Unit 6 rem mid
Rem mid: Unit 6; lemma continues; spiritual reading with the letter.
Greek
Χρῶνται δὲ τῷ ῥητῷ τούτῳ καὶ οἱ ἀπὸ Μαρκίωνος, καὶ ἀναισθήτως κωλύουσι τὸν γάμον, λέγοντες τὴν ἁγνείαν πρόσταγμα εἶναι τοῦ ἄλλου θεοῦ ὃν ἀνέ πλασαν παρὰ τὸν δημιουργόν. πλὴν ἐκ τοῦ ῥητοῦ ἔστιν αὐτοὺς συμβιβάσαι ὅτι κακῶς κωλύουσι τὸν γάμον, κακῶς καὶ διαιροῦσι τὴν θεότητα. εἰ γὰρ χάρισμά ἐστι τῷ μὲν οὕτως τῷ δὲ οὕτως, χάρισμά ἐστι καὶ ὁ γάμος· εἰ χάρισμα καὶ ὁ γάμος, κακῶς κωλύεται τὸ χάρισμα ὁ γάμος· εἰ ὁ μὲν οὕτως ὁ δὲ οὕτως ἀπὸ θεοῦ, δῆλον ὅτι εἷς θεὸς ὁ δεδωκὼς τὴν ἁγνείαν καὶ ὁ δεδωκὼς τὸν γάμον, καὶ εἷς ὁ τοῦ νόμου καὶ τοῦ εὐαγγελίου θεός ἐστιν, ὃν κατήγγειλαν πρότερον μὲν οἱ προφῆται ὕστερον δὲ Χριστὸς Ἰησοῦς. 35 vii 8–12 [Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ· εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν· κρεῖττον γάρ ἐστι γαμῆσαι ἢ πυροῦσθαι. τοῖς δὲ γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγὼ ἀλλ' ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι–ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω–καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι. τοῖς δὲ λοιποῖς λέγω ἐγώ, οὐχ ὁ κύριος.] [Ὠριγένους] Τινὲς τῶν καθ' ἡμᾶς ὑπὲρ ἃ γέγραπται διδάσκουσι· καὶ οἰόμενοί τι ποιεῖν, δέον προτρέπειν ἐπὶ μονογαμίαν μετὰ τοῦ μὴ βρόχον ἐπιτιθέναι τοῖς μὴ δυναμένοις, τοῦτο μὲν οὐ ποιοῦσιν, ἀνάγκην δὲ ἐπιτιθέασι καὶ θέλουσι μὴ συνάγειν τοὺς διγάμους μηδὲ κοινωνεῖν αὐτοῖς ὡς παραβεβηκόσιν, οὐκ αἰ δούμενοι οὐδὲ τὰς τοῦ ἀποστόλου φωνάς. ὁ γὰρ λέγων τοῖς ἀγάμοις καὶ ταῖς χήραις, εἰ οὐκ ἐγκρατεύονται γαμησάτωσαν, ἄντικρυς ἐπέτρεψεν μετὰ τὸν πρῶτον γάμον μετὰ τὸ χηρεῦσαι γυναῖκα γαμῆσαι, μετὰ τοῦ λοιδορῆσαι τὸν γαμοῦντα, μετὰ τοῦ λοιδορῆσαι τὴν γαμουμένην· εἶπεν γὰρ Εἰ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν· ὅρα γὰρ εἰ μὴ ἤδη κατηγορία ἐστὶ τὸ μὴ ἐγκρατεύεσθαι, οἷον ἔστι λέγεσθαι ἀνθρώποις χριστιανοῖς Κάλλιον γαμῆσαι ἢ πυροῦσθαι, πύρωσιν ὀνομάσαντος αὐτοῦ τὴν ἐπιθυμίαν τῆ αρκὸ μὴ σβεννυ μένην ὑπὸ τοῦ λόγου ἀλλὰ κρατοῦσαν τῆς ψυχῆς τοῦ ἁμαρτωλοῦ. Ἡμεῖς οὖν διδαχθέντες ὑπὸ τοῦ ἀποστόλου οὐ κωλύομεν τὴν διγαμίαν, συγκρίσει γὰρ πυρώσεως αἱρετωτέρα διγαμία· ὅταν δὲ κακοῖς συγκρινόμενον κρεῖττον εἶναί τι νομίζεται, ἐκεῖνο ἄντικρυς οὐκ ἔστι καλόν. οὐκ ἔστιν σω φροσύνη ὁ δεύτερος γάμος· οὐκ ἔστιν κατὰ φύσιν Ἀδὰμ τῷ πρωτοπλάστῳ· οὐ γὰρ δύναται τῇ δευτέρᾳ λέγεσθαι γυναικὶ Τοῦτο