Fragments on Ephesians · §u03-rem-close

Unit 3 rem close

Rem CLOSEOUT: Unit 3 CLOSEOUT.

Greek

φησιν] ἐὰν ἡ συνείδησις ἡμῶν μὴ καταγινώ κῃ, παρρη ίαν ἔχομεν πρὸ τὸν Θεόν. μέγα δέ ἐστιν οὐχ ἁπλῶς ἔχειν παρρη ίαν, ἀλλ' ἐν πεποιθήσει παρρησίαν· καὶ προσαγωγὴν διὰ τὸ βέβαιον πάλιν ἐν παρρησίᾳ. ἀρχὴ δὲ τῆς ἐν πεποιθήσει παρρησίας ἐστὶ καὶ προσαγωγῆς ἡ πίστις ἡ εἰς τὸν Χριστόν. πολλάκις δὲ εἴπομεν ὅτι ὁ πάντα λόγῳ ποιῶν πεπίστευκεν εἰς τὸν Χριστὸν Λόγον, καὶ ὁ τὴν σοφίαν καταλαμβάνων πεπίστευκεν εἰς τὸν Χριστὸν τὴν Σοφίαν, καὶ ὁ τὴν ἀλήθειαν τρανῶν πεπίστευκεν εἰς Χριστὸν τὴν Ἀλήθειαν, καὶ ὁ κατὰ δικαιοσύνην βιοὺς πεπίστευκεν εἰς Χριστὸν τὴν ∆ικαιοσύνην. [iii 13] διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶν δόξα ὑμῶν. ἀγωνιζόμενο ὑπὲρ τῶν Χριστῷ μαθητευομένων πολλὰ εἶχε τὰ θλίβοντα· διὸ αἰτοῦμαι φησὶ μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί μου ὑπὲρ ὑμῶν· αἰσθανομένου γὰρ ἑαυτοῦ ἐστιν οἷον κινδυνεύοντος ἐκκακεῖν τὸ ταῦτα λέγειν. μετὰ ταῦτα ζητοῦμεν τίνι ἐφαρμόσομεν τὸ ἥτις ἐστὶ δόξα ὑμῶν. ὁ μὲν οὖν τις ἐρεῖ ὅτι πρὸς τὰς θλίψεις ἀποδέδωκε τὸ ἥτις ἐστὶ δόξα ὑμῶν, ὡσεὶ ἔλεγεν «αἵτινές εἰσι δόξα ὑμῶν,» διὰ δὲ τὸ ἑνικὸν τῆς δόξης, ὡς ἰδιώτη τῷ λόγῳ, ἀποδέδωκεν ἀντὶ τοῦ «αἵτινες» τὸ ἥτις. ἄλλος δὲ τὸ ἥτις ἐστὶ δόξα ὑμῶν ἤτοι πρὸς τὴν παρρησίαν ἢ τὴν προσαγωγὴν ἢ τὴν πίστιν ἀποδώσει· καὶ γὰρ ἡ παρρησία δόξα τοῦ ἔχοντός ἐστι, καὶ ἡ προσαγωγὴ δόξα τοῦ προσαγομένου Θεῷ, καὶ ἡ πίστις δόξα τοῦ πιστεύοντος ἂν εἶναι λέγοιτο. δύναται δὲ τὸ διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί μου ὑπὲρ ὑμῶν τοιοῦτο εἶναι, «διὸ αἰτοῦμαι ὑπὲρ ὑμῶν, τὸ μὴ ἐκκακεῖν ὑμᾶς ἐν ταῖς θλίψεσί μου, αἵτινές εἰσιν ὑμετέρα δόξα.» καὶ δόξει γε τὰ ἑξῆς ταύτῃ μᾶλλον τῇ ἐκδοχῇ συνᾴδειν· τούτου γὰρ χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα, ἵνα δῷ ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι· χρεία γὰρ δυνάμει κραταιωθῆναι τὸν μὴ ἐκκακήσοντα ἐπὶ θλίψεσιν. ἐρεῖ δέ τις πρὸς τὸ δεύτερον, λόγον μὲν εἶχεν θλιβομένων τῶν Ἐφεσίων αἰτεῖν τὸν Παῦλον περὶ αὐτ<ῶ>ν μὴ ἐκκακεῖν, γελοῖον δὲ εἶναι δόξει τὸ Παύλου θλιβομένου εὐχῆς δεῖσθαι τοὺς Ἐφεσίους ἵνα μὴ ἐκκακῶσιν ἐν ταῖς ἐκείνου θλίψεσιν. ἀλλὰ πρὸς τοῦτο παραθετέον τὸν πειρα μὸν ὑμῶν τὸν ἐν τῇ αρκί μου οὐκ ἐξουθενή ατε οὔτε ἐξεπτύ ατε· ἐμφαίνεται γὰρ διὰ τούτων ὅτι ἐν τῇ αρκὶ Παύλου πειρα μὸ ἑτέροις