Fragments on 1 Corinthians · §u07-rem-mid

Unit 7 rem mid

Rem mid: Unit 7; lemma continues; spiritual reading with the letter.

Greek

ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτεν· οὐκ εἶπεν πάλιν Καλόν, ἀλλ' οὐχ ἥμαρτεν. [vii 28b] Θλίψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι. Πῶς γὰρ οὐχ ἕξουσι θλίψιν ὅτε τὰ εἰρημένα πρὸς τὴν γυναῖκα ἔρχεται ἐπὶ τὴν γεγαμημένην Ἐν λύπαι τέξῃ τέκνα καὶ πρὸ τὸν ἄνδρα ου ἡ ἀπο τροφή ου καὶ αὐτό ου κυριεύ ει. τούτων δὲ πάντων ἐλευθέρα ἐστὶν ἡ παρθένος, ἐλευ θερωθεῖσα ἀπὸ τῆς καθαρότητος, νυμφίον εὐλογίας περιμένουσα. πᾶς γάμος ἐν σκότῳ γίνεται, διὸ μὴ κοίται καὶ ἀ ελγείαι · ὁ δὲ Χριστοῦ γάμος, ὅταν ἀπολάβῃ αὐτοῦ τὴν ἐκκλησίαν, ἐν τῷ φωτὶ γίνεται. διὰ τί γὰρ μετὰ λαμ πάδων καὶ ἐλαίου διαρκοῦντος εἰσέρχονται παρθένοι εἰς τὸν γάμον; διότι εὐσχημοσύνης ἐστὶν ὁ γάμος ἐκεῖνος. ὁ σαρκὶ κολλώμενο ἓν ῶμά ἐ τιν· πνεύματι δὲ ὁ κολλώμενο ἓν πνεῦμά ἐ τιν. τί δὲ εὐσχημονέστερον ψυχῆς πνεύματι κολλωμένης καὶ ἑνουμένης αὐτῷ, καὶ μηκέτι οὔσης ψυχῆς ἀλλὰ γινομένης ὅπερ τὸ πνεῦμα; ἐπὶ γὰρ τοῦ γάμου εἴρηται ἔ ονται οἱ δύο εἰ άρκα μίαν· ἐπὶ δὲ τοῦ ὁ κολλώμενο τῷ κυρίῳ ἔσται ἓν πνεῦμα. 40 ix 7–9 [Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; τίς φυτεύει ἀμπελῶνα καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; ἢ τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει; Μὴ κατὰ ἄνθρωπον λαλῶ; ἢ οὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει; ἐν γὰρ τῷ Μωσέως νόμῳ γέγραπται Οὐ φιμώ ει βοῦν ἀλοῶντα.] [Ὠριγένους] Ὡς μὲν στρατιώτης θεοσεβὴς φησὶν ὁ ἀπόστολος τὸ Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; ὡς δὲ θεοῦ γεώργιον πεπιστευμένος καὶ γεωργῶν τὴν ἐκκλησίαν τὸ Τίς φυτεύει ἀμπελῶνα καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; ὡς δὲ μαθητὴς τοῦ καλοῦ ποιμένο καὶ τεθεικότος τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων τὸ Τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει; καὶ ὡς μὲν στρατιώτης διδάσκει καὶ ἡμᾶς στρατεύεσθαι λέγων Οὐδεὶ τρατευόμενο ἐμπλέκεται ταῖ τοῦ βίου πραγματείαι , ἵνα τῷ τρατολογή αντι ἀρέ ῃ· ὡς δὲ γεωργὸς διδάσκει καὶ ἡμᾶς γεωργεῖν· ἐγὼ ἐφύτευ α, Ἀπολλὼ ἐπότι εν, ἀλλ' ὁ θεὸ ηὔξανεν. περὶ δὲ ποιμένων οἱ προφῆται ἡμᾶς ἐδίδαξαν, τῶν ἀγαθῶν τοὺς μισθοὺς διηγούμενοι καὶ τῶν ἄλλως ποιμαινόντων τὰς κολάσεις ἀπαγγέλλοντες. Καὶ δόξει μὲν ὁ ἀπόστολος διὰ τούτων τῷ μὴ προσέχοντι τῇ γραφῇ ἐπι