Fragments on 1 Corinthians · §u06-rem-close

Unit 6 rem close

Rem CLOSEOUT: Unit 6 CLOSEOUT.

Greek

εὐχῶν καὶ παιδοποιΐας ἁγίας καὶ πάντων ὧν χριστιανοὺς κοινωνεῖν δεῖ, λέγει ὅτι ὁ γάμος οὐκ ἀλλότριός ἐστι θεοῦ. Παραγγέλλω οὖν, οὐκ ἐγὼ ἀλλ' ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρίζεσθαι. τὸ μὲν προηγούμενον τοῦτό ἐστιν, συζυγίαν φθάσασαν δεδέ θαι μὴ λυθῆναι. Ἐὰν δὲ καὶ χωρισθῇ· πολλὰ γὰρ ἂν γένοιτο αἴτια τοῦ καὶ χωρισθῆναι· οἷον πορνεία ἐὰν γένηται τῇ γυναικί, ἁμαρτία ἐστὶ κατέχειν τὴν πεπορνευκυῖαν γυναῖκα. ἐὰν οὖν καὶ χωρισθῇ καὶ γένηταί τι αἴτιον χωρισμοῦ, μενέτω ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω. ὁμοίως δὲ καὶ ἄνδρα θέλω τοιοῦτον εἶναι, ἵνα μὴ ἀφίῃ γυναῖκα. Τοῖς δὲ λοιποῖς λέγω ἐγώ, οὐχ ὁ κύριος. τοῖς μὲν γεγαμηκόσιν οὐκ ἐγὼ νομοθετῶ, ἀλλ' ὁ κύριος· τοῖς δὲ μὴ γεγαμηκόσιν ἀλλ' ἑτεροζυγοῦ ιν ἀπί τοι οὐκ ἔχω νόμον δοῦναι ἀπὸ θεοῦ· οὐδὲ γὰρ ἄξιοί εἰσι νόμων θεοῦ· ἀλλ' ἀκουέτωσαν ἡμῶν. καὶ χρήσομαι εἰς τὸ νοηθῆναι τὰ κατὰ τὸν τόπον γεγραμμένοις ἐν τῷ νόμῳ. οἱ νόμοι οἱ κατὰ Μωσέα οἱ μὲν θεοῦ εἰσιν, οἱ δὲ Μωσέως. καὶ τοῦτο ἐπιστάμενος ὁ κύριος διαφορὰν νόμων θεοῦ καὶ νόμων Μωσέως εἶπεν ἐπὶ μὲν τῶν ὑπὸ θεοῦ νενομοθετημένων Ὁ γὰρ θεὸ εἶπεν Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, ἐπὶ δὲ τῶν ὑπὸ Μωσέως Μωϋ ῆ διὰ τὴν κληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦ αι τὰ γυναῖκα . τηρήσας γοῦν τὰ τοῦ βιβλίου τοῦ ἀπο τα ίου εὑρήσεις οὐκ ἐκ προστάγματος κυρίου τὸν νόμον γεγραμμένον. Μωϋσῆς μὲν οὖν ὑπηρετῶν θεῷ νόμους ἔδωκεν δευτέρους παρὰ τοὺς νόμους τοῦ θεοῦ· Παῦλος δὲ ὑπηρετῶν τῷ εὐαγγελίῳ νόμους ἔδωκεν δευτέρους τοῖς ἐκκλησιαστικοῖς μετὰ τοὺς νόμους τοὺς ἀπὸ θεοῦ διὰ Ἰησοῦ Χριστοῦ. καὶ καλόν ἐστιν ἀκούειν νόμων ἀπὸ κυρίου ἢ ἀκούειν νόμων Παύλου τοῦ ἀποστόλου. κἂν γὰρ ἅγιος ᾖ, ἀλλὰ πολλῷ ὑποδεεστέρους ἔχει νόμους τῶν νόμων τοῦ κυρίου. 36 vii 14 [Ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀδελφῷ.] [Ὠριγένους] Ὡς κρᾶσίς τις γίνεται τῶν δύο, ἀνδρὸς καὶ γυναικός, εἰ άρκα μίαν ὥσπερ οἴνου καὶ ὕδατος· καὶ ὥσπερ μεταδίδωσιν ὁ πιστὸς ἁγιασμοῦ τῇ ἐθνικῇ γαμετῇ, ἢ τὸ ἐναντίον ἡ πιστὴ τῷ ἀπίστῳ ἀνδρί, οὕτω καὶ ὁ ἄπιστος μεταδίδωσι μολυσμοῦ τῇ πιστῇ γυναικὶ ἢ τῷ πιστῷ ἀνδρὶ ἡ ἄπιστος γυνή. διὰ τί γὰρ φησὶν Ἡγίασται ἡ ἄπιστος ἢ ὁ ἄπιστος τῷ λαμβάνειν τι ἀπὸ τοῦ πιστοῦ ἢ ἀπὸ τῆς πιστῆς, καὶ οὐχὶ βεβηλοῦται τῷ λαμβάνειν τι ἀπὸ τοῦ ἀπίστου μέρους; ἕκαστος γὰρ ἐκ τοῦ περι εύματο τῆ καρδία διαλεγόμενος τῷ ἑτέρῳ ἢ μεταδίδωσιν ἢ μεταλαμβάνει, καὶ τῷ χρόνῳ πάντως νικᾷ τὸ ἕτερον. καὶ τίς χρεία, φησί, τοιούτου ἀγῶνός τε καὶ κινδύνου; ἢ γὰρ ἐπιτεύξεται ἢ ἀποτεύξεται, καὶ ἤτοι τὴν ψυχὴν αὐτοῦ προσαπολέσει ἢ πολλὰ καμὼν μόγις κερδῆσαι δυνήσεται. διὰ τοῦτο καλόν ἐστι πρὶν προληφθῆναι ἄνθρωπον ἐπιμελῶς οὐ μόνον τοῦτο ἀλλὰ καὶ τὸ μέλλον σκοπεῖν, καὶ σκοπήσαντα ἢ μὴ γαμεῖν ἢ γαμοῦντα ἐν κυρίῳ γαμεῖν. γυνὴ γὰρ δέδεται ἐφ' ὅ ον χρόνον ζῇ ὁ ἀνήρ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐ τὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ. οὐκ ἀκούομεν τοῦ μόνον ἐν κυρίῳ, ἀλλὰ τὸ ἐλευθέρα ἐ τὶν ᾧ θέλει γαμηθῆναι ἀναγινώσκομεν, οὐκέτι δὲ συνετάξαμεν τὸ μόνον ἐν κυρίῳ. καίτοι γε κἀκεῖ ὅτε εἶπεν μόνον ἐν κυρίῳ, πάλιν ἀνέκρουσεν τὸν λόγον εἰπὼν μακαριωτέρα δέ ἐ τιν ἐὰν οὕτω μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην. τὸ οὖν εὐφη μότερον εἰπὼν ὁ ἀπόστολος, τὸ Ἁγιάζεται γάρ, ἀφῆκεν ἡμῖν τὸ ἄλλο νοεῖν. 37 vii 18–20 [περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω· ἐν ἀκροβυστίᾳ τις ἐκλήθη; μὴ περιτεμνέσθω. ἡ περιτομὴ οὐδέν ἐστι καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν θεοῦ. ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη ἐν ταύτῃ μενέτω.] [Ὠριγένους] ∆όξει ἀκαίρως παραβεβληκέναι τῷ περὶ γάμου καὶ ἁγνείας λόγῳ, μηδεμιᾶς ζητήσεως γενομένης περὶ τοῦ μὴ δεῖν τοὺς ἐκ περιτομῆς πιστεύοντας ἐπισπάσθαι καὶ πάλιν τοὺς ἐν ἀκροβυστίᾳ περιτέμνεσθαι, καὶ τὸ περὶ τοῦ δοῦλο ἐκλήθη ; μή οι μελέτω, καὶ τὰ ἑξῆς. μή ποτ' οὖν παράδειγμα ἔλαβεν τὴν δουλείαν καὶ τὴν ἐλευθερίαν τῶν γεγαμηκότων καὶ ἀγάμων, περιτετμημένον μὲν καλῶν τὸν ἀποβεβληκότα τὴν γυναῖκα ἀπερίτμητον δὲ τὸν γεγαμηκότα; ὡς γὰρ ἔ ονται οἱ δύο εἰ άρκα μίαν καὶ εἰσὶ μία σὰρξ ἡ γυνὴ καὶ ὁ ἀνήρ, ἀποβέβληκε δὲ τὰ τῆς σαρκὸς ὁ περιτετμημένος, οὕτως ὁ ἀποβαλὼν τὴν γυναῖκα καὶ οἱονεὶ περιτέτμηται τὴν σάρκα ἑαυτοῦ· οὕτω καὶ δοῦλον καλεῖ· ἐπεὶ γάρ φησι καὶ ἐν ἄλλοις οὐ δεδούλωται ὁ ἀδελφὸ ἢ ἡ ἀδελφὴ ἐν τοῖ τοιούτοι , ὡς δούλων ὄντων τῶν γεγαμηκότων, διὰ

About this text

Origen of Alexandria, Fragmenta ex commentariis in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam i ad Corinthios — new OET from PG 14 Greek.

Witnesses

  • Copy-text PG 14 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.