Unit 6 rem early
Rem early: Unit 6; Pauline lemma and Origen’s theoria.
Greek
θεραπεῦσαι τὴν ἀσθένειαν τὴν ἀνθρωπίνην καὶ τοῦ εὐσχημονέστατα οἰκονομῆσαι τὸ κατὰ τοὺς τόπους· διόπερ εἶπεν ὀφειλὴν ὀφείλεσθαι ἀπὸ τοῦ ἀνδρὸς καὶ τῷ ἀνδρὶ ἀπὸ τῆς γυναικός. εἶτα ἵνα μὴ δυσωπήσῃ τοὺς ἐν γάμῳ ὡς δούλους ἀλλήλων τυγχάνοντας μὴ χωρὶς συμφωνίας ἥκειν ἐπὶ τὴν ἄσκησιν τῆς καθαρότητος φησίν· Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλ' ὁ ἀνήρ· ὁμοίως καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλ' ἡ γυνή. ἐξουσίαν οὖν ἔχει ὁ ἀνὴρ τοῦ σώματος τῆς γυναικός, καὶ ἐξουσίαν ἔχων ἐὰν θέλῃ μὴ χρήσθω τῇ ἐξουσίᾳ· ἀλλ' οὐκ ἐχρη ά μεθα τῇ ἐξου ίᾳ ταύτῃ, φησὶν ὁ ἀπόστολος, οἶμαι τοῦτο διδάσκων τῷ λέγειν μὴ οὐκ ἔχομεν ἐξου ίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡ καὶ οἱ λοιποὶ ἀπό τολοι καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου καὶ Κηφᾶ ; ἐξουσίαν οὖν ἔχει ἡ γυνὴ τοῦ σώματος τοῦ ἀνδρὸς καὶ οὐ δύναται μὴ χρήσασθαι τῇ ἐξουσίᾳ; Τὸ δὲ ὁμοίως δὶς κείμενον δίδωσι νοεῖν ὅτι μὴ νομιζέτω ὁ ἀνὴρ ἐν τοῖς κατὰ τὸν γάμον πράγμασιν ὑπερέχειν τῆς γυναικός· ὁμοιότης ἐστὶ καὶ ἰσότης τοῖς γεγαμηκόσι πρὸς ἀλλήλους. 34 vii 5 [Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρὸν ἵνα σχολάσητε τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε.] [Ὠριγένους] Ὀφείλετε γὰρ ἀμφότεροι εἰδέναι ὅτι οὐκ ἔστιν ἡ αὐτὴ εὐχὴ ἀπὸ καθαρότητος ἀνδρὸς καὶ γυναικὸς καὶ εὐχὴ ἀπὸ κοινωνίας. εἰ γὰρ ἐπὶ τῶν εἰδώλων Ἕλληνες ἔστιν ὅτε ἁγνεύουσι, πόσῳ πλέον σὺ ὁ τῷ θεῷ τῶν ὅλων εὐχόμενος; καλὸν οὖν ἐστι συγκαταβαίνειν μὲν διὰ τὴν ἀσθένειαν, ἀνέχειν δὲ διὰ τὰς εὐχάς. καὶ Μωϋσῆς μὲν ἁγνίζει τὸν λαὸν καὶ λέγει τρεῖ ἡμέρα μὴ προ έλθητε γυναικί, ἵνα δυνηθῶσιν ἐκ τοῦ προκεκαθαρευκέναι ἀκροαταὶ γενέσθαι τοῦ θεοῦ. καὶ ἐν ταῖς Βασιλείαις δὲ ἁγίου ἄρτου βούλεται παραστῆσαι τῷ ∆αυεὶδ φεύγοντι τὴν τοῦ Σαοὺλ ἐπιβουλὴν Ἀβιάθαρ ἢ Ἀβιμέλεχ ὁ ἱερεύς, καὶ βουλόμενος ἁγίου ἄρτου παραθεῖναι τί φησι πλὴν Εἰ καθαρὰ τὰ παιδάρια ἀπὸ γυναικό ; οὐχ οἷον δὲ ἀπὸ ἀλλοτρίας γυναικὸς ἀλλ' ἀπὸ γαμετῆς. εἶτα ἵνα μὲν ἄρτου προθέ εω λάβῃ τις, καθαρὸς εἶναι ὀφείλει ἀπὸ γυναικό · ἵνα δὲ τοὺς μείζονας τῆς προθέσεως λάβῃ ἄρτους, ἐφ' ὧν ἐπικέκληται τὸ ὄνομα τοῦ θεοῦ καὶ τοῦ χριστοῦ καὶ τοῦ ἁγίου πνεύματος, οὐ πολλῷ πλέον ὀφείλει τις εἶναι καθαρώτερος, ἵνα ἀληθῶς εἰς σωτηρίαν λάβῃ τοὺς ἄρτους καὶ μὴ εἰ κρίμα; [Ὠριγένους] Οἱ πολλοὶ μὲν οἴονται