ἐγίνετο. ἄλλως δὲ καὶ ἐπιστήσωμεν εἰ μὴ τὸ μάλιστα το<ὺς> πολλοὺς ταράττον ἐν τοῖς περὶ προνοίας λόγοις ἔστιν, ὅτε τοῖς μὲν ἁγιωτάτοις καὶ δικαιοτάτοις ὁρῶσιν θλίψεις μυρίας καὶ περιστάσεις συμβαινούσας τοῖς δὲ ἀνομωτάτοις τὰ νομιζόμενα καλὰ γινόμενα. ὅτι δὲ ἐν τῇ Ἐφέσῳ καὶ περὶ τὴν Ἀσίαν πολλὰ πέπονθεν ὁ Παῦλος, γέγραπται μὲν καὶ ἐν ταῖς τῶν ἀποστόλων πράξεσιν, ἔξεστι δὲ καὶ ἀπ' αὐτοῦ μαθεῖν λέγοντος εἰ κατὰ ἄνθρωπον ἐθηριομάχη α ἐν Ἐφέ ῳ, τί μοι τὸ ὄφελο εἰ νεκροὶ οὐκ ἐγείρονται; καὶ ἐν τῇ δευτέρᾳ τῇ πρὸς Κορινθίους, οὐ θέλω γὰρ ὑμᾶ ἀγνοεῖν, ἀδελφοί, περὶ τῆ θλίψεω ἡμῶν τῆ γενομένη ἐν τῇ Ἀ ίᾳ, ὅτι καθ' ὑπερβολὴν κατὰ δύναμιν ἐβαρήθημεν, ὥ τε ἐξαπορηθῆναι ἡμᾶ καὶ τοῦ ζῆν· ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖ τὸ ἀπόκριμα τοῦ θανάτου ἐ χήκαμεν, ἵνα μὴ πεποιθότε ὦμεν ἐφ' ἑαυτοῖ ἀλλ' ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺ νεκρού , ὃ ἐκ τηλικούτων θανάτων ἐρρύ ατο ἡμᾶ καὶ ῥύεται, ἠλπίκαμεν γὰρ ὅτι καὶ ῥύ εται. ὅρα γὰρ ὅσα ἦν τὰ τῶν θλίψεων αὐτοῦ, ὡς λέγειν ὃ ἐκ τηλικούτων θανάτων ἐρρύ ατο ἡμᾶ καὶ ῥύεται. 15 Eph. iii 14 [τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα.] [Ὠριγένης φησί] τὸ κάμπτειν τὰ γόνατα σύμβολόν ἐστιν ἄλλης γονυκλισίας τῆς γινομένης ἐν τῷ ὑποτάσσεσθαι τῷ Θεῷ καὶ ὑποπεπτωκέναι αὐτῷ. τούτῳ γὰρ τῷ λόγῳ καὶ ὁ ἀπόστολός φησιν ἵνα ἐν τῷ ὀνόματι Ἰη οῦ πᾶν γόνυ κάμπτῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ λέγομεν μὴ πάντως τὰ ἐπουράνια ἔχειν σώματα γεγονατωμένα, ἔτι δὲ καὶ τὰ καταχθόνια ὁμοίως, πρὸς τούτοις οὐδὲ τὰς ἀπηλ λαγμένας τούτου τοῦ σώματος ψυχάς. 〚Eph. iii 15 πατριά [μαργιναλ νοτε]. ὁ Χρυσόστομος, πατριαί οἱονεὶ φυλαί. Ὠριγένης ὁμοίως. πατριὰς δὲ καὶ αὐτὸς [scilicet Ὠριγένης] ἐξέδωκεν, οὐ φατρίας κατὰ Θεόδωρον.〛 [iii 16, 17a] ἵνα δῴη ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ, εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι <τὸν> Χριστὸν διὰ τῆς πίστεως, ἐν ταῖς καρδίαις ὑμῶν. ἔοικεν ἡ θειότης αὐτοῦ ἰδίως κατὰ τὴν γραφὴν «δόξα» αὐτοῦ ὀνομάζεσθαι. πλουτεῖ δὲ θειότητι πολλῇ καὶ δυσκαταλήπτῳ οὔσῃ τῇ

About this text

Origen of Alexandria, Fragmenta ex commentariis in epistulam ad Ephesios (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam ad Ephesios — new OET from PG 14 Greek.

Witnesses

  • Copy-text PG 14 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.