Fragments on 1 Corinthians · §u07-rem-early

Unit 7 rem early

Rem early: Unit 7; Pauline lemma and Origen’s theoria.

Greek

κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος κυρίου ἐστίν· οἷον· Ἐκλήθης δοῦλος; τοῦτο ἴσθι ὅτι οὐ μόνον οὐκ εἶ δοῦλος, ἀλλὰ καὶ ἔχεις τι ἐλευθερίας διὰ τὸν κύριον. ὁ γὰρ ἀπελεύθερος οὔτε καθαρῶς ἐλεύθερός ἐστιν οὐδὲ ἔτι δοῦλος, ὡς εἶναι τὸν μὲν καθαρὸν πάντῃ ἐλεύθερον τὸν δὲ ἐν γάμῳ δοῦλον· ὅταν δὲ ἐν κυρίῳ ᾖ δοῦλος, τότε λέγομεν ὅτι ἀπελεύθερος κυρίου ἐστίν. ὁ δὲ ἐλεύθερος κληθεὶς δοῦλός ἐστιν οὐ γυναικός, ἀλλὰ τοῦ λόγου τοῦ θεοῦ. Τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. ὅση δύναμις νοήσατε τὸν ἐξαγορά αντα ἡμᾶ τὸν λόγον τοῦ θεοῦ· τὸ αἷμα τὸ ἐκχυθὲν ὑπὲρ ἡμῶν ἐξευμενίσωμεν. Ἐλέγομεν ἐν τῷ λόγῳ τῷ περὶ ἀγάμων καὶ γεγαμηκότων ὅτι ἐπιτείνει καὶ ἀνίησι τὸν λόγον. οὕτως καὶ ἐνθάδε πεποίηκεν εἰπὼν Μὴ γίνεσθε δοῦλοι ἀνθρώπων· οἱονεὶ γὰρ ἐπιτείνει καὶ σφοδρότερον ποιεῖ τὸν λόγον, προτρεπόμενος τοὺς κατὰ τὸ δυνατὸν οἵους τε καθαρεύειν καὶ καθαρεύειν ἕκαστον ἐν τῇ κλήσει ᾗ ἐκλήθη. Ἰστέον δὲ ὡς οἱ λοιποὶ ἑρμηνευταὶ περὶ ἀκροβυστίας καὶ περιτομῆς κατὰ τὸ ῥητὸν ἐκδεδώκασι τὴν ἔννοιαν· συνήθως γάρ, φασίν, ἀπὸ τοῦ προκειμένου εἰς ἕτερα μεταβαίνει, πᾶσι νομοθετῶν τὰ κατάλληλα. 39 vii 25 [Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι.] [Ὠριγένους] Τῶν ἐντολῶν αἱ μὲν εἰσὶν ἐπιτεταγμέναι, αἱ δὲ οὐκ ἐπιτεταγμέναι ἀλλ' αὐτεξούσιοι καὶ τῇ προαιρέσει ἐπιτετραμμέναι ὑπὸ τοῦ θεοῦ. αἱ μὲν γὰρ αὐτῶν ὧν οὐκ ἔστιν ἄνευ σωθῆναι, αὗταί εἰσιν αἱ προστεταγμέναι· αἱ δὲ μείζονες τῶν προστεταγμένων, ἃς κἂν μὴ ποιήσωμεν σωζόμεθα, οὐκ εἰσὶν ἐπίταγμα τοῦ θεοῦ. ἄκουε γάρ, φησίν, τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ διδάσκοντος ἐν αὐτῷ καὶ λέγοντος ὅταν ποιή ητε πάντα τὰ διατεταγμένα ὑμῖν, ὀφείλετε λέγειν δοῦλοι ἀχρεῖοί ἐ μεν, ὃ ὀφείλομεν ποιῆ αι πεποιήκαμεν. καὶ εἰ, ἐὰν ποιήσω πάντα τὰ διατεταγμένα, δοῦλός εἰμι ἀχρεῖος, πότε φεύξομαι τὸ εἶναι δοῦλος ἀχρεῖος; ἐὰν φιλοτιμότερος ὢν ἐπαναβαίνῃς ἀπὸ τῶν διατε ταγμένων· οἷον· Τὸ οὐ μοixεύ ει ἐὰν τηρήσω καὶ τὸ μὴ ἐμβλέψαι γυναικὶ πρὸ τὸ ἐπιθυμῆ αι, ὃ ὤφειλον ποιῆ αι πεποίηκα. ἐὰν δὲ παρθένος μείνω, οὐ κελευσθεὶς οὐδὲ διαταχθείς, οὐκέτι λέγω ἐπὶ τῷ τῆς παρθενίας κατορθώ ματι δοῦλοι ἀχρεῖοί ἐ μεν, ὃ ὀφείλομεν ποιῆ αι πεποιήκαμεν. οὕτως καὶ ἐπὶ τῶν λοιπῶν ἐντολῶν, ἐὰν μὴ κλέψω ἢ πλεονεκτῶ, ὀφείλομεν λέγειν ἀχρεῖοι δοῦλοι ἐ μέν. ἐὰν δὲ πωλήσω πάντα τὰ ὑπάρχοντά μου καὶ δώσω πτωχοῖ , οὐκέτι λέγω Ἀχρεῖός εἰμι, ὃ ὤφειλον ποιῆσαι πεποίηκα. διὰ τοῦτο λέγει ὁ ἀπόστολος Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι. ἐν γὰρ τῷ λέγειν τοῖς μαθη ταῖς τὸν κύριον οὐ πάντε χωροῦ ι τὸν λόγον ἀλλ' οἷ δέδοται καὶ ἐπιφέρει ὁ δυνάμενο χωρεῖν χωρείτω· οὐκ ἐπέταξεν, ἀλλ' αὐτεξούσιον εἴασεν. Γνώμην οὖν, φησὶν ὁ ἀπόστολος, δίδωμι, καὶ ἵνα παραστήσῃ ὅτι κύριος ἐν αὐτῷ λέγει εἶπεν ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι. [vii 26] Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι. Ἀνάγκην φησὶ τὴν ἐν τῷ σώματι διατριβήν, ὡς καὶ ἑτέρωθί φησι τὸ δὲ ἐπιμεῖναι τῇ αρκὶ ἀναγκαιότερον δι' ὑμᾶ . τετράκις δὲ ἐν τῷ τόπῳ τὸ καλὸν ὠνόμασεν ὁ ἀπόστολος· φησὶ γὰρ πρῶτον μὲν καλὸν ἀνθρώπῳ γυναικὸ μὴ ἅπτε θαι· δεύτερον δὲ καλὸν αὐτοῖ ἐὰν μείνω ιν ὡ κἀγώ· τρίτον Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην· τέταρτον Καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι. ὁρᾷς, ὅσα περὶ ἁγνείας εἴρηται, ταῦτα μετὰ τοῦ καλοῦ ὠνό μασται· ὅσα δὲ περὶ τοῦ γάμου, μετὰ τοῦ μὴ ἁμαρτάνειν τὸν γαμοῦντα. [vii 27] ∆έδεσαι γυναικί; μὴ ζήτει λύσιν. λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα. ∆ι' ὅλου τοῦ λόγου, καθὰ εἴρηται, ἐπιτείνει καὶ ἀνίησιν, ἵνα ὁ ἀκροατὴς ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ λαβὼν κρίνῃ εἴ τι δύναται καὶ ποίᾳ ἀσκήσει ἑαυτὸν ἐπι δοῦναι δυνηθῇ. οὕτως οὖν καὶ ἐνθάδε ἀπέτρεψε μὲν τοῦ λύειν τὸν γάμον, προτρέπεται δὲ πάλιν καθαρεύειν. οὐκοῦν δεδεμένον μὲν εἶπεν τὸν ἄνδρα τὸν γεγαμηκότα· εἰ δὲ περίστασίς ἐστι τὸ δεδέσθαι, καὶ δεῖ φεύγειν τὰς παριστά σεις ὅση δύναμις. καὶ τὸ δεδέσθαι γυναικὶ μὴ ζήτει λύειν, ὁ δὲ μὴ δεδεμένος ὀφείλει φυλάττεσθαι ἵνα μὴ δεθῇ· ἀληθῶς γὰρ εὑρήσεις αὐτοὺς δεδεμένους τῷ φίλτρῳ τῷ γαμικῷ. οὐκ ἔξεστιν οὖν τὸν ἐν γάμῳ προληφθέντα ζητῆσαι ἄκαιρον ἐλευθερίαν, ἀλλὰ μένειν ἐν τῇ δουλείᾳ· καὶ εἰ λέλυταί τις, μὴ ζητεῖν γυναῖκα. [vii 28a] Ἐὰν δὲ καὶ γήμῃς, φησίν, οὐχ ἥμαρτες. οὐκ εἶπεν Ἐὰν γαμήσῃς, καλόν· ἀλλ' Ἐὰν γήμῃς, οὐχ ἥμαρτες· τήρει τὴν διαφοράν. καὶ

About this text

Origen of Alexandria, Fragmenta ex commentariis in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam i ad Corinthios — new OET from PG 14 Greek.

Witnesses

  • Copy-text PG 14 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.