Unit 2 rem close
Rem CLOSEOUT: Unit 2 CLOSEOUT.
Greek
πρόγνωσιν εἴρηται καὶ τοῦτο. ἕτερος δέ, τὴν κατάταξιν τοῦ Θεοῦ ᾗ κατατάσσει ἕκαστον εἴς τι τάγμα παριστάς, ἐρεῖ τόδε· πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ ὅσα τῆς τάξεώς ἐστι τῶν ὑποτασσομένων. καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ, ἥτις ἐστι τὸ σῶμα αὐτοῦ, <τὸ πλήρωμα> τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. σῶμα Χριστοῦ εὑρίσκοντες λεγομένην τὴν ἐκκλησίαν, ζητοῦμεν πότερόν ποτε, ὡς παρὰ τὴν κεφαλὴν τὸ λοιπὸν σῶμα, ὄργανον τῆς κεφαλῆς δεῖ αὐτὴν νοεῖν, ἢ ὥσπερ τοῦ ἀνθρώπου σῶμα, οὗ σώματος μέρος ἐστὶν ἡ κεφαλή, οὕτως Χριστοῦ σῶμά ἐστι ψυχούμενον ὑπὸ τῆς θειότητος αὐτοῦ καὶ πληρούμενον ὑπὸ τοῦ πνεύματος αὐτοῦ ἡ πᾶσα ἐκκλησία Χριστοῦ, ἢ ἄλλως πως δεῖ ταῦτα ἐκλαμβάνειν. ἐὰν μέντοιγε τὸ δεύτερον ᾖ, ἔσται τὸ μὲν ἀνθρωπικώτερον αὐτοῦ καὶ αὐτὸ μέρος τυγχάνον τοῦ ὅλου σώματος, τὸ δὲ θεῖον καὶ ζωοποιοῦν πᾶσαν τὴν ἐκκλησίαν ἡ ὡσπερεὶ ψυχοῦσα αὐτὴν δύναμις θεία. πῶς δὲ ἡ ἐκκλησία οὖσα σῶμα Χριστοῦ πλήρωμά ἐστι τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου θέλομεν γνῶναι, καὶ διατί οὐ λέγεται τοῦ τὰ πάντα ἐν πᾶσι πληροῦντος ἀλλὰ τοῦ πληρουμένου. δόξει γὰρ ἀκολουθότερον ἂν εἰρῆσθαι τὸ τὸν Χριστὸν εἶναι τὸν πληροῦντα, οὐχὶ δὲ τὸν πληρούμενον· αὐτὸς γὰρ οὐ μόνον νόμου ἐστὶ πλήρωμα, ἀλλὰ καὶ πάντων τῶν πληρωμάτων ἐστὶ πλήρωμα, οὐκ ἂν χωρὶς αὐτοῦ τινὸς πλήρους γινομένου. ὅρα δὲ εἰ δύναται πρὸς ταῦτα οὕτως ἀπαντῆσαι ὁ λέγων ὅτι, καθάπερ διὰ τὴν πολλὴν σχέσιν καὶ κοινωνίαν τοῦ υἱοῦ πρὸς τὰ λογικὰ ὥσπερ πλήρωμά ἐστι πάντων τῶν λογικῶν ὁ υἱὸς τοῦ Θεοῦ, οὕτως καὶ αὐτὸς ὡσπερεὶ πλήρωμα εἰς ἑαυτὸν ἀναλαμβάνει, πληρέστατος ἀποδεικνύμενος καθ' ἕκαστον τῶν μακαρίων. καὶ ἵνα γε σαφέστερον γένηται τὸ λεγόμενον, ἐννόει βασιλέα μὲν πληρούμενον τῆς βασιλείας καθ' ἕκαστον τῶν αὐξόντων τὴν βασιλείαν, κενούμενον δὲ ταύτης ἐν τοῖς ἀφισταμένοις· τούτου τοῦ βασιλέως οὐδὲν δὲ ὅλως ἁρμοδιώτερον τῇ Χριστοῦ φιλανθρώπῳ ἐστὶ βασιλείᾳ, ἑκάστου τῶν συμπληρούντων αὐτὴν εὐεργετουμένων ὑπ' αὐτοῦ λογικῶ<ς> καὶ τελειουμένων, οἵτινες προσφεύγοντες αὐτῷ συμπληροῦσιν αὐτοῦ τὸ σῶμα, κενόν πως ὂν ὅτε λείπει τῶν εὐεργετουμένων. διὸ πληροῦται ἐν πᾶσι τοῖς προσιοῦσιν ὁ Χριστός, λείπων τούτοις πρὶν προσέλθωσιν. [ii 1–5] Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις ὑμῶν, ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, ἐν οἷς καὶ <ἡ>μεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπι θυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν δια νοιῶν, καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί· ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει διὰ πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ. τὸ ἑξῆς ἐστι· καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρ τίαις ὑμῶν συνεζωοποίησε τῷ Χριστῷ ὁ Θεός, πλούσιος ὢν ἐν ἐλέει διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς· καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παρα πτώμασιν, ἐν οἷς ποτε περιεπατήσαμεν κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεν φύσει τέκνα ὀργῆς, συνεζωοποίησε τῷ Χριστῷ. τὸν δὲ σύνδεσμον τοῦ τόπου ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει ἡγούμεθα ἤτοι παρεμ βεβλῆσθαι μάτην ἐν τοῖς ἀντιγράφοις ἢ ὡς ὑπ' ἰδιώτου τῷ λόγῳ Παύλου μὴ τεθεωρῆσθαι παρέλκοντα. σαφῶς δὲ θάνατος τῆς ψυχῆς εἶναι λέγεται τὰ ἁμαρτήματα, ἐκ τοῦ καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις ὑμῶν. καὶ ἐπεὶ ἴδιόν ἐστι τῆς γραφῆς ὄνομα τὸ «παράπτωμα,» ἐξεταστέον εἰ διαφέρει τῆς «ἁμαρτίας,» καὶ μάλιστα ἐπειδὴ ἐνθάδε συμπεπλεγμένως εἴρηται τὸ καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις ὑμῶν. καὶ ζητοῦμεν εἰ τὰ κακῶς ἡμῖν ἤδη τετελεσμένα «ἁμαρτίαι» ἡμῶν λέγονται, αἱ δὲ ἀρχαὶ τούτων, οἱονεὶ μηδέπω πτώματα οὖσαι ἀλλ' ὁδεύουσαι ἐπὶ τὸ καὶ πεσεῖν ἡμᾶς, «παραπτώματα.» καὶ τάχα διὰ τοῦτο ἐν τῷ ὀκτωκαι δεκάτῳ λέγεται ψαλμῷ παραπτώματα τί υνή ει; τῷ τὸν συνιέντα τὰς ῥίζας καὶ τὰς ἀρχὰς ἁμαρτημάτων οὔσας «παραπτώματα» δύνασθαι ἂν καὶ φυλάττεσθαι πρὸς τὸ μὴ ὑποπεσεῖν καὶ ταῖς «ἁμαρτίαις.» τί ἐστι κατὰ τὸν
About this text
Origen of Alexandria, Fragmenta ex commentariis in epistulam ad Ephesios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam ad Ephesios — new OET from PG 14 Greek.
Witnesses
- Copy-text PG 14 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.