νῦν ὀ τοῦν ἐκ τῶν ὀ τῶν μου καὶ ὰρξ ἐκ τῆ αρκό μου. ἔσχεν Ἀβραὰμ καὶ τὴν Ἄγαρ, γέγονεν καὶ μετὰ τῆς Χεττούρας· ὅτε δὲ ἐτελεύτα, οὐδεμία ἐτέθη σὺν αὐτῷ ἀλλ' ἡ φύσει γυνή· Ἀβραὰμ γὰρ καὶ Σάρρα ἦν ἐν τῷ μνημείῳ. καὶ Ἰακὼβ δέ, † εἰ καὶ ἔσχεν μετὰ Ῥαχὴλ καὶ μετὰ Λίας † γεγένηται καὶ μετὰ τῶν παιδισκῶν, ἀλλ' ἐν τῷ μνημείῳ μόνη Λία ἐγένετο σὺν αὐτῷ. † Μετὰ τοῦ τῆς τῶν πατέρων ἔσεσθαι οἰκονομίας μυστικῆς· † οὐ δήπου δὲ καὶ νῦν ὁ λαμβάνων δευτέραν λέγει ὅτι Τελῶ οἰκονομίαν μυστικήν. ἐλεύσεται γὰρ ὁ Παῦλος λέγων λέγετέ μοι οἱ τὸν νόμον ἀναγινώσκοντες, τὸν νόμον οὐκ ἀκούετε; γέγραπται γὰρ Ὁ δεῖνα δύο υἱοὺ ἔ χεν, καὶ τὰ ἑξῆς· οὐ μέλλει καὶ ἐπ' αὐτοῦ λέγεσθαι Ἅτινά ἐ τιν ἀλληγορούμενα, καὶ αὗται γάρ εἰ ι δύο διαθῆκαι· ταῦτα γὰρ τυπικῶ υνέβαινεν ἐκείνοι , ἐγράφη δὲ δι' ἡμᾶς εἰ οὓ τὰ τέλη τῶν αἰώνων κατήντηκεν. Λέγω δὲ ταῖς χήραις καὶ τοῖς ἀγάμοις, καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ. τοῦτο δὲ δεύτερον καλόν ἐστιν· ἔστι γὰρ πρῶτον τούτου ἄλλο καλόν· καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι. ποῖον δεύτερον καλόν; καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ· εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν· κρεῖττον γάρ ἐστι γαμῆσαι ἢ πυροῦσθαι. διὰ τοῦτο οἱ ἐν γάμοις πρώτοις ὄντες καὶ μηδέπω πεπειραμένοι δευτέρων ἀσκείτωσαν τὴν ἁγνείαν, ἵνα ἐὰν γένηταί τι ἀνθρώπινον μὴ ἀνάσκητοι καταληφθέντες ἀσχημονήσωσιν. κρεῖττον οὖν τὸ γαμῆσαι δεύτερον γάμον, οὐ γὰρ τὸν πρῶτον λέγει ἐνθάδε ὡς δῆλόν ἐστιν ἐκ τῆς λέξεως τῆς πυροῦσθαι. Ἐντεῦθεν εἰς ἑτέραν μεταβαίνει νομοθεσίαν· Τοῖς δὲ γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγὼ ἀλλ' ὁ κύριος· ἡ νομοθεσία ἡ πρὸς τοὺς γεγαμηκότας οὐκ ἀπ' ἐμοῦ ἐστιν, ἀλλ' ἀπὸ τοῦ κυρίου. ἅμα δὲ τηρεῖ ἀναγκαῖον παρατήρημα, ὅτι γεγαμηκότας ὠνόμασεν ὅταν ἀμφότεροι ὦσι πιστοὶ καὶ ὁ ἀνὴρ καὶ ἡ γυνή. ὅ<τ>ι δὲ τοὺς ἄλλους ὅσοι ἑτεροζυγοῦ ιν οὐκ ὠνόμασεν ἐν γεγαμηκόσιν, δῆλον ἐκ τοῦ ἐπιφέρειν αὐτὸν Τοῖς δὲ λοιποῖς λέγω ἐγώ, οὐχ ὁ κύριος. οὔκουν οἱ λοιποὶ οὐκ εἰσὶ γεγαμηκότες; οὐ γὰρ μετρεῖ αὐτοὺς γεγαμηκότας· οὐ γὰρ ἐπὶ τούτων ἁρμόζεται γυνὴ ἀνδρὶ παρὰ θεοῦ· ἐπὶ δὲ τῶν πιστῶν, ὅτε ἀμφότεροι κοινωνοῦσι καὶ
About this text
Origen of Alexandria, Fragmenta ex commentariis in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam i ad Corinthios — new OET from PG 14 Greek.
Witnesses
- Copy-text PG 14 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.