Fragments on Ephesians · §u06-rem-close

Unit 6 rem close

Rem CLOSEOUT: Unit 6 CLOSEOUT.

Greek

δηλοῦσθαι ἐκ τοῦ ἐν φόβῳ Χριστοῦ. [v 22, 23] αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑποτασσέσθωσαν ὡς τῷ κυρίῳ· ὅτι ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας. πᾶσαν συζυγίαν ἀνδρὸς καὶ γυναικὸς ὁ λόγος οὗτος σύμβολον εἶναι θέλει Χριστοῦ καὶ ἐκκλησίας· τοῦ μὲν ἀνδρός, εἰ τὰ τοῦ γάμου κατὰ λόγον οἰκονομεῖ, μιμουμένο<υ> Χριστὸν τὸν τῆς ἐκκλησίας νυμφίον, τῆς δὲ γυναικός, ἐὰν δεόντως ἀνδρὶ συνοικῇ, ζηλούσης τὴν (ἵν' οὕτως εἴπω) συμβίωσιν πρὸς τὸν Χριστὸν τῆς ἐκκλησίας. οὕτω γὰρ ὁ ἀνὴρ ἔσται κεφαλὴ τῆς γυναικὸς ὁμοίως τῷ καὶ τὸν Χριστὸν τῆς ἐκκλησίας. εἰ μέντοιγε μὴ οὕτως συναρμοσθεῖεν ἀλλήλοις ἀνὴρ καὶ γυνή, οὐκ ἂν λεχθείη ἐπὶ τούτων ὅτι ὅδε τις κεφαλή ἐστι τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς τῆς ἐκκλησίας. φιλοτιμείσθω οὖν ἕκαστος ἀνὴρ εἶναι πρὸς τὴν γυναῖκα ὡς ὁ Χριστὸς πρὸς τὴν ἐκκλησίαν, καὶ ἑκάστη πρὸς τὸν ἄνδρα ὡς ἡ ἐκκλησία πρὸς τὸν Χριστόν· καὶ πάντα δὲ τὰ Χριστοῦ νοείτω καὶ ποιείτω ἀνήρ, καὶ τὰ τῆς ἐκκλησίας ἡ γυνή. 30 Eph. v24 [ἀλλὰ ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες τοῖς ἀνδράσιν ἐν παντί.] [Ὠριγένης φησίν] εἰ οὕτως δεῖ τὰς γυναῖκας ὑποτάσσεσθαι τοῖς ἀνδράσιν, ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, ἁγίως καὶ ἀπαθῶς καὶ ἀναμαρτήτως δεήσει βιούσας τὰς γυναῖκας ὑποτάσσεσθαι τοῖς ἀνδράσιν, ὥσπερ ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ ἁγίως καὶ ἀπαθῶς καὶ ἀναμαρτήτως βιοῦσα. v 27. [ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων ἀλλ' ἵνα ᾖ ἁγία καὶ ἄμωμος.] σπῖλοι δέ εἰσιν οἷον φακοὶ γινόμενοι ἐπὶ τοῦ σώματος καὶ μελανίαι καὶ ἀλφοὶ καὶ μυρμηκίαι· τούτων γὰρ περιαιρεθέντων ὡραιοτέρα γένοιτ' ἂν γυνή· καὶ τὰ ἀνάλογον αὐτοῖς νοείσθω γινόμενα καὶ περὶ τὴν ψυχήν, ἅτινα οὐδενός ἐστιν ἢ τοῦ Λόγου περιελεῖν, ἵνα παραστήσῃ ἑαυτῷ, φησί, τὴν ἰδίαν νύμφην μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων ἀλλ' ἵνα ᾖ ἁγία καὶ ἄμωμος. ῥυτίδες δὲ σημεῖόν εἰσι γήρως· οὕτως εἴ τις ἴχνη τοῦ παλαιοῦ ἐπιμένοι ἔχων μὴ ἀεὶ ἀνακαινούμενο , ῥερυτιδῶσθαι ἂν λέγοιτο κατὰ τὴν ψυχήν. [ 31] ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. παρατηρητέον, ὥσπερ καὶ ἐν ἄλλοις πεποιήκαμεν, ὅτι πολλάκις οὐκ αὐταῖς λέξεσιν ἐκτίθενται