν ἐν Χριστῷ· οὐ γὰρ ἦσαν ἀληθῶς φρόνιμοι ἐν Χριστῷ, ἀλλὰ ταῦτα λέγων εἰρωνικῶς προέτρεπεν αὐτοὺς γενέσθαι φρονίμους ἐν Χριστῷ. Ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι· οὐκέτι προσέθηκεν Ὑμεῖς ἔνδοξοι, ἐν Χριστῷ. ἐὰν γὰρ ἴδῃς πολλοὺς τῶν πιστεύειν δοκούντων ἔχοντας ἀξιώματα κοσμικά, λέγε πρὸς αὐτούς, ἐὰν σὺ ταπεινὸς ᾖς ἐν κόσμῳ, Ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· οὐδὲν γὰρ ἀσθενέστερον ἀληθινοῦ χριστιανοῦ ὡς πρὸς τὸν κόσμον τοῦτον. 21 iv 15 [ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ' οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.] [Ὠριγένους] Ταῦτα ἁπλούστατα δοκεῖ εἶναι καὶ μὴ δεόμενά τινος διηγήσεως· ἔχει δὲ κεκρυμμένα νοήματα. οὐδεὶς ἀνὴρ παιδαγωγεῖται ἀλλ' εἴ τις νήπιος καὶ ἀτελής· καὶ οὐκ ἂν ἔγραφεν Ἐφεσίοις ταῦτα ἀλλὰ Κορινθίοις, πρὸς οὓς φησὶν Γάλα ὑμᾶ ἐπότι α, οὐ βρῶμα· οὔπω γὰρ ἐδύνα θε· ἀλλ' οὐδὲ ἔτι νῦν δύνα θε, ἔτι γάρ ἐ τε αρκικοί. κἀγὼ οὐκ ἠδυνήθην ὑμῖν λαλῆ αι ὡ πνευ ματικοῖ ἀλλ' ὡ αρκικοῖ , ὡ νηπίοι ἐν Χρι τῷ. ἔτι δὲ καὶ τοῦτο κατανοη τέον· ἐὰν καὶ δεώμεθα παιδαγωγοῦ, πάντως ὁ πεπιστευμένος τοῦτο παραδεῖγμα τὸν λόγον, τὸν βίον, διδότω τῇ ἡμετέρᾳ εὐταξίᾳ· ἔστιν οὖν πατὴρ μὲν ὁ πρώτως σπείρας τὸν χριστιανισμὸν ἐν ψυχῇ· παιδαγωγὸς δὲ ὁ μετὰ τοῦτον παραλαβὼν παῖδα καὶ ἄγων αὐτόν. [iv 16] παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, μιμηταί μου γίνεσθε. Τοῦτ' ἔστιν Ὡς μετριάζω, μετριάζετε· ὡς πάσχω, πάσχετε· ἀπὸ τῶν παθη μάτων, μὴ ἀπὸ τῶν χαρισμάτων, σεμνύνεσθε. [iv 17] διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον ὃς <ἐστὶν> τέκνον μου ἀγαπητὸν καὶ πιστὸν ἐν Χριστῷ· ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω. Καὶ τὴν περὶ αὐτοὺς διάθεσιν ἔδειξε τὸν Τιμόθεον πέμψας, καὶ τὴν περὶ τὸν Τιμόθεον φιλοστοργίαν τέκνον ἀγαπητὸν ὀνομάσας· καὶ τὴν ἄλλην δὲ αὐτοῦ δεδήλωκεν ἀρετὴν πιστὸν ἐν Κυρίῳ καλέσας. Οὗτος, φησί, τὰς ἐμὰς διηγήσεται πράξεις· ὁδοὺς γὰρ τὰς πράξεις καλεῖ. ταύτας δὲ οὐκ εἶπεν ∆ιδάξει, ἀλλ' ὅτι ἀναμνήσει. λήθην δὲ αὐτῶν ὁ λόγος κατηγορεῖ· αὐτόπται γὰρ ἐγεγόνεσαν τῆς ἀποστολικῆς ἀρετῆς. προστέθεικεν δὲ ὅτι καὶ ταῖς ἐκκλησίαις πάσαις τήνδε προσφέρειν εἴωθεν τὴν διδασκαλίαν. Ταῦτα κοινῇ πάντων κατηγορήσας κατὰ τοῦ πεπορνευκότος λοιπὸν ἐκφέρει τὴν ψῆφον. [iv 18] ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες. Προειδὼς αὐτοῦ τὴν μεταμέλειαν ὁ θεσπέσιος Παῦλος οὐ τίθησι τὴν προσηγορίαν, ἵνα μὴ πᾶσιν ἀνθρώποις κατάδηλος γένηται, ἀλλ' ἀορίστως ἔφη τινές. 22 iv 19–20 [καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων ἀλλὰ τὴν δύναμιν, οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ ἀλλ' ἐν δυνάμει.] [Ὠριγένους] Λόγον μὲν φησὶ τὴν εὐγλωττίαν, ὡς καὶ ἑτέρωθι εἰ καὶ ἰδιώτη τῷ λόγῳ ἀλλ' οὐ τῇ γνώ ει· δύναμιν δὲ τὴν ἀπὸ θεοῦ· ὅταν γὰρ ἀπὸ θεοῦ ᾖ ὁ λόγος, δύναμιν ἔχει, διὸ γέγραπται Κύριο δώ ει ῥῆμα τοῖ εὐαγγελιζομένοι δυνάμει πολλῇ. καὶ δυνάμει μᾶλλον πεποιθότες οἱ ἀπόστολοι ἐπεδήμουν ταῖς ἐκκλησίαις καὶ ταῖς πόλεσιν, ἤπερ τῷ λόγῳ· οὐ γὰρ εἴ τις καλῶς φράζει, παρὰ τοῦτο τὴν βασιλείαν ἔχει τοῦ θεοῦ, ἀλλ' ὅπου δύναμις ἐν λόγοις, ἐκεῖ ἡ βασιλεία τοῦ θεοῦ, ἥτις καὶ τὴν ἐν ταῖς ψυχαῖς βα ιλεύου αν ἁμαρτίαν ἐξορίζει καὶ τὴν τοῦ θεοῦ βα ιλείαν ἐντὸ ἡμῶν γενέσθαι παρασκευάζει. 23 iv 21–ῃ 2 [τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πραΰτητος; ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν. καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε,
About this text
Origen of Alexandria, Fragmenta ex commentariis in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam i ad Corinthios — new OET from PG 14 Greek.
Witnesses
- Copy-text PG 14 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.