Fragments on 1 Corinthians · §u08-rem-early

Unit 8 rem early

Rem early: Unit 8; Pauline lemma and Origen’s theoria.

Greek

οἱ υἱοὶ Ἰσραὴλ τοσαῦτα εὐεργετηθέντες, ἐπεὶ μὴ ἄξιοι γεγό νασιν τῆς εὐεργεσίας τοῦ θεοῦ, οὐκ ἐσώθησαν. οὐ γὰρ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ θεός· κατε τρώθη αν γὰρ ἐν τῇ ἐρήμῳ. καὶ γὰρ ἐπεὶ πλείονες ἦσαν οἱ ἁμαρτωλοὶ ὀλιγώτεροι δὲ οἱ δίκαιοι, παρὰ τοῦτο <οὐκ> εὐδόκησεν ὁ θεὸς <ἐν> τοῖς πλείοσιν ἁμαρτωλοῖς παρὰ τοὺς ὀλίγους δικαίους. 46 x 6 [Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν.] [Ὠριγένους] Ταῦτα δέ φησιν τύποι ἡμῶν γεγόνασιν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν. ἐκεῖνα γέγραπται τυπικῶς πρὸς ἡμᾶς, ἵνα ἀναγινώσκοντες τὰς ἁμαρτίας, δι' ἃς ἐκεῖνοι ταῦτα πεπόνθασιν, φυλαττώ μεθα ταῖς αὐταῖς περιπεσεῖν ἐκείνοις ἐπιθυμίαις. 47 xii 3 [∆ιὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει ἀνάθεμα Ἰησοῦν· καὶ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν εἰ μὴ ἐν πνεύματι ἁγίῳ.] [Ὠριγένους] Πολλαὶ διαφοραί εἰσι τῶν πνευμάτων ἅστινας οὐδεὶς εἴσεται ἀκριβῶς ἂν μὴ ἔxv τὸ χάρισμα τῆς διακρίσεως τοῦ πνεύματος. καὶ ἵνα μὴ προπετέστερον ἢ ἀποδοκιμάζωμεν τὰ πνεύματα τὰ ἐν τοῖς λέγουσιν ἢ δοκιμάζωμεν, φησὶν ὁ Ἰωάννης ἐν τῇ ἐπιστολῇ Ἀγαπητοί, μὴ παντὶ πνεύματι πι τεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ θεοῦ ἐ τιν· πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰη οῦν Χρι τὸν ἐν αρκὶ ἐληλυθότα ἐκ τοῦ θεοῦ ἐ τιν, καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν Ἰη οῦν οὐκ ἔ τιν ἐκ τοῦ θεοῦ. καὶ διδάσκει ἡμᾶς ἐπὰν ἀκούσωμέν ποτε λεγόντων μηδὲ ὡς ἔτυχεν συγκατατίθεσθαι μήτε προπετῶς ἀρνεῖσθαι τὰ λεγόμενα ὡς οὐκ ἀπὸ θείου ὄντα πνεύματος, ἀλλ' ἵνα ἕκαστος τῶν ἀκουόντων εἰδὼς κινδυ νεύειν ἐν αὐτῷ τῷ δοκιμάζειν ἢ ἀποδοκιμάζειν ἐπιμελῶς προσέxv μήτε τῷ ψεύδει πιστεῦσαι μήτε τῷ ἀληθεῖ ἀπιστῆσαι. Περὶ τούτου καὶ ἑξῆς ἐπιφέρει τούτοις ὁ ἀπόστολος Εἴ τι ἐν ὑμῖν προφήτη ἢ πνευματικό , ἐπιγινω κέτω ἃ γράφω ὅτι θεοῦ ἐ τιν· εἰ δέ τι ἀγνοεῖ, ἀγνοεῖται. οὐ μόνον οὖν εἴ τις ἀγνοεῖ τὰ τοῦ ἀποστόλου οὗτος ἀγνοεῖται ὑπὸ τοῦ θεοῦ, ἀλλ' εἴ τις ἀγνοεῖ λέγων πνεύματι θείῳ <καὶ> λέγοι ὅτι μὴ πνεύματι θείῳ λέγει, ἀγνοεῖται ὑπὸ τοῦ θεοῦ. ἔοικε δὲ διὰ τούτων διδάσκειν ὁ ἀπόστολος ὅτι οὐκ ἔστιν ἄνθρωπος ὃς οὐκ ἔχει ἕτερον πνεῦμα ἐν αὐτῷ παρὰ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ. εἴτε γὰρ ἀλλότριός ἐστι τῆς πίστεως εἴτε οἰκεῖός ἐστιν αὐτῆς, ἔχει πνεῦμα οἰκεῖον παρὰ τοῦ θεοῦ. πῶς δὲ χρῄζομεν οἱ ἀκούοντες τοῦ λόγου τοῦ θείου μανθάνειν ὅτι οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει ἀνά θεμα Ἰησοῦν, ἴδωμεν· τινὲς δύνανται εἶναι ἀμφίβολοι τοῖς μὴ ἀκριβῶς εἰδόσι τὰ πράγματα πότερον πνεύματι θεοῦ λαλοῦσιν ἢ μή, ἀναθεματίζοντες τὸν Ἰησοῦν. εἴ ποτέ τινα Ἰουδαῖον θεάσῃ διηγούμενον τὰς θείας γραφὰς καὶ οὐκ εὐκαταφρονήτως τοῖς πολλοῖς προφητικὰ ῥήματα τάχα ἀμφέβαλεν μήποτε πνεῦμα θεοῦ ἐστι καὶ ἐν ἐκείνῳ· ἵνα οὖν μὴ περισπασθῇς ὑπὲρ τοῦ τοιούτου πότερον πνεῦμα ἅγιόν ἐστιν ἐν αὐτῷ ἢ μή, διδάσκει ὅτι ἐπεὶ ἀνάθεμα λέγει τὸν Ἰησοῦν πᾶς Ἰουδαῖος οὐδεὶς δὲ ἐν πνεύματι θεοῦ λαλῶν λέγει ἀνάθεμα Ἰησοῦν, οὐκ ἔχει πνεῦμα θεοῦ ὁ λέγων τὸν νόμον καὶ τοὺς προφήτας εἰδέναι ἀναθεματίζων δὲ τὸν Ἰησοῦν. ἔστι τις αἵρεσις ἥτις οὐ προσίεται τὸν προσ ιόντα εἰ μὴ ἀναθεματίσῃ τὸν Ἰησοῦν. καὶ ἡ αἵρεσις ἐκείνη ἀξία ἐστὶ τοῦ ὀνόματος οὗ ἠγάπησεν· ἔστι γὰρ ἡ αἵρεσις τῶν καλουμένων Ὀφιανῶν, οἵτινες οὐ θεμιτὰ λέγουσιν εἰς ἐγκώμιον τοῦ ὄφεως, ὃς ἐπικατάρατό ἐστιν ἀπὸ τοῦ θεοῦ. 48 〚xii 8–10. [Ὧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύ ματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ πνεύματι, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ δὲ προφητεία, ἄλλῳ δὲ διακρίσεις πνευμάτων, ἑτέρῳ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν.]〛 xii 27–28. [Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, εἶτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν.] [Ὠριγένους] Ἐκεῖ μᾶλλον τὸν λόγον ἐν τάξει τετήρηκεν, ἐνταῦθα δὲ ὡσεὶ ἀποκληρω τικῶς ἐπέρχεται καὶ κατὰ τὸ ἐπελθὸν αὐτῷ μνημονεύει τῶν χαρισμάτων· πλὴν καὶ οὕτως ἐκ τοῦ δευτέρου ῥητοῦ ἀναφωνεῖ ὅτι ἐλάττονα τὰ χαρίσματά ἐστι <τὰ> παρὰ τὰς δυνάμεις ἐνεργούμενα τοῦ χαρίσματος τοῦ κατὰ τὴν ἀποστολὴν καὶ τὴν προφητείαν καὶ τὴν διδασκαλίαν· εἰ μὴ ἄρα τις δύο εἴδη προφητείας δώσει, ἵνα καὶ ἐνθάδε τηρήσῃ τὸ τὴν τάξιν σώζεσθαι, ὥστε εἶναι τινὰ

About this text

Origen of Alexandria, Fragmenta ex commentariis in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam i ad Corinthios — new OET from PG 14 Greek.

Witnesses

  • Copy-text PG 14 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.