Fragments on Ephesians · §u03-rem-early

Unit 3 rem early

Rem early: Unit 3; Pauline lemma and Origen’s theoria.

Greek

θελήματα τῶν διανοιῶν. εἰς δὲ τὸ ἤμεθα φύσει τέκνα ὀργῆς ὡς καὶ οἱ λοιποί, οὐκ οἴδαμεν ὅ τι ποτὲ ἐροῦσιν οἱ τὰς πνευματικὰς ἀρχῆθεν φύσεις εἰσάγοντες· πῶς γὰρ ὁ φύσει υἱὸς Θεοῦ φύσει εἶναι λέγεται υἱὸς ὀργῆς, ἀποκρινέσθωσαν. ἡμεῖς δὲ οἰόμεθα διὰ τὸ ῶμα τῆ ταπεινώ εω γεγονέναι τέκνα φύσει ὀργῆς, ὅτε ἐνέκειτο ἡμῶν ἡ διάνοια ἐπὶ τὰ πονηρὰ ἐκ νεότητο · κατὰ γὰρ τὸν Σολομῶντα οὔκ ἐ τι δίκαιο ἐπὶ τῆ γῆ ὃ ποιή ει ἀγαθὸν καὶ οὐχ ἁμαρτήεται. 10 Eph. ii. 6 [καὶ συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις.] [Ὠριγένης δέ φησι] τὸ συνήγειρε καὶ συνεκάθισεν ὁ μὲν ἁπλούστερον ἐκλαμβάνων κατὰ πρό γνωσιν καὶ προορισμὸν Θεοῦ φήσει εἰρῆσθαι, ὡς ἤδη γενόμενον τὸ ἐσόμενον· ὁ δὲ νοητὴν θεωρῶν τὴν Χριστοῦ βασιλείαν οὐκ ὀκνήσει λέγειν τὸν ἤδη ἅγιον, ὥσπερ οὐκ εἶναι ἐν σαρκὶ κἂν ὑπὸ τῶν ἁπλουστέρων λέγηται εἶναι ἐν σαρκί, οὕτως οὐκ εἶναι ἐπὶ γῆς κἂν κατὰ τὸ αἰσθητὸν βλέπηται ἐπὶ γῆς τυγχάνων. ὁ γὰρ ἐν πνεύματι οὐκ ἐστὶν ἐπὶ γῆς, καὶ οὐδεὶς τῶν ἐν τοῖς ἐπουρανίοις ἐστὶν ἐν αρκὶ ἀλλ' ἤδη ἐν πνεύματι. αἱ γοῦν τοιαίδε διαθέσεις καὶ ἡ τῶν τηλίκων <τ>ε καὶ τοιῶνδε κατάληψις οὐκ ἐστὶν ἐπίγειος ἀλλ' ἐπουράνιος, πάντων τῶν ἤδη τὸ πολίτευμα ἐν οὐρανοῖ ἐχόντων συγκαθισάντων τῷ Χριστῷ ἐν τοῖς ἐπουρα νίοις, εἴπερ καὶ ἡ βα ιλεία τοῦ Θεοῦ ἐντὸ ἡμῶν ἐ τιν, ἵν' οὕτως ὦμεν κεκαθικότες ἐν τοῖς ἐπουρανίοις συγκαθήμενοι τῷ Χριστῷ καὶ συνιδρυμένοι τῇ Σοφίᾳ καὶ τῷ Λόγῳ τοῦ Θεοῦ. 11 Eph. ii. 12 [ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ.] [Ὠριγένης φησί] πρὸς τοὺς νομίζοντας μὴ τὴν τοῦ Ἰσραὴλ πολιτείαν πολιτεύεσθαι τοὺς εἰς Χριστὸν πεπιστευκότας ἀλλὰ ἄλλην τινὰ καινὴν καὶ οὐδὲν πρὸς ἐκείνην κοινὸν ἔχουσαν, καλὸν παρατήρημα ἐντεῦθεν ἔστι λαβεῖν. ἦτε γάρ, φησίν, ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραήλ, ὡς νῦν οὐκέτι αὐτῶν ὄντων χωρὶς Χριστοῦ ἀλλ' οὐδὲ ἀπηλλοτριωμένων τῆς πολι τείας τοῦ Ἰσραήλ· τοῖς γὰρ νοοῦσι τὸν πνευματικὸν νόμον καὶ κατ' αὐτὸν βιοῦσι πᾶσιν ὑπάρχει τὸ <ᾠ>κειῶσθαι τῇ πολιτείᾳ τοῦ Ἰσραὴλ καὶ μᾶλλον τῶν σωμα τικῶν Ἰουδαίων· ἀκόλουθον δέ ἐστι τὸν χωρὶς Χριστοῦ καὶ ἀπηλλοτριωμένον τῆς πολιτείας τοῦ Ἰσραήλ, καὶ ξένον νομίζειν εἶναι τῶν διαθηκῶν τῆς