τὸ ἀποστερεῖν ἐπὶ μόνου χρυσίου ἢ ἀργυρίου ἢ τινὸς τῶν τοιούτων λέγεσθαι· σαφῶς δὲ ὁ ἀπόστολος καὶ ἐπὶ τῶν ἐν γάμοις ὄντων καὶ ἀκαίρως καὶ χωρὶς συμφωνίας ἁγνείαν ἀσκούντων ἀποστέρησιν ὠνόμασεν. ἅπαξ δὲ ἁπλῶς ὁ τὸ ὀφειλόμενον μὴ ἀποδιδοὺς ἀποστερεῖ ἐκεῖνον ᾧ ὀφείλει, μὴ ἀποδιδοὺς τὸ ὀφειλόμενον. ἐνίοτε δὲ συγκλείεται ὁ ἄνθρωπος εἰς τὸ μὴ δύνασθαι ἅμα δύο ὀφειλὰς ἀποδιδόναι· διὸ γέγραπται ἵνα τὴν ἀναγκαίαν ἀποδῷ ὀφειλήν. ὃ δὲ λέγω οὕτως ἔσται σαφές· οὐκ ἔνεστι καὶ θεῷ ἀποδιδόναι δεόντως τὰς εὐχὰς καὶ ἀποδοῦναι τὴν ὀφειλὴν τὸν γεγαμηκότα τῇ γυναικί· διόπερ τὸ ὀφείλημα τὸ εἰς θεὸν ἐὰν ἐπείγῃ, δεῖ τὸ ἕτερον ἀποστερεῖν. ἄκουε γὰρ αὐτοῦ λέγοντος Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρὸν ἵνα σχολάσητε τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε· ὡς μὴ καθαρᾶς ἀναπεμπο μένης τῆς εὐχῆς τοῖς καὶ συνεληλυθόσιν, εἰ καὶ νομίμως συνεληλύθασιν. ἀπέ χεσθαι δὲ δεῖ γυναικὸς καὶ ἐν καιρῷ τῆ ἀφέδρου, καὶ εἰς μέγα γε ἔγκλημα λογίζεται τὸ συνέρχεσθαι γυναικὶ οὔσῃ ἐν τῇ ἀφέδρῳ. ἐν γοῦν τῷ καταλόγῳ τῶν ἀνδραγαθημάτων καὶ τῷ καταλόγῳ τῶν ἁμαρτημάτων παρὰ τῷ Ἐζεκιὴλ ἀναγέγραπται ὅτι καὶ πρὸ γυναῖκα ἐν χωρισμῷ οὐ μὴ προσέλθῃ. καὶ δεῖ καθαρεύειν πάντως καὶ ἀπὸ τῆς ἰδίας γυναικὸς ἐν καιρῷ εὐχῆς καὶ νηστείας. [vii 5– 6] καὶ πάλιν, φησίν, ἐπὶ τὸ αὐτὸ ἦτε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν. τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ' ἐπιταγήν. Πανταχοῦ ἀνίησι διὰ τὴν ἀσθένειαν τὸν λόγον, καὶ πάλιν ἐπιτείνει διὰ τὸ ἐπιστρέψαι τοὺς ἀκούοντας τὸν λόγον. [vii 7] θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν. ἀλλ' ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ θεοῦ, ὃς μὲν οὕτως, ὃς δὲ οὕτως. Πνέει χαρίσματος ὁ γάμος, ὅτε τὰ μέτρα τηρεῖται, τοῦ ἐκ συμφωνίας. καὶ ἀληθῶς ἔστιν εἰπεῖν ἐπὶ τινῶν ὅτι τούτῳ ὁ γάμος χάρισμά ἐστιν, ὅτε οὐκ ἀκατα τα ία, ὅτε πᾶσα εἰρήνη, πᾶσα συμφωνία· εἰπεῖν μέντοιγε ὅτι χάρισμα ἐκ θεοῦ ἐστιν ὁ γάμος πιστοῦ πρὸς ἐθνικὴν καὶ ἐθνικοῦ πρὸς πιστήν; τοῦτο οὐκ ἂν εἴποιμι. οὐ γὰρ δύναται τὸ χάρισμα τοῦ θεοῦ φθάνειν ἐπὶ τοὺς ἐθνικούς· ἐὰν πιστεύσῃ, ἐὰν σωθῇ, τότε ἀρχὴν λήψεται τοῦ χαρίσματος.
About this text
Origen of Alexandria, Fragmenta ex commentariis in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam i ad Corinthios — new OET from PG 14 Greek.
Witnesses
- Copy-text PG 14 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.