Fragments on 1 Corinthians · §u07-rem-close

Unit 7 rem close

Rem CLOSEOUT: Unit 7 CLOSEOUT.

Greek

τὸν θεῖον Ἱερεμίαν τὸν φάσκοντα αὐτοῖς Νεώ ατε ἑαυτοῖ νεώματα, πρὸς ὑποδοχὴν δηλονότι σπερμάτων, περὶ ὧν γέγραπται Ἐξῆλθεν ὁ πείρων τοῦ πεῖραι. καὶ μετὰ τοῦ σπεῖραι τὰ νεωθέντα Ἐπιτηρῶ, φησί, τὰ σπέρματα, μήποτε ἐλθόντα τὰ πετεινὰ τοῦ οὐρανοῦ ἄρῃ τὸν σπόρον· καὶ ὅταν καρποφορήσῃ καὶ ποιήσῃ καρποὺς δικαιοσύνης καὶ ὅτ<ε> λευκή ἐστιν ἤδη πρὸ θερι μόν, ἔξεστί μοι λοιπὸν λαβεῖν. οὐ γὰρ σκανδαλισθή σεται ἐπὰν μνησθῇ ὅσα κέκμηκα, ἵνα αὐτοῦ τὴν ψυχὴν ἀροτριάσω, ἵνα σπείρω, πῶς ἐπέμεινα μέχρις οὗ ἔλθῃ ὁ σπόρος αὐτοῦ τελειωθεὶς ἐπὶ τὴν ἅλω. καὶ διὰ τοῦτο λαμβάνειν μοι ἔξεστιν ἀπ' αὐτοῦ τροφάς. ἀλλ' οὐ πάντως κέχρημαι τῇ ἐξουσίᾳ, ἀλλ' ἐπ' ἐλπίδι τοῦτο ποιῶ, παραστῆσαι τὸ γέννημα τῷ οἰκοδεσπότῃ· γεωργὸς γάρ εἰμι· οὐχ ἵνα τὰ ὀφειλόμενα ἀποδοθῆναι τῷ θεῷ εἰς τὰς ἐμὰς λάβω ἀποθήκας. εἶτά τι περὶ τοῦ αὐτοῦ ὁ ἀπόστολος διδάσκων φησὶν Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα; καὶ τὰ ἑξῆς. 42 ix 16 [Ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστι μοι καύχημα· ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ δέ μοι ἐστὶν ἐὰν μὴ εὐαγγελίζωμαι. εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι.] [Ὠριγένους] ∆ιδασκόμεθα ὅτι ὅσα ἐξ ἀνάγκης ποιοῦμεν, ταῦτα οὐκ ἔχει καύχημα· ὅσα δὲ προαιρέσει ποιοῦμεν, οὐκ ἐπικειμένης ἀνάγκης, ταῦτα ἔχει καύχημα. οἷον· ὁ μὴ μοixεύων ἢ φονεύων <οὐκ> ἔχει καύχημα, ἀλλ' ὁ παρθενεύων· οὐ γὰρ ἐξ ἀνάγκης ἦλθεν εἰς τὸ παρθενεύειν ἀλλ' ἐκ προαιρέσεως. ὅπου δὲ τὸ Οὐαὶ παράκειται ἐὰν μὴ ποιῶ, οὐκ ἔχω καύχημα. διὰ τοῦτο φησὶν Εἰ μὲν ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι. Πάλιν καθολικὸν διδασκόμεθα. τινὰ ποιοῦμεν ἑκόντες ὅλῃ ψυχῇ, τινὰ δὲ ποιοῦμεν μέν, οὐχ ἑκόντες δὲ ἀλλ' οὐδὲ ἐν ὅλῃ ψυχῇ, ἀλλ' ἐκ λύπης ἢ ἐξ ἀνάγκης. τῶν μὲν γὰρ ἑκουσίως ὑφ' ἡμῶν γινομένων ἐστὶ μισθός· τῶν δὲ γινομένων μέν, ὡς ἐκ λύπης δέ, οὐδὲ μισθὸς οὐδὲ κόλασις. οἷον· Ἐλεημοσύνην ποιῶ· εἰ ἑκών, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οὐκ ἐγκαλοῦμαι μετὰ τῶν ἀκουόντων Ἐπείνων καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν καὶ τὰ ἑξῆς. οὗτος οὖν ἐστιν ὁ μισθός, ἵνα ὅπου ἐξουσίαν ἔχω μὴ ποιήσω. 