Fragmenta ex commentariis in epistulam i ad Corinthios Unit 8 opening
Unit 8.
Lemma-led open — ἀνόμους. ἅμα δὲ τηρεῖ καὶ τὸ ἀκριβὲς αὐτοῦ· Ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος· οὐκ εἶπεν
Greek
ἀνόμους. ἅμα δὲ τηρεῖ καὶ τὸ ἀκριβὲς αὐτοῦ· Ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος· οὐκ εἶπεν ἐνθάδε, Μὴ ὢν Ἰουδαῖος. Ἰουδαῖος γὰρ ἦν ἐν τῷ κρυπτῷ, οὐκέτι ἐν τῷ φανερῷ.καὶ πάλιν Τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, μὴ ὢν αὐτὸς ὑπὸ νόμον· ἀναγκαίως ἐνθάδε ἔθηκεν τὸ Μὴ ὢν ὑπὸ νόμον· Χρι τὸ γὰρ ἡμᾶ ἐξηγόρα εν ἐκ τῆ κατάρα τοῦ νόμου, γενόμενο ὑπὲρ ἡμῶν κατάρα· ὡσανεὶ ἔλεγεν, Μὴ ὢν Σαμαρεύς. Τοῖς δὲ ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος θεῷ. ἀλλ' ὑπολήψεταί μέ τις ἀπο στάτην τοῦ νόμου γεγονέναι καὶ ἄνομον τῷ θεῷ· φημὶ δὲ ὅτι εἰ καὶ μὴ τηρῶ τὸν νόμον κατὰ τὸ ῥητὸν οὐκ εἰμὶ ἄνομος τοῦ θεοῦ ἀλλ' ἔννομός εἰμι τοῦ Χριστοῦ τηρῶν τὴν πολιτείαν τὴν κατὰ τὸ εὐαγγέλιον, ἵνα κερδήσω τοὺς ἀνόμους. Ἐγενόμην τοῖς ἀσθενέσιν ὡς ἀσθενής· οὐκ εἶπεν ἐνθάδε Μὴ ὢν αὐτὸς ἀσθε νής· ἀλαζονικὸν γὰρ ἦν, ὑπερήφανον ἦν, οὐκ ἦν κατὰ τὸν ἀπόστολον εἰπεῖν Οὐκ ὢν αὐτὸς ἀσθενής, τὸν ἀπὸ κυρίου ἀκούσαντα ὅτι ἡ δύναμί μου ἐν ἀ θενείᾳ τελειοῦται καὶ διὰ τοῦτο ἐν ἀ θενείαι καυχώμενον. πῶς δὲ Τοῖς ἀσθενέσιν ἀσθενής; ὅτε ἐπιτρέπει τοὺς πυρουμένους γαμεῖν, ὅτε συμπάσχει ταῖς ἀπο βαλούσαις ἄνδρας, ὅτε φησὶ ∆ιὰ δὲ τὰ πορνεία ἕκα το τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω καὶ ἑκά τη τὸν ἴδιον ἄνδρα ἐχέτω καὶ τὰ λοιπά. ἐν τούτοις ἐγένετο τοῖς ἀσθε νέσιν ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσῃ. Εἶτα μετὰ ταῦτα λέγει Τοῖς πᾶσι γέγονα τὰ πάντα ἵνα πάντας ἢ τινὰς σώσω. Ὃν ἐὰν λάβῃς ἄνθρωπον, ἓν τῶν πέντε ἐστίν· ἢ γὰρ Ἰουδαῖός ἐστιν, ἢ ὑπὸ νόμον, ἢ ἄνομος, ἢ ἀσθενής, ἢ πάντα ἐστίν. ὁ τέλειος πάντα ἐστίν· τοῖς οὖν πᾶσι, τοῦτ' ἐστὶ τοῖς τελείοις, γέγονα τέλειος, ἵνα πάντας κερδήσω. Σοφίαν γάρ φησι λαλοῦμεν ἐν τοῖ τελείοι καὶ τὰ ἑξῆς. οὗτος δύναται εἰπεῖν Ἕλλη ί τε καὶ βαρβάροι , οφοῖ τε καὶ ἀνοήτοι ὀφειλέτη εἰμί. [Ὠριγένους] Μόνος ὁ τέλειος δύναται εἰπεῖν τὴν τοῦ τελείου ἀποστόλου ἐν κυρίῳ φωνὴν τὴν Πάντα ποιῶ διὰ τὸ εὐαγγέλιον. ὁ γὰρ ἁμαρτάνων οὐ δύναται τοῦτο εἰπεῖν. εἰ δὲ ὁ πάντα ποιῶν διὰ τὸ εὐαγγέλιον κοινωνός ἐστι τοῦ εὐαγγελίου, ὁ ποιῶν δὲ τὴν πορνείαν κοινωνός ἐστι τῆς πορνείας τοῦ πνεύματος, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων παθῶν. ἕκαστος οὖν κοινωνὸς ἐκείνῳ ᾧ ἐκοινώνησεν γίνεται. ἀλλ' ἐρεῖ τις τῶν ἀκουόντων Ὁ βίος μου μικτός ἐστιν· οὔτε πάντα ποιῶ διὰ τὸ εὐαγγέλιον, οὔτε πάντα ποιῶ διὰ τὴν ἁμαρτίαν καὶ τὴν ἡδονήν. πρὸς τοῦτο φήσομεν Ταῦτα ὁ θεὸς τὰ κρίματα ἔχει· κατὰ τὰ κρίματα τὰ πολλὰ ποικίλα ἀποδίδωσι. 44 ix 24 [Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες, πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; οὕτως τρέχετε, ἵνα καταλάβητε.] [Ὠριγένους] Ἆρ' οὖν πάντες ἡμεῖς τρέχομεν καὶ εἷς λαμβάνει τὸ βραβεῖον, καὶ οἱ λοιποὶ ἀπολλύμεθα; ἕνα γὰρ εἶπεν τὸν λαμβάνοντα τὸ βραβεῖον, πολλῶν τρεχόντων. πάντες οἱ σωζόμενοι ἕν εἰσιν καὶ ἓν ῶμα· οἱ γὰρ πάντες εἰ ἄρτο ἐ μὲν καὶ τοῦ αὐτοῦ ἄρτου μετέχομεν, καὶ πάντες ἐ τὲ ῶμα Χρι τοῦ. πάντες οὖν οἱ σωζό μενοι, εἷς ἐστὶν ὁ λαμβάνων τὸ βραβεῖον. ἐν τῷ σταδίῳ οὖν πάντες τρέχουσιν, ὅσοι πρὸς δόγμα πολιτεύονται· καὶ οἳ ἀπὸ τῶν αἱρέσεων πρὸς δόγμα πολι τεύονται, καὶ Ἰουδαῖοι τάχα, καὶ οἳ τὰ Ἑλλήνων πρὸς δόγμα πολιτεύονται φιλοσοφοῦντες. καὶ οὗτοι εἰσὶ πάντες οἱ ἐν σταδίῳ τρέχοντες· τρέχει καὶ ἡ ἐκκλησία· ἀλλ' εἷς λαμβάνει τὸ βραβεῖον ὁ εἷς ἄνθρωπος, περὶ οὗ φησὶν ὁ ἀπόστολος Μέχρι καταντή ωμεν εἰ ἄνδρα τέλειον, εἰ μέτρον ἡλικία τοῦ πληρώματο τοῦ χρι τοῦ. πᾶσαν δὲ κρίσιν τοῦ θεοῦ δεῖ εὑρεθῆναι περὶ πάντας τοὺς ἐν τῷ σταδίῳ τρέχοντας, ἵν' ὁ μέν τις λάβῃ πρωτεῖα ἑξῆς δὲ ἕκαστος κατὰ τὴν αὐτοῦ ἀξίαν. 45 x 5 [Ἀλλ' οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ θεός, κατε τρώθη αν γὰρ ἐν τῇ ἐρήμῳ.] [Ὠριγένους] Βούλεται παραστῆσαι ἡμῖν ὁ ἀπόστολος ὅτι οὐ τὸ τυχεῖν δωρεᾶς θεοῦ σώζει τὸν τετυχηκότα αὐτῆς, ἀλλὰ μετὰ τοῦ τυχεῖν τῆς δωρεᾶς ἐπιμεῖναι ἄξιον γενόμενον αὐτῆς. καὶ γὰρ
About this text
Origen of Alexandria, Fragmenta ex commentariis in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam i ad Corinthios — new OET from PG 14 Greek.
Witnesses
- Copy-text PG 14 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.