Unit 9 rem close
Rem CLOSEOUT: Unit 9 CLOSEOUT.
Greek
ἀνδρὸς τῆς νύμφης. ἀλλ' ὅμως εὐγνωμονῶμεν καὶ πρὸς τὰ πιθανὰ ἐκείνων ἀπαντῶντες. τέσσαρές φασι θυγατέρες ἦσαν Φιλίππου τοῦ εὐαγγελιστοῦ καὶ προεφήτευον. εἰ δὲ προεφήτευον, τί ἄτοπόν ἐστι καὶ τὰς ἡμετέρας, ὡς φασὶν ἐκεῖνοι, προφήτιδας προφητεύειν; ταῦτα δὲ λύσομεν. πρῶτον μὲν λέγοντες ὅτι Αἱ ἡμέτεραι προεφήτευον, δείξατε τὰ σημεῖα τῆς προφητείας ἐν αὐταῖς· δεύτερον δὲ Εἰ καὶ προεφήτευον αἱ θυγατέρες Φιλίππου, ἀλλ' οὐκ ἐν ταῖς ἐκκλησίαις ἔλεγον· οὐ γὰρ ἔχομεν τοῦτο ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων. ἀλλ' οὐδ' ἐν τῇ παλαιᾷ· ∆εββῶρα μεμαρτύρηται προφῆτις εἶναι, λαβοῦ α δὲ Μαριὰμ ἡ ἀδελφὴ Ἀαρὼν τὸ τύμπανον ἐξῆρχε τῶν γυναικῶν. ἀλλ' οὐκ ἂν εὕροις ὅτι ∆εββῶρα ἐδημηγόρησεν εἰς τὸν λαὸν ὥσπερ Ἱερεμίας καὶ Ἡσαΐας· οὐκ ἂν εὕροις ὅτι Ὀλδὰ προφῆτις οὖσα ἐλάλησετῷ λαῷ ἀλλ' ἑνί τινι ἐλθόντι πρὸς αὐτήν. ἀλλὰ καὶ ἐν τῷ εὐαγγελίῳ ἀνα γέγραπται Ἄννα προφῆτι , θυγάτηρ Φανουήλ, ἐκ φυλῆ Ἀ ήρ· ἀλλ' οὐκ ἐν ἐκκλησίᾳ ἐλάλησεν. ἵνα οὖν καὶ δοθῇ ἐκ σημείου προφητικοῦ εἶναι προφῆτις γυνή, ἀλλ' οὐκ ἐπιτρέπεται ταύτῃ λαλεῖν ἐν ἐκκλησίᾳ. ὅτε ἐλάλησε Μαριὰμ ἡ προ φῆτις ἄρχουσα ἦν τινων γυναικῶν· αἰσχρὸν γὰρ γυναικὶ λαλεῖν ἐν ἐκκλησίᾳ, καὶ διδά κειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω ἁπλῶς ἀλλ' οὐδὲ αὐθεντεῖν ἀνδρό . Καὶ ἄλλοθεν δὲ τοῦτο παραστήσω, εἰ καὶ ἐκεῖνο ἀσφαλέστερον εἴρηται περὶ τοῦ μὴ τὴν γυναῖκα ἡγεμόνα γίνεσθαι τῷ λόγῳ τοῦ ἀνδρός· πρε βύτιδα ἐν κατα τήματι ἱεροπρεπεῖ , καλοδιδα κάλου , ἵνα ωφρονίζω ι τὰ νέα , οὐχ ἁπλῶς ἵνα διδάσκωσιν. καλοδιδά καλοι μὲν γὰρ ἔστωσαν καὶ γυναῖκες, οὐχ ἵνα ἄνδρες καθήμενοι ἀκούωσι γυναικῶν, ὡς ἐκλειπόντων ἀνδρῶν τῶν δυναμένων πρεσβεύειν τὸν τοῦ θεοῦ λόγον. Εἰ δέ τι μαθεῖν ἐθέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· αἰσχρὸν γάρ ἐστι γυναιξὶν ἐν ἐκκλησίᾳ λαλεῖν. δοκεῖ μοι τὸ τοὺς ἰδίους ἄνδρας οὐκ ἐπὶ τοὺς γαμετοὺς ἀναφέρεσθαι μόνον· αἱ παρθένοι γὰρ ἢ λαλήσουσιν ἐν ἐκκλησίᾳ ἢ οὐχ ἕξουσι τοὺς διδάσκοντας, καὶ αἱ χηρεύουσαι ὁμοίως· ἀλλὰ μήποτε τοὺς ἰδίους ἄνδρας οἷον καὶ τὸν ἀδελφὸν καὶ τὸν οἰκεῖον καὶ τὸν υἱόν; ἅπαξ ἁπλῶς ἀνδρὸς πυνθανέσθω γυνὴ τοῦ ἰδίου κατὰ τὸ γενικὸν ὄνομα ἀνδρὸς πρὸς ἀντιδιαστολὴν γυναικός· αἰσχρὸν γὰρ γυναικὶ λαλεῖν ἐν ἐκκλησίᾳ, ὁποῖα ἐὰν λαλῇ, κἂν θαυμαστὰ λαλῇ, κἂν