Fragmenta ex commentariis in epistulam ad Ephesios Unit 4 opening
Unit 4.
Lemma-led open — ἐρριζωμένοις καὶ τεθεμελιωμένοις,
Greek
γεννητῇ φύσει ὁ Θεός· ἀπὸ τοῦ πλούτου δὴ τούτου τῆς θειότητος καὶ τῆς δόξης αὐτοῦ μεταδιδούς, οἷς κρίνει μεταδιδόναι δεῖν, δυνάμεως καὶ κραταιότητος, δυνάμει κραταιοῖ διὰ τοῦ πνεύματος αὐτοῦ· κραταιοῖ δὲ κατοικίζων εἰς τὸν χωροῦντα ἔσω ἄνθρωπον τὸν Χριστόν. καὶ τὸ παραδοξότατον, ὅλος ὢν ὁ Χριστὸς καὶ καθ' ἑαυτὸν ζῶν κατοικεῖ καὶ ἐν τοῖς μετέχουσιν αὐτοῦ, κατοικεῖ δὲ διὰ τῆς πίστεως εἰς τὸν ἔσω ἄνθρωπον, τουτέστι τῷ ἡγεμονικῷ· ἐπάγει γὰρ ἐν ταῖς καρδίαις ὑμῶν. Eph. iii 17b– 19 [ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι, ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως τὴν ἀγάπην τοῦ Χριστοῦ.] [Ὠριγένης φησί] δοκεῖ μοι σαφῶς τὰ ἑξῆς ἐν σολοικίᾳ εἰρῆσθαι ὡς πρὸς τὴν φράσιν. πρὸς γὰρ τὸ δῴη ὑμῖν ἀκόλουθον ἦν εἰπεῖν «ἐρριζωμένοις καὶ τεθεμελιωμένοις,» ὥστε εἶναι τὸ ἑξῆς ἵνα δῷ ὑμῖν ἐν ἀγάπῃ ἐρριζωμένοις καὶ τεθεμελιωμένοις κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ, ὥστε εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως· εἰς τὸν ἔσω ἄνθρωπον, λέγω κατὰ τὰς καρδίας ὑμῶν, τουτέστιν τὰ ἡγεμονικά. ὁ δὲ θέλων ἀποκαταστῆσαι τὰ κατὰ τὸν τόπον χωρὶς σολοικίας, σκέψαι εἰ μὴ βιάσεται οὕτως τὴν φράσιν ἀποκαταστάς· τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, ἵνα δῷ ὑμῖν κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ, εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως, ἐν ταῖς καρδίαις ὑμῶν, ἵνα ἐρριζωμένοι καὶ τεθεμελιωμένοι ἐξισχύσητε καταλα βέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος καὶ μῆκος καὶ τὰ ἑξῆς. ὥστε κατὰ ταύτην τὴν ἐκδοχὴν μεταθετέον τὸ ἵνα ἀπὸ τοῦ ἵνα ἐξισχύσητε ἐπὶ τὸ ἵνα ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι ἐξισχύσητε καταλαβέσθαι. ἐν ἀγάπῃ δὲ ἐρριζωμένοις καὶ τεθεμελιωμένοις τῇ πρὸς Θεόν, δηλονότι ἐξ ὅλη ψυχῆ καὶ ἐξ ὅλη καρδία καὶ ἐξ ὅλη ἰ χύο καὶ ἐξ ὅλη διανοία , καὶ τῇ πρὸς τὸν πλη ίον κατοικίζεται Χριστός. καὶ ὡς φυτὰ μὲν ἐρρίζωνται ἐν ἀγάπῃ οἱ ἐρριζωμένοι ἐν αὐτῇ, ὡς δὲ οἰκοδομὴ τεθεμελίωνται ἐν ἀγάπῃ· ἔφη δὲ ὁ αὐτὸς Παῦλος Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐ τε. ἔργον δὲ ἰδεῖν ἐπὶ τίνος νῦν εἴρηται τὸ πλάτος, καὶ ἐπὶ τίνος τὸ μῆκος, καὶ ἐπὶ τίνος τὸ βάθος, καὶ ἐπὶ τίνος τὸ ὕψος. ἔχει δὲ ταῦτα πάντα ὁ σταυρὸς τοῦ Χριστοῦ, δι' οὗ ἀναβὰ εἰ ὕψο ᾐχμαλώτευ εν αἰχμαλω ίαν, καὶ κατέβη εἰ τὰ κατώτατα τῆ γῆ , εἶχεν γὰρ καὶ ὕψος καὶ βάθος· καὶ εἰ πᾶ αν τὴν γῆν αὐτὸς διέδραμεν, ἐπὶ τὸ πλάτος καὶ μῆκος αὐτῆς φθάσας. καὶ ὁ Χρι τῷ γε υνε ταυρωμένο καὶ συνεκτεινόμενος αὐτῷ καταλαμβάνει τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος. ἔργον δὲ τοῦ ἁγίου καὶ τὸ γνῶναι τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ. οὐδεὶς δὲ ὑπερβάλλουσαν ἀγάπην ἔχων γνώσεως δύναταί τι ἀγαπῆσαι τῶν περισπώντων καὶ περιελκόντων ἀπὸ τῆς καταλήψεως τῆς περὶ τῆς ὑπερβαλ<λ>όντως ἀγαπωμένης γνώσεως. 16 Eph. iv3 [ἐν ἀγάπῃ σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης.] [Ὠριγένης φησί] τηρεῖ τὴν ἑνότητα τοῦ πνεύματος ὁ κατηρτι μένο τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ τῆς Ἀληθείας καὶ τοῦ Λόγου καὶ τῆς Σοφίας πρὸς τὸν πλησίον. ὅταν δὲ μὴ τὸ αὐτὸ λέγωμεν πάντε , καὶ διὰ τοῦτο μὴ ᾖ ἐν ἡμῖν χί ματα, οὐ σπουδά ζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος διακόπτομεν αὐτὴν εἰς πλείονα. εἰ μέντοιγε ὁ Θεὸς δίδωσι διαιρέ ει χαρι μάτων, ἀλλὰ τηρεῖ τὸ αὐτὸ πνεῦμα· καὶ εἰ χαρίζεται διαιρέ ει διακονιῶν, ἀλλὰ φυλάττει τὸν αὐτὸν κύριον· καὶ εἰ δωρεῖται διαιρέ ει ἐνεργημάτων, ἀλλ' ὁ αὐτὸ μένει Θεὸ ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶ ιν. Ἐφεσίοις μὲν οὖν τοῖς ἤδη ἐσχηκόσι τὴν ἑνότητα τοῦ πνεύματος καὶ δεομένοις τηρεῖν ταύτην
About this text
Origen of Alexandria, Fragmenta ex commentariis in epistulam ad Ephesios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam ad Ephesios — new OET from PG 14 Greek.
Witnesses
- Copy-text PG 14 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.