Unit 3 rem mid
Rem mid: Unit 3; lemma continues; spiritual reading with the letter.
Greek
αὐτοῦ. καὶ πρόσχες γε τῷ ἑξῆς, εἰ δύναται πληκτικώτερον λέγεσθαι ὑπὸ τοῦ οὕτως ἑρμηνεύοντος· κατά γε τὸν ἀληθῆ νόμον, οὗ κιὰ καὶ ὑπόδειγμα τὸ γράμμα Μωσέως ἦν, ἐλάτρευόν τινες ἐν τοῖ ἐπουρανίοι · καὶ ἐκεῖνος ὁ νόμος δόγματά ἐστι μᾶλλον ἢ νόμος ἐντολῶν, ἅπερ δόγματα ὁ ἀξιωθεὶς νοῆσαι, τῷ καταλελύ σθαι τὸ διατειχῖζον αὐτὸν ἀπὸ τῶν κρειττόνων μεσότοιχον τοῦ φραγμοῦ, οὐκέτι τῷ νόμῳ τῶν ἐντολῶν ζῇ· τὸν γὰρ νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργεῖ Χριστός, ἵνα, νοηθέντων τῶν δηλουμένων ἀπὸ τοῦ νόμου τῶν ἐντολῶν δογμάτων, καταφρονηθῇ ὡς ἀποκτέννον τὸ γράμμα τοῦ νόμου τῶν ἐντολῶν. καταργηθεὶς τοίνυν ἀπὸ τοῦ σωτῆρος ὁ νόμος τῶν ἐντολῶν διὰ τῆς τῶν ἐν αὐτοῖς δογμάτων φανερώσεως συνήγαγεν ἀμφοτέρους, λέγω δὴ τὰς θειοτέρας δυνάμεις καὶ τοὺς ἐξ ἀνθρώπων πιστεύοντας, εἰς ἕνα καινὸν ἄνθρωπον. ὁ δὲ καινὸς ἄνθρωπο ἐκ τοῦ ὁ ημέραι ἀνακαινοῦ θαι νοεῖται, καὶ κατοικισθήσεται ἐν καινῷ κόσμῳ, ὅτι ἔ ται ὁ οὐρανὸ καινὸ καὶ ἡ γῆ καινή. δόξει δὲ τὸ εἰς ἕνα καινὸν ἄνθρωπον ἐναντιοῦσθαι τῇ ἑρμηνείᾳ. [ii 19–22] ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν πνεύματι. πρὸς τὸ προειρημένον ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας νῦν λέγεται ἄρα οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, καὶ πρὸς τὸ ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ νῦν τὸ ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ. τὰ δὲ ῥήματα ταῦτα προσακτέον τοῖς εἰσάγουσι τὰς φύσεις· πῶς γὰρ ξένοι οἱ φύσει πολῖται τῶν ἁγίων καὶ πῶς οἱ φύσει ξένοι οἰκεῖοι τοῦ Θεοῦ; τὰ δὲ ἀπὸ τοῦ ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν δόξει συνᾴδειν τῇ ἑρμηνείᾳ τῇ περὶ τοῦ ἐγγὺς μὲν εἶναι τὸν Ἰσραήλ, πόρρω δὲ τὰ ἔθνη. δεήσει δὲ τούτοις τοῖς ῥητοῖς χρήσασθαι κατὰ τῶν διακοπτόντων τὴν θεότητα καὶ οἰομένων ἑτέρου εἶναι Θεοῦ τοὺς προφήτας καὶ ἄλλου τοὺς ἀποστόλους. εἰ γὰρ οἱ μηκέτι ξένοι καὶ πάροικοι ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ ἐποικοδομοῦνται ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ, <ἐν ᾧ καὶ οἱ Ἐφέσιοι συνοικοδομοῦνται εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν πνεύματι, εἷς ἐστιν Θεὸς μιᾶς οἰκοδομῆς καὶ ναοῦ τοῦ ἐποικοδομηθέντος ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν. εἰ δὲ πᾶσα ἡ οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ,> φιλοτιμητέον ἁρμονίους ἡμᾶς γενέσθαι ζῶντα λίθου τῇ πάσῃ οἰκοδομῇ, ἵνα συνοικοδομη θέντες κατοικητήριον γενώμεθα τῷ Θεῷ χωροῦντες εἰς αὐτοὺς πᾶσαν τὴν θεολογίαν αὐτοῦ. 13 Eph. iii 1–3 [τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν–εἴγε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς, ὅτι κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέ γραψα ἐν ὀλίγῳ.] [Ὠριγένης δέ φησιν] ὡς πρὸς τὴν φράσιν, κατὰ τὸ δυνατὸν ζητήσαντες ἀποκαταστῆσαι αὐτὴν φα μὲν ὅτι οὐκ ἀνταποδέδωκε πρὸς τὸ τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος, τὸ τί τούτου γὰρ χάριν πεποίηκα ἢ τί μοι γεγένηται οὐ πάνυ τι παρέστησεν· εἰ μὴ ἄρα τοῦ μὲν ὡς πρὸς τὴν φράσιν ἀκολούθου ὡς ἰδιώτη τῷ λόγῳ ἀποπέπτωκε τὸν δὲ ὀφειλόμενον νοῦν οὐκ εὐφραδῶς ἀποδέδωκεν, οὕτως λέξοντα ἂν τούτου χάριν ἐγὼ Παῦλος δέσμιος Χριστοῦ Ἰησοῦ καὶ δέσμιος ὑπὲρ ὑμῶν τῶν ἐθνῶν ἐγνώρισα τὸ μυστήριον ὑπὲρ τοῦ καὶ ὑμῖν μεταδοῦναι, ὡς καὶ αὐτὸς ἐν τοῖς πρὸ τούτων δι' ὀλίγων ἔγραψα, ὀφείλετε δὲ ἀκηκοέναι τὴν οἰκονομίαν τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς τοὺς ἀπὸ τῶν ἐθνῶν, ὑπὲρ ὧν δέσμιος γέγονα Ἰησοῦ Χριστοῦ. σολοικισμὸν δὲ νομίζω γεγονέναι ἐν τῷ τόπῳ· δέον γὰρ αὐτὸν εἰρηκέναι τούτου χάριν ἐγὼ Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ ἐγνώρισα τὸ μυστήριον, ὁ δέ φησι τούτου χάριν ἐγὼ Παῦλος δέσμιος, κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον. εἰ δέ τις δύναται παραστῆσαι πρὸς τῇ διανοίᾳ καὶ τὴν φράσιν αὐτῷ ἐπιτετευγμένην, ἐκείνου μάλιστα ἀκουστέον. ἐν ὀλίγοις τοῖς πρὸ τούτων ἔστιν ἀληθῶς εὑρεῖν τὸν ἐπιμελῶς ἐντυγχάνοντα ἀποκάλυψιν ἐγνωρι μένην μυ τηρίου ἁγίου τῷ Παύλῳ. 14 Eph. iii 12 [ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ.] [Ὠριγένης δέ
About this text
Origen of Alexandria, Fragmenta ex commentariis in epistulam ad Ephesios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam ad Ephesios — new OET from PG 14 Greek.
Witnesses
- Copy-text PG 14 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.