ἅγια, μόνον δὲ ἀπὸ στόματος γυναικείου ἐξέρχηται. Γυνὴ ἐν ἐκκλησίᾳ δηλονότι κατὰ τὸ αἰσχρὸν λέγεται ἐπὶ κατηγορίᾳ τῆς ὅλης ἐκκλησίας. xiv 36 [Ἢ ἀφ' ὑμῶν ὁ λόγος τοῦ θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήν τησεν;] Ὡς τῆς ἀταξίας ταύτης οὔσης ἐν Κορίνθῳ μετὰ καὶ τῶν ἄλλων ἁμαρτημάτων. τοῦτο οὖν λέγει ὅτι ἀπέστειλεν τὸν λόγον αὐτοῦ ὁ θεὸς εἰς τὸν κόσμον. ἆρ' οὖν ἡ ἀλήθεια καὶ ὁ κανὼν ὁ ἐκκλησιαστικὸς εἰς ὑμᾶς μόνους τοὺς Κορινθίους κατήντησεν; 75 xiv 37–38 [Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν ὅτι κυρίου εἰσὶν ἐντολαί· εἰ δέ τις ἀγνοεῖ, ἀγνοείτω.] [Ὠριγένους] Ἵν' οὖν ἐπιγινώσκωμεν τὰ τοῦ θεοῦ, παρακαλέσωμεν τὸν διδόντα χαρίσματα, ἵνα δώῃ ἡμῖν χάρισμα προφητικὸν καὶ ποιήσῃ ἡμᾶς ἀπὸ τοῦ κρατοῦντος πνεύ ματος πνευματικούς· καὶ οὕτως ἐπὶ τοῦ κρίνειν ποῖα τοῦ θεοῦ ἐστιν ἢ ποῖα οὐκ ἔστιν αὐτοῦ. ὁ γὰρ τῆς χάριτος ταύτης ἐστερημένος συνεῖναι οὐ δύναται· ὅθεν ἐπήγαγεν Εἰ δέ τις ἀγνοεῖ, ἀγνοείτω. 76 xv 1–2 [Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, δι' οὗ καὶ σώζεσθε, τίνι λόγῳ εὐηγγελι σάμην ὑμῖν, εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε.] [Ὠριγένους] Εὐαγγέλιον καλεῖ ὃ εὐαγγελίζεται, τοῦτο γὰρ καὶ παρέδωκεν· οὗτος δὲ ἕστηκεν ἐν τῷ εὐαγγελίῳ ὁ τὴν ψυχὴν ἑαυτοῦ ἔχων ἐπιβεβηκυῖαν, ὡς ἐπὶ σκάφει, ἐπ' αὐτῷ δι' οὗ καὶ σώζεται. εἰκῇ δὲ λέγει πεπιστευκέναι τὸν μὴ κατέχοντα τὸν λόγον τοῦ εὐαγγελίου, ἀλλ' ἀλόγως καὶ συντυχικῶς καὶ οὐκ ἐξητασμένως ἀκούσαντα. [Ὠριγένους] Ἰουδαῖοι οὐχ ἑστήκασιν ἐν τῷ εὐαγγελίῳ, τὸν Ἰησοῦν μὴ παραδεξάμενοι· οἱ ἀπὸ τῶν αἱρέσεων κακῶς ἑστήκασι, μὴ νοοῦντες τὸ εὐαγγέλιον ἀλλ' ἰδίως αὐτὸ ἐκδεχόμενοι· οἱ ἁμαρτάνοντες οὐχ ἑστήκασι, μὴ βιοῦντες κατὰ τὸ εὐ αγγέλιον. τίνες οὖν ἑστήκασιν ἐν τῷ εὐαγγελίῳ ἢ οἱ παραλαβόντες αὐτὸ καὶ παραδεξάμενοι καὶ κατ' αὐτὸ βιοῦντες; ἐὰν δὲ νοηθῇ Τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν, εἰ κατέχετε, καὶ νοηθῇ τὸ ἐπιφερόμενον εὐλόγως τούτοις τὸ Ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε, εἰσόμεθα ὅτι ἀδύνατον εἶναι τὸν εἰκῇ πεπιστευκότα οὕτω
About this text
Origen of Alexandria, Fragmenta ex commentariis in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam i ad Corinthios — new OET from PG 14 Greek.
Witnesses
- Copy-text PG 14 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.