λελῆσθαι τοῦ προκειμένου· τὸ δὲ ἀληθὲς οὐχ οὕτως ἔχει, ἀλλ' ἔχεται τοῦ λόγου. περὶ εἰδωλοθύτων πρόκειται αὐτῷ διδάσκειν, ἵνα κἂν γνῶσίν τις ἐπαγ γελλόμενος φάσκῃ μὴ βλάπτεσθαι ἀπὸ τῆς τῶν εἰδωλοθύτων χρήσεως αἰτία δὲ ἑτέροις βλάβης γίνηται, ὀφείλει πεφροντικέναι τοῦ πέλας, ἵνα μὴ τῇ προφάσει αὐτοῦ ἄλλοι ἀπολλύωνται. εἰς τοῦτο παραλαμβάνει τὰ παρα δείγματα καὶ λέγει Οὐ πάντως ἐάν τινος ἐξουσίαν ἔχωμεν, ὀφείλομεν κατα χρᾶ θαι τῇ ἐξου ίᾳ. εἴτε γὰρ στρατιώτης ἐστίν, οὐ στρατεύεται ὥστε μηδὲν τοῖς ὀψωνίοις περιποιεῖν ἑαυτῷ· εἴτε γεωργός, οὐκ ἀρκεῖται τῷ μισθῷ ἀλλ' ἐσθίει ἀπὸ τῆς σταφυλῆς· εἴτε ποιμήν, πρὸς τῷ μισθῷ μεταλαμβάνει τοῦ γάλακτος. οὕτως κἀγὼ ὀφείλω, πρὸς ταῖς ἀποκειμέναις μοι ἐπαγγελίαις ἐκ τοῦ καλῶς ἐστρατεῦσθαι ἢ γεωργεῖν ἢ ποιμαίνειν, μεταλαμβάνειν ἐν τῷ κόσμῳ τούτῳ τῶν πρὸς τὰς χρείας ἀπὸ τῶν ὑπ' ἐμοὶ στρατιωτῶν, τῶν γεωργουμένων, τῶν ποιμαινομένων. ἀλλ' ὅμως, εἰ καὶ ἐξουσίαν ἔχω τῶν πρὸς τὰς χρείας, σκοπῶν τὸ τῆς οἰκοδομῆς τῶν ἀνθρώπων οὐ καταχρῶμαι τῇ ἐξουσίᾳ, εὐλαβού μενος ἐκκοπήν τινα δοῦναι τῷ εὐαγγελίῳ τοῦ χρι τοῦ, ἢ καὶ διδόναι πρόφασιν τοῖς περιπατοῦ ιν ἀτάκτω καὶ μηδὲν ἐργαζομένοι ἀλλὰ καὶ περιεργαζομένοι . ὥσπερ οὖν ἐγὼ οὐ χρῶμαι τῇ ἐξουσίᾳ ᾗ ἔλαβον ἀπὸ τοῦ λόγου, τὸν αὐτὸν τρόπον καὶ ὑμεῖς οἱ φάσκοντες εἶναι σοφοὶ ὀφείλετε μὴ χρ<ῆ>σθαι τῇ ἐξουσίᾳ ἀλλὰ προνο εῖσθαι τῆς τῶν πέλας οἰκοδομῆς. Εἰ δὲ ἀμάρτυρός τισιν ὁ λόγος εἶναι νομί ζεται καὶ κατὰ λογισμὸν ἀνθρώπινον λέγεσθαι, ἀκουέτω τοῦ νόμου λέγοντος Οὐ φιμώ ει βοῦν ἀλοῶντα καὶ τὰ ἑξῆς. 41 ix 9–11 [Μὴ τῶν βοῶν μέλει τῷ θεῷ; ἢ δι' ἡμᾶς πάντως λέγει; δι' ἡμᾶς γὰρ ἐγράφη, ὅτι ὀφείλει ἐπ' ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾶν καὶ ὁ ἀλοῶν ἐπ' ἐλπίδι μετέχειν. Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν;] [Ὠριγένους] Οὐκοῦν δι' ἡμᾶς τοὺς τὴν καινὴν διαθήκην παρειληφότας εἴρηται ταῦτα, καὶ περὶ ἀνθρώπων γέγραπται, πνευματικῶς τοῦ ῥητοῦ νοουμένου κατὰ τὸν θεῖον ἀπόστολον. τίς δὲ ὁ νοῦς; Ὅτι ὀφείλει ἐπ' ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾶν καὶ ὁ ἀλοῶν ἐπ' ἐλπίδι μετέχειν. ἀροτριᾷ Παῦλος ὁ γεωργὸς κατηχουμένου ψυχήν, νεώματα ποιῶν ἐν τῇ ψυχῇ αὐτοῦ κατὰ

About this text

Origen of Alexandria, Fragmenta ex commentariis in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam i ad Corinthios — new OET from PG 14 Greek.

Witnesses

  • Copy-text PG 14 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.