Unit 7 rem early
Rem early: Unit 7; Pauline lemma and Origen’s theoria.
Greek
ἀναγεγραμμένων ἔστιν εἰπεῖν παν οπλίαν εἶναι τοῦ Θεοῦ τὸν Χριστόν, ὥστε ταὐτὸν εἶναι τὸ ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ τῷ ἐνδύ α θε τὸν Κύριον Ἰη οῦν Χρι τόν. <εἰ> γὰρ ζώνη μέν ἐστιν ἡ ἀλήθεια θώραξ δὲ ἡ δικαιοσύνη, ὁ σωτὴρ δέ ἐστιν ἡ ἀλήθεια καὶ ἡ δικαιο ύνη, δῆλον ὅτι ὁ σωτήρ ἐστιν ἡ ζώνη καὶ ὁ θώραξ. ἀνάλογον δὲ τούτοις αὐτὸς ἂν εἴη ἡ ἑτοιμασία τοῦ εὐαγγελίου τῆς εἰρήνης καὶ ὁ τῆς πίστεως θυρεὸς καὶ ἡ τοῦ σωτηρίου περικεφαλαία καὶ ἡ τοῦ πνεύματος μάχαιρα, ὅπερ ἐστὶ ῥῆμα Θεοῦ ὁ ζῶν λόγο καὶ ἐνεργὴ καὶ τομώτερο ὑπὲρ πᾶ αν μάχαιραν δί τομον. ποίαν δὲ κἂν ἐπινοῆσαι ἄλλην ἔστιν λέγεσθαι πανοπλίαν Θεοῦ ἣν χρὴ ἐνδύσασθαι τὸν ἐνστησόμενον πρὸς τὰς μεθοδείας τοῦ διαβόλου ἢ τὴν ἀρετὴν ἥτις ἐστὶν ὁ Χριστός; τοῦτον γὰρ κατὰ πάσας τὰς ἐπινοίας αὐτοῦ ἐνδυσάμενος ἱκανὸς ἔσται στῆναι πρὸς πάσας τὰς μεθοδείας τῆς κακίας ἐνεργουμένας ὑπὸ τοῦ πατρὸ αὐτῆ διαβόλου. καὶ καθὸ μὲν τὴν ἀλήθειαν ἔζωσταί τις, οὐκ ἐξελκυσθήσεται ἐπὶ τὸ συγ καταθέσθαι τοῖς ὑπὲρ τοῦ ψεύδους πιθανοῖς καὶ σοφισματώδεσι λόγοις· καθὸ δὲ τὴν δικαιοσύνην ἠμφίεσται, ἄτρωτος ἔσται ἀπὸ τῶν βελῶν τῆς ἀδικίας, οὐδενὸς αὐτῶν καθικνουμένου καὶ ἄδικον ποιοῦντος τὸν ἐνδεδυμένον τὴν δικαιο σύνην. καὶ ὁ ὑποδησάμενος δὲ καλὰ ὑποδήματα τῆς ἑτοιμασίας τοῦ εὐαγγελίου τῆς εἰρήνης, ὡς ἕτοιμος καὶ ἑτοιμά α εἰ τὴν ἔξοδον τὰ ἔργα αὐτοῦ, καὶ διὰ τοῦτο εἰρήνης ἄνθρωπος γεγονώς, οὔτε πολεμικόν τι καὶ στασιῶδες ἐργάσεται οὔτε τοῖς ἀνετοίμοις συγκαταδικασθήσεται. χώραν τε οὐχ ἕξει ἡ ἐχθρὰ τῇ σωτηρίᾳ τοῦ τῶν ἀνθρώπων γένους ἀπιστία, ἔνθα ὁ τῆς πίστεως ἐστὶ θυρεός· ἄθραυστός τε διαφυλαχθήσεται τὴν κεφαλὴν τῆς ψυχῆς, ἐν ᾗ ἐστι τὰ θεῖα καὶ νοητὰ αἰσθητήρια, ὁ τὴν περικεφαλαίαν τοῦ σωτηρίου περικείμενος. ἀλλὰ καὶ ὡς γενναῖος στρατιώτης πάντα τὰ πολέμια τῇ ἀληθείᾳ δόγματα κατακόψει καὶ ἀνελεῖ ὁ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστιν ῥῆμα Κυρίου, κρατῶν. [vi 12] ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. νομίζω πρὸς αἷμα καὶ σάρκα εἶναι <πάλην> τοὺς λεγομένους παρ' αὐτῷ ἀνθρωπίνου πειρα μού , ὅτε ἡ ὰρξ ἐπιθυμοῦ α κατὰ τοῦ πνεύματο προσ καλεῖται ἡμᾶς ἐπὶ τὸ ποιῆσαι τὰ ἔργα αὐτῆ . οὐκέτι δὲ ἀνθρώπινο πειρα μὸ οὐδὲ πρὸς αἷμα καὶ σάρκα ἡ πάλη, ὅτε ἤτοι ὁ Σατανᾶ μετα χηματιζόμενο εἰ ἄγγελον φωτὸ ἀγωνίζεται ἡμᾶς πεῖσαι προσέχειν αὐτῷ ὡς ἀγγέλῳ φωτός, ἤ τι τῶν παραπλησίων τούτοις, ἃ γίνεται ἐν πά ῃ δυνάμει καὶ ημείοι καὶ τέρα ι ψεύδου καὶ ἐν πά ῃ ἀπάτῃ ἀδικία . καὶ εἰ πείσαι δέ τινα ὁ ἐχθρὸς παραδέξασθαι αὐτὸν ὡς Κύριον ἐροῦντα ἐν αὐτῷ τάδε λέγει Κύριο , ὥστε καὶ ὑπολαβεῖν τινα ἑαυτὸν προφήτην γεγονέναι τοῦ τῶν ὅλων Θεοῦ, ταῦτ' ἂν ποιήσαι οὐχ ὡς αἷμα καὶ σὰρξ ἢ ἀνθρώπινο πειρα μὸ παλαίσας τῷ μέχρι τούτων ἑαυτὸν φρουρήσαντι· διόπερ οὐδαμῶς δοτέον <τόπον> τῷ διαβόλῳ. ἐρεῖ δέ τις τὸ οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα ἀλλὰ πρὸς τὰς ἀρχὰς πρὸς τὰς ἐξουσίας καὶ τὰ ἑξῆς λέγεσθαι ἵνα διδασκώμεθα μηδὲ τὰ νομιζόμενα ἀπὸ τοῦ φρονήματο ἔρχεσθαι τῆ αρκὸ ἡμῖν ἁμαρτήματα πρῶτον νομίζειν ἔρχεσθαι ἡμῖν ἀπὸ τῆς σαρκὸς καὶ τοῦ αἵματος, ἀλλ' ἀπό τινων δυνάμεων ταῦτα ἐνεργουσῶν· εἰσὶ γάρ τινες δαίμονες ἐνεργοῦντες τοὺς ἔρωτας καὶ τὰ φίλτρα, ὡς δηλοῖ καὶ ὁ προφήτης λέγων πνεύματι πορνεία ἐπλανήθη αν. τὸ δ' ὅμοιον εἰπεῖν καὶ περὶ ἄλλων δαιμόνων θυμὸν καὶ ὀργὴν ἐμποιούντων, οὓς ἀνακαλοῦντες καὶ οἱ περίεργοι λέγονται θυμοκάτοχ<όν> τινα ποιεῖν. τὸ μισεῖν δὲ οὐ χωρὶς τῶν ἐνεργούντων ποιοῦμεν ὅτε μισοῦμεν δαιμόνων· καὶ τοῦτο δέ τις ἐκ τῶν λεγομένων μισήτρων οὐκ ἀτόπως κατασκευάσει. ἐπεὶ οὖν βούλεται, φησίν, ἡμᾶς ὁ ἀπόστολος διδάξαι οὐκ ἀπὸ τῆς φύσεως τοῦ σώματος ἔρχεσθαι ἡμῖν τὸ ἁμαρτάνειν, διὰ τοῦτο λέγει οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας καὶ τὰ ἑξῆς. ζητοῦντες δὲ ἀπὸ ποίων παλαιῶν ὠφελημένος γραφῶν ὁ Παῦλος ταῦτά φησιν ἀποκαλυφθεισῶν αὐτῷ καὶ φανερωθεισῶν, στοχαζόμεθα ὅτι ἐκ τῶν ἀναγεγραμμένων περὶ πολέμων καὶ μονομαχιῶν, οἷον τοῦ ∆αβὶδ πρὸς τὸν Γολιὰθ καὶ τῶν υἱῶν Ἰσραὴλ πρὸς τοὺς ἀλλοφύλους ἢ τὰ ἔθνη οἷς ἀνταγωνιζόμενοι νενικήκασιν· εἰκὸς γὰρ ἕκαστον ἐκείνων σύμβολον εἶναι πνευματικῶν ἀρχῶν ἡττωμένων ἢ περιγινομένων. ἡ πάλη
About this text
Origen of Alexandria, Fragmenta ex commentariis in epistulam ad Ephesios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam ad Ephesios — new OET from PG 14 Greek.
Witnesses
- Copy-text PG 14 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.