Fragmenta ex commentariis in epistulam ad Ephesios Unit 3 opening
Unit 3.
Lemma-led open — αἰῶνα τοῦ κόσμου τούτου περιπατεῖν, καὶ οὐχὶ κατὰ τὸν αἰῶνα τοῦ κρείττονος κόσμου ἐφ ὃν οἱ
Greek
αἰῶνα τοῦ κόσμου τούτου περιπατεῖν, καὶ οὐχὶ κατὰ τὸν αἰῶνα τοῦ κρείττονος κόσμου ἐφ' ὃν οἱ ἅγιοι σπεύδουσιν; ὁ μὲν οὖν τις ἁπλούστερον αἰῶνα τοῦ κόσμου τούτου ἡγήσεται τὸν συμπαρεκτεινόμενον χρόνον τῇ τούτου τοῦ κόσμου ἀπ' ἀρχῆς μεχρὶ τέλους κατασκευῇ. ἄλλος δὲ ἐκ τοῦ ἑξῆς ὑπονοήσει μὴ ἄρα ὁ αὐτός ἐστιν ὁ ἄρχων τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας καὶ ὁ αἰὼν τοῦ κόσμου τούτου, ἐπείπερ ὡς καθ' ἑνὸς τέτακται ταῦτα πάντα, λέγοντος Παύλου ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος· καὶ ἐν τῇ πρὸς Γαλάτας δὲ τὸ ὅπω ἐξέληται ἡμᾶ ἐκ τοῦ αἰῶνο τοῦ ἐνε τῶτο πονηροῦ νομίσει δηλοῦν ὅτι ζῷον πονηρόν ἐστιν ὁ ἐνε τὼ αἰών, ὁ αὐτὸς ὢν τῷ ἄρχοντι τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος (πλὴν ἔχει ἀντεπιχείρησιν τὸ ἐκ τῆς πρὸς Γαλάτας ἐπιστολῆς ῥητόν, ἐπεὶ καὶ περὶ ἡμερῶν λέγεται, τῶν ὁμολογουμένων ὡς οὐκ οὐσῶν ἐμψύχων, τοιοῦτό τι ἐξαγοραζόμενοι τὸν καιρὸν ὅτι αἱ ἡμέραι πονηραί εἰ ι, καὶ μικραὶ καὶ πονηραί εἰσιν αἱ ἡμέραι ἃ παρῴκηκα ἐπὶ τῆς γῆς φησὶν ὁ Ἰακώβ). καὶ τὸ δι' οὗ ἐποίη ε τοὺ αἰῶνα κείμενον δόξει κτίσμα λέγειν τοὺς αἰῶνας, ὧν δύναται εἷς ἀποστατικῶς πονηρὸ γεγονέναι καὶ λέγεσθαι αἰὼν τοῦ κόσμου τούτου καὶ ἄρχων τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε. καὶ παρατηρητέον γε ὅτι οὐκ εἶπε κατὰ τὸν ἄρχοντα τοῦ ἀέρος ἀλλὰ τῆς ἐξουσίας τοῦ ἀέρος· οὐκοῦν ζητητέον τὴν τοῦ ἀέρος ἐξουσίαν, ἵνα οὕτως ἴδωμεν τὸν ἄρχοντα ταύτης. δύναται δὲ ἡ λέξις καὶ τοιοῦτό τι δηλοῦν κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ πνεύματος, ὅπερ πνεῦμα ἀέρος ἐστὶ τὸ πνεῦμα, τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας. ἐπεὶ οὖν ὁ ἄρχων τινός ἐστιν ἄρχων, ἐπιστήσεις μήποτε πάσης ἐξουσίας ἄρχων ἐστὶ τῆς περὶ τὸν ἀέρα ὁ νῦν λεγόμενος, ἥτις ἐνεργεῖ διατρίβουσα περὶ τὸν ἀέρα εἰς τοὺς τῆς ἀπειθείας υἱούς (καὶ πᾶς δὲ ὁ καταγγελλομένων θείων δογμάτων ἀπειθῶν αὐτοῖς δι' αὐτοῦ τοῦ ἀπειθεῖν υἱὸς ἀπειθείας ἀναφαίνεται)· καὶ μήποτε πρὸ ταύτας ἡμῖν τὰ ἐξου ία ἡ πάλη, ἀνθισταμένοις ταῖς ἐνεργείαις αἷς βούλονται ἐμποιεῖν καὶ εἰς ἡμᾶς, θέλουσαι ἡμᾶς ποιῆσαι υἱοὺς ἀπειθείας. οὐ θαυμαστὸν δὲ ταύτας τὰ ἐξου ία ἐν τοῖ ἐπουρανίοι εἶναι λέγεσθαι (ὥσπερ τὰ ἀρχὰ καὶ τὰ ἐξου ία καὶ τοὺ κο μοκράτορα ἐν τοῖ ἐπουρανίοι ), τοῦ περὶ ἡμᾶς ἀέρος κατά τινα συνήθειαν τῆς γραφῆς «οὐρανοῦ» ὀνομαζομένου· λέγεται γὰρ πετεινὰ οὐρανοῦ, σαφὲς δὲ ὅτι ταῦτα κατὰ τὸν ἀέρα λέγεται. τὸ δὲ καὶ ἐν οἷς ἡμεῖς πάντες ἀνεστράφημέν ποτε, τίσιν ἢ τοῖς παραπτώ μασι; καὶ γὰρ οὐκ ἀπέδωκέ τι πρὸς τὰ παραπτώματα ἀλλὰ πρὸς μόνας τὰς ἁμαρτίας· εἰπὼν γοῦν καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις ὑμῶν, ἐπιφέρει τὸ ἐν <α>ἷς ποτε περιεπατήσατε· νῦν δὲ ἀποδίδωσι πρὸς τὸ τοῖς παραπτώμασιν ὑμῶν τὸ καὶ ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε, ἵνα μὴ δόξῃ, εἰπὼν τὸ ἐν <α>ἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου ἑαυτὸν δὲ ἀποσιωπῶν, οἷον ἀλαζονεύεσθαι δοκεῖν. οἶδε δέ τινα αὐτὸς ὁ Παῦλος ἐπιθυμίαν τῆς σαρκός, καὶ ἑτέραν ἐπιθυμίαν τοῦ πνεύματος, λέγων ἡ ὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματο τὸ δὲ πνεῦμα κατὰ τῆ αρκό . ἀναστραφέντες δὲ ἐν τοῖς παραπτώμασιν, ἐπεὶ ἤμεθα ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ἐποιοῦμεν οὐχ ἕν τι ἀλλὰ πλείονα θελήματα, καὶ οὐ μόνον τῆς σαρκὸς ἀλλὰ καὶ τῶν διανοιῶν· ζητοῦμεν δὲ τίνα τὰ θελήματα τῶν διανοιῶν ἕτερα ὄντα τῶν θελημάτων τῆς σαρκός· καὶ στοχαζόμεθά γε <ὅτι> τῷ μὲν ποιεῖν τὰ ἔργα τῆς σαρκὸς καὶ φιληδονεῖν ποιεῖ τις τὰ θελήματα τῆς σαρκός, τῷ δὲ ἀποπεπτωκέναι τῆς ὑγιοῦς δόξης καὶ τῆς ὀρθῆς διανοίας ποιοῦ μεν τὰ
About this text
Origen of Alexandria, Fragmenta ex commentariis in epistulam ad Ephesios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam ad Ephesios — new OET from PG 14 Greek.
Witnesses
- Copy-text PG 14 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.