43 ix 19–23 [Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω· καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίουςκερδήσω· τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον <μὴ ὢν αὐτὸς ὑπὸ νόμον>, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω· τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος θεῷ ἀλλ' ἔννομος Χριστοῦ, ἵνα κερδήσω ἀνόμους· ἐγενόμην τοῖς ἀσθενέσιν ὡς ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω· τοῖς πᾶσι γέγονα τὰ πάντα, ἵνα πάντως τινὰς σώσω. <πάντα> δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι.] [Ὠριγένους] Τὸ ἐκ πάντων εἶναι ἐλεύθερον ἀποστόλου ἐστὶ τελείου. δύναται γάρ τις ἐλεύθερος εἶναι ἀπὸ πορνείας ἀλλὰ δοῦλος ὀργῆς, ἐλεύθερος ἀπὸ φιλαργυρίας ἀλλὰ δοῦλος κενοδοξίας· δύναται εἶναι ἐλεύθερος ἀπὸ ἄλλου ἁμαρτήματος, ἀλλὰ δοῦλος ἄλλου ἁμαρτήματος. τὸ δὲ εἰπεῖν Ἐλεύθερος ὢν ἐκ πάντων ἀπο στόλου τελείου ἐστίν· ὁποῖος ἦν Παῦλος. κατὰ δὲ τὸ προκείμενον τοιοῦτον νοῦν ἔχει· Ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσωἐλεύθερος γὰρ ὢν ἀπὸ Ἰουδαϊσμοῦ, ἐδούλωσα ἐμαυτὸν Ἰουδαίοις, ἵνα Ἰουδαίουςκερδήσω· ἐλεύθερος ὢν ἀπὸ τοῦ εἶναι ὑπὸ νόμον ἐμαυτὸν ἐποίησα ὡς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω. συγκατέβαινεν γὰρ ὁ Παῦλος εἰς συναγωγὰς Ἰουδαίων, εἰσήρχετο πρὸς αὐτούς, ἐποίει κατὰ τὰ ἔθη αὐτῶν χωρὶς βλάβης, οὐ συνυποκρινόμενος ἀλλὰ θηρεύων τινὰς ἐξ αὐτῶν. Τινὲς ἐζήτησαν τίς ἡ διαφορὰ τῶν ὑπὸ τὸν νόμον παρὰ τοὺς Ἰουδαίους· φαμὲν οὖν ὅτι οἱ ὑπὸ τὸν νόμον ἕτεροι Ἰουδαίων εἰσίν, ὡς Σαμαρεῖς. Τοῖς ἀνόμοις ὡς ἄνομος· ἦλθεν εἰς τὰς Ἀθήνας· εὗρεν ἐκεῖ φιλοσόφους· ἐχρήσατο οὐ προφητικοῖς λόγοις οὐδὲ νομικοῖς, ἀλλ' εἴ που ἦν ἐκ προπαιδεύσεως μάθημα Ἑλληνικὸν τοῦτο ὑπομνησθεὶς ἔλεγεν πρὸς Ἀθηναίους· φησὶ γὰρ Ὡ καί τινε τῶν καθ' ὑμᾶ ποιητῶν εἰρήκα ιν Τοῦ γὰρ καὶ γένο ἐ μέν. ἐκεῖ τοῖς ἀνόμοις γέγονεν ὡς ἄνομος, ἵνα τοὺς ἀνόμους κερδήσῃ. καὶ πάλιν φησὶ ∆ιερχόμενο καὶ ἀναθεωρῶν τὰ εβά ματα ὑμῶν, εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο Ἀγνώ τῳ θεῷ. ὃν οὖν ἀγνοοῦντε εὐ εβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. καὶ διὰ τούτων ἄρχεται θεοσέβειαν παραδιδόναι. Τοῖς οὖν ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος θεῷ. οὐκ ἐν τῷ συγκαταβαίνειν αὐτοῖς ἀνομίαν τινὰ ἐποίουν, ἀλλ' ἐτήρουν ἐμαυτὸν ἔννομον Χριστοῦ, ἵνα κερδήσω τοὺς

About this text

Origen of Alexandria, Fragmenta ex commentariis in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam i ad Corinthios — new OET from PG 14 Greek.

Witnesses

  • Copy-text PG 14 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.