τὴν παλαιὰν γραφὴν οἱ τὴν καινὴν διαθήκην γράφοντες. καὶ περὶ μὲν τούτου ἐν μὲν τῇ Γενέσει οὕτω γέγραπται ἕνεκεν τούτου καταλείψει ἄνθρωπο τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ προ κολληθή εται πρὸ τὴν γυναῖκα αὐτοῦ καὶ ἔ ονται οἱ δύο εἰ άρκα μίαν, ἐνθάδε δὲ ἀντὶ τοῦ ἕνεκεν τούτου πεποίηκεν ὁ Παῦλος ἀντὶ τούτου, παραλέλοιπέν τε τὸ μετὰ τὸν πατέρα εἰρημένον αὐτοῦ καὶ τὸ μετὰ τὴν μητέρα δεύτερον εἰρημένον αὐτοῦ, ἀλλὰ καὶ τὸ προ κολληθή εται πρὸ τὴν γυναῖκα αὐτοῦ. 31 Eph. vi1–3 τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν Κυρίῳ, τοῦτο γάρ ἐστι δίκαιον· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ, ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. [Ὠριγένης φησίν] ἀμφίβολόν ἐστι τὸ ῥητόν· ἤτοι γὰρ τοῖς ἐν Κυρίῳ γονεῦσιν χρὴ ὑπακούειν τὰ τέκνα, ἢ ἐν Κυρίῳ δεῖ ὑπακούειν τὰ τέκνα τοῖς γονεῦσιν. καὶ οὐδετέραν γε τῶν ἐκδοχῶν ἀποδοκιμαστέον· τοῖς τε γὰρ ἐν Κυρίῳ γονεῦσιν, ὁποῖος ὁ Παῦλος ἦν Κορινθίων, ὑπακουστέον, καὶ τοῖς κατὰ σάρκα γονεῦσιν ὑπακουστέον, ἀλλὰ ἐν Κυρίῳ, προστάττουσιν οὐκ ἐναντία τῷ τοῦ Κυρίου βουλήματι. δίκαιον δὲ τὸ ὑπακούειν καθ' ἑκάτερον. ἅμα δὲ καὶ σημειώσῃ πρὸς ἑτεροδόξους διαχωρίζοντας δίκαιον Θεὸν ἀπὸ ἀγαθοῦ, ὅτι τοῖς μαθηταῖς τοῦ ὥς φασιν ἀγαθοῦ προστάσσει τὸ (ὡς ἂν ἐκεῖνοι λέγοιεν) πρόσταγμα τοῦ ἑτέρου Θεοῦ· εἴγε ὁ ἕτερος δίκαιός ἐστιν, καὶ φησὶν ὁ Παῦλος δίκαιον εἶναι τὸ τὰ τέκνα ὑπακούειν τοῖς γονεῦσιν ἐν Κυρίῳ ἢ ἐν Κυρίῳ ὑπακούειν τοῖς γονεῦσιν. τὸ δὲ ῥητὸν εἴληπται ἀπὸ τῆς Ἐξόδου, οὕτως ἔχον τίμα τὸν πατέρα ου καὶ τὴν μητέρα ου ἵνα εὖ οι γένηται καὶ ἵνα μακροχρόνιο γένῃ ἐπὶ τῆ γῆ ἧ Κύριο ὁ Θεό ου δίδω ί οι. καὶ ἐνθάδε δὲ ἐκτιθέμενος ὁ ἀπόστολος τὴν λέξιν παρα λέλοιπεν τὸ (μετὰ τὴν μητέρα) ου, καὶ πεποίηκεν ἀντὶ τοῦ καὶ ἵνα μακροχρόνιο γένῃ καὶ ἔσῃ μακροχρόνιος, παραλέλοιπέν τε μετὰ τὸ ἐπὶ τῆς γῆς τὸ ἧ Κύριο ὁ Θεό ου δίδω ί οι. ἔστι δὲ ἡ ἐντολὴ πέμπτη τῆς ∆εκαλόγου· διὸ ζητητέον πῶς δεῖ ἐκλαβεῖν τὸ ἥτις ἐστὶν ἐντολὴ πρώτη, πρώτης εἰρημένης ἐντολῆς τὸ οὐκ ἔ ονταί οι θεοὶ ἕτεροι πλὴν ἐμοῦ.

About this text

Origen of Alexandria, Fragmenta ex commentariis in epistulam ad Ephesios (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam ad Ephesios — new OET from PG 14 Greek.

Witnesses

  • Copy-text PG 14 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.