Unit 3 rem close
Rem CLOSEOUT: Unit 3 CLOSEOUT.
Greek
μετ' ὀλίγα· Ἐὰν ᾖς ἁμαρτωλὸς, ἐὰν ᾖς πόρνος, ἐὰν καταφερὴς, οὐ διορισθήσῃ ἀπὸ τῶν τετραπόδων. Ἵπποι θηλυμανεῖς ἐγεννήθησαν. ∆ιὰ τοῦτο θαῤῥῶν λέγει, ὅτι ἐχωρίσθη· Ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς. ΚΕΦ. Μʹ. Στίχ. γʹ. Μὴ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. ∆ίδωμί σοι παῤῥησίαν. Ἐγώ σε ἐρωτήσω· σὺ δέ μοι ἀπόκριναι. Ἤδη ἆθλον αὐτῷ δίδωσιν ὁ Θεός. Ἄνθρωπον ἐρωτᾷ, ὅτι πυνθάνεται αὐτοῦ, ὅτι δίδωσιν ἐξουσίαν τῆς ἀποκρίσεως. Εἰ μὴ ἦν νενικηκὼς, οὐκ ἂν ἐλάμβα νεν· εἰ μὴ ἦν ὑπομείνας, οὐκ ἂν ἤκουσε· Ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. Ἐρωτήσω δέ σε· σὺ δέ μοι ἀπόκριναι. Τοῦ αὐτοῦ. Μὴ πρότερον ἀποκρινάσθω τις τῷ Θεῷ, ἐὰν μὴ, γενόμενος ἀνὴρ, ζώσηται ὥσπερ ἀνὴρ τὴν ὀσφὺν αