Fragmenta ex commentariis in epistulam i ad Corinthios Unit 7 opening
Unit 7.
Lemma-led open — τοῦτο καὶ ἐνθάδε δοῦλον ὀνομάζει τὸν μετὰ τὸν γάμον κεκλημένον, ἐλεύθερον δὲ τὸν ἄγαμον. Λ
Greek
τοῦτο καὶ ἐνθάδε δοῦλον ὀνομάζει τὸν μετὰ τὸν γάμον κεκλημένον, ἐλεύθερον δὲ τὸν ἄγαμον. Λέγεται οὖν ὡς περὶ περιτομῆς καὶ περὶ δούλων τὰ εἰρημένα εἰς τὸν τόπον. πλὴν οὐκ ἄτοπόν ἐστι τῷ ῥητῷ χρήσασθαί ποτε πρὸς τοὺς οἰομένους μετὰ τὴν πίστιν δεῖν περιτέμνεσθαι ἐξ εὐλαβείας, εὐλαβείας δὲ τῆς οὐ κατ' ἐπίγνω ιν, διὰ τὰ ἀναγεγραμμένα ἐν τῇ παλαιᾷ διαθήκῃ περὶ περιτομῆς. πάλιν οὐ καλόν ἐστι διά τινας τοὺς ἐκ περιτομῆς πιστεύοντας <καὶ> οἰομένους αἰσχύνην φέρειν αὐτοῖς τὴν περιτομήν, καὶ βουλομένους ἀκροβυστίαν περισπᾶσθαι, χρῆσθαι ῥητῷ τῷ λέγοντι Περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω; καὶ ἔχει γε λόγον λέγειν πρὸς τοὺς τοιούτους, ὅτι κατ' αὐτὸ ἡ περιτομὴ πρᾶγμα ἀδιάφορόν ἐστιν. οὔτε οὖν περὶ περιτομῆς νῦν ἐστιν οὔτε περὶ ἀκροβυστίας, ἀλλὰ περὶ τοῦ ἀγάμου καὶ τοῦ γεγαμηκότος· Περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω· ὡσεὶ ἔλεγεν Μὴ ἐπισπάσθω γυναῖκα· ἤδη περιετμήθη· ἀπέβαλεν γυναῖκα, μὴ γαμείτω ἄλλην. Ἐν ἀκροβυστίᾳ ἐκλήθη τις; μὴ περιτεμνέσθω· οἷον· Ἐν γάμῳ ἐκλήθης; μὴ ἀπόβαλέ σου τὴν γυναῖκα. Ἡ περιτομὴ οὐδέν ἐστι, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν. ἐπεὶ τινὲς οἴονται τὸν ἄγαμον πλέον τι ἔχειν κατὰ τοῦτο τοῦ γεγαμηκότος, τὸν δὲ γεγαμηκότα ἧττόν τι ἔχειν παρ' αὐτὸ τὸ γεγαμηκέναι τοῦ ἀγάμου, θέλομεν, φησί, διδάξαι ὅτι τῷ ἰδίῳ λόγῳ ἡ ἀγαμία ἀδιάφορόν ἐστιν καὶ τῷ ἰδίῳ λόγῳ ὁ γάμος ἀδιάφορό<ν> ἐστιν. δύναται γὰρ καὶ ὁ ἄγαμος ὢν καὶ ἀληθῶς καθαρεύων ἀπὸ πάσης μίξεως, ἄλλως δὲ κακῶς βιούς, μὴ ὠφελεῖσθαι ἀπὸ τῆς ἀγαμίας· δύναται δέ τις καὶ ἐν γάμῳ ὢν καὶ τὰ τοῦ γάμου πράττων τάξει δὲ καὶ καιρῷ αὐτὰ ποιῶν, τὴν ἄλλην πολιτείαν σώζων, μὴ ἐλάττων εἶναι τοῦ ἀγάμου. ὅτι γὰρ ἀδιάφορόν ἐστιν ἡ ἀγαμία καὶ αὐτὴ ἡ καθαρότης, οὕτως ἀποδείξομεν. εἰ μὲν μόνοι οἱ ἀπὸ τῆς ἐκκλησίας ἤσκουν τὴν ἀγαμίαν, ἦν ἂν εἰπεῖν ὅτι ἡ ἀγαμία τῷ ἰδίῳ λόγῳ καθαρόν τι καὶ θεῖον πρᾶγμά ἐστιν· νῦν δὲ ἔστιν εὑρεῖν καὶ μοχθηρᾷ προθέσει ἀγάμους. οἱ γοῦν ἀπὸ Μαρκίωνος ἀσκοῦσι καὶ αὐτοὶ τὴν ἀγαμίαν καὶ τὴν καθαρότητα, ἀλλ' οὐχ ὡς οἱ ἐκκλησιαστικοί· οὗτοι γὰρ ἵνα ἀρέσωσι τῷ κτίσαντι τὸν κόσμον θεῷ, ἐκεῖνοι δὲ ἵνα μὴ συνεργήσωσι τῷ τοῦ κόσμου θεῷ. κοσμεῖται δὲ ἡ ἀγαμία ἐκκλησιαστικῷ βίῳ καὶ λόγῳ, γνώσει καθαρᾷ καὶ ἀληθείᾳ. οὕτω καὶ ὁ ἄγαμος ἀδιάφορός ἐστι τῷ ἰδίῳ λόγῳ· ἔστιν δὲ καὶ ἐν γάμῳ ὄντα ἀνεγκλήτως εἶναι, καθὰ καὶ προαποδεδώκαμεν. ἡ περιτομὴ οὖν οὐδέν ἐστι καὶ ἡ ἀκροβυστία οὐδέν ἐστι, καὶ κατὰ τὸ ῥητὸν καὶ κατὰ τὰ προκείμενα. ἀλλὰ τί ἐστι τὸ σῶζον; Τήρησις ἐντολῶν θεοῦ. πᾶς γὰρ ὃ ἐὰν μίαν τῶν ἐντολῶν τούτων λύ ῃ τῶν ἐλαχί των καὶ διδάξει οὕτω τοὺ ἀνθρώπου , οὐκ εἶπεν Οὐκ εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ἀλλ' ἐλάχι το κληθή εται ἐν τῇ βα ιλείᾳ τῶν οὐρανῶν. εἰ δὲ ὁ λύσας μίαν τῶν ἐντολῶν τῶν ἐλαχί των ἐλάχι το κληθή εται ἐν τῇ βα ιλείᾳ τῶν οὐρανῶν, ὁ δύο λύσας ἐντολὰς ποῦ εὑρεθήσεται; ἕκαστος οὖν ἐν τῇ κλήσει ᾗ ἐκλήθη, ἐν ταύτῃ μενέτω. ἐκλήθης ἐν γάμῳ; μὴ ζήλου τὸν ἄγαμον. ἐκλήθης ἄγα μος; μὴ πάντως ἐπισπῶ, εἰ δύνασαι καθαρώτερον ζῆν. 38 vii 21–24 [∆οῦλος ἐκλήθης; μή σοι μελέτω· ἀλλ' εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι. ὁ γὰρ ἐν κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος κυρίου ἐστίν· ὁμοίως καὶ ὁ ἐλεύθερος κληθεὶς δοῦλός ἐστι Χριστοῦ. τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ μενέτω παρὰ θεῷ.] [Ὠριγένους] ∆οῦλον ὠνόμασεν ἀναγκαίως τὸν γεγαμηκότα· δοῦλος γὰρ τῆς γυναικὸς ὁ ἀνήρ, μὴ ἔχων ἐξουσίαν τοῦ ἰδίου ώματο , καὶ τοῦ ἀνδρὸς ἡ γυνή· οὐκ ἐξου ιάζει γὰρ τοῦ ἰδίου ώματο ἀλλ' ὁ ἀνήρ. δοῦλος οὖν ἐκλήθης; μή σοι μελέτω· ἀλλ' εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι· τοῦτ' ἔστιν, εἰ μὴ παρανομεῖς κατὰ τὸν λόγον, δύνασαι ἐλεύθερος εἶναι· πῶς; ἐκ υμφώνου ἵνα χολά ητε τῇ προ ευχῇ μετὰ πάσης ὁμονοίας. Ὁ γὰρ ἐν
About this text
Origen of Alexandria, Fragmenta ex commentariis in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam i ad Corinthios — new OET from PG 14 Greek.
Witnesses
- Copy-text PG 14 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.