ἐπαγγελίας. ζητήσεις δὲ μήποτε διὰ τοῦτο εἴρηται ἄθεοι ἐν τῷ κόσμῳ τούτῳ· ἐπεὶ ὅσον ἐπὶ τῇ προγνώσει τοῦ Θεοῦ οὐκ ἦσαν ἄθεοι οἷς γράφεται ἡ ἐπιστολή. [ii 13] νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἵ ποτε ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ. τὸ μακρὰν καὶ τὸ ἐγγὺς ὠνομάσθη ἀπὸ τῶν τοπικῶς μακρὰν ἢ ἐγγύς, εἰς παράστασιν τῆς πόρρω τοῦ Θεοῦ προαιρέσεως καὶ τῆς ἐγγιζούσης τῷ θελήματι αὐτοῦ· γινόμεθα δὲ ἐγγὺς καθαρθέντες τῷ αἵματι τοῦ Χριστοῦ καὶ ταύτης τῆς τιμῆ ἀγορα θέντε . [ii 14a] αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν. τηρητέον ὅτι, ὥσπερ ἐστὶ λόγο ὁ Χριστὸς καὶ οφία καὶ δύναμι καὶ ζωή, οὕτως καὶ εἰρήνη· καὶ συνακτέον γε πάντα ἀπὸ πάσης γραφῆς ἃ ὀνομάζεται, ἵνα αὐτὸν ἀκριβέστερον νοήσωμεν. ὥσπερ οὖν ὁ ἔχων αὐτὸν ἔχει λόγον, ὅτε αὐτὸν ζητή α εὗρεν ὡς λόγον (τὸ δὲ ἀνάλογον καὶ ἐπὶ οφία καὶ δικαιο ύνη ἔχει), οὕτως ζητήσωμεν αὐτὸν καὶ ὡς εἰρήνην, ἵνα αὐτὸν ἔχωμεν καθώς ἐστιν Εἰρήνη καὶ εἰρήνη πάντων τῶν λογικῶν· ὁ δὲ μὴ ἔχων τὴν εἰρήνην οὐκ ἔχει τὸν Χριστόν. 12 Eph. ii. 14b, 15, 17 [ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν καταλύσας, ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον ... καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ εἰρήνην τοῖς ἐγγύς.] [Ὠριγένης δέ φησι] ταῦτα λέγεσθαι περὶ τῶν θειοτέρων δυνάμεων καὶ τῶν ἀπὸ ἀνθρώπων σωζομένων, τῶν μὲν θειοτέρων δυνάμεων οὐσῶν καὶ πρότερον ἐγγὺς τῶν δὲ ἀνθρώπων μακράν (ἐφαρμόσει δὲ τούτοις ὁ ταῦτα λέγων τὸ εἰρηνο ποιή α διὰ τοῦ αἵματο τοῦ ταυροῦ αὐτοῦ εἴτε τὰ ἐπὶ τῆ γῆ εἴτε τὰ ἐν τοῖ οὐρανοῖ , καὶ ὅλα τὰ κατὰ τὸν τόπον οὕτω διηγήσεται), τῶν μὲν κρειττό νων δυνάμεων ὅτι ἐν φιλίᾳ ἦν πρὸς τὸν θεόν, τῶν δὲ ἐν κόσμῳ ἀνθρώπων ὅτι ἐν ἔχθρᾳ ἦν πρὸς αὐτόν· καὶ αὕτη ἡ ἔχθρα τὸ μεσότοιχον ἦν τοῦ φραγμοῦ κωλῦον τοῦ ἑνοῦσθαι τὴν ἀνθρώπων φύσιν τῇ μακαριότητι τῶν κρειττόνων. τοῦτο οὖν τὸ μεσότοιχον τοῦ φραγμοῦ, ἔχθρα τυγχάνον, ἐλύθη διὰ τοῦ ἐνην θρωπηκέναι τὸν σωτῆρα ἡμῶν, καὶ διὰ τοῦτο λέγεται λελύσθαι ἐν τῇ σαρκὶ

About this text

Origen of Alexandria, Fragmenta ex commentariis in epistulam ad Ephesios (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam ad Ephesios — new OET from PG 14 Greek.

Witnesses

  • Copy-text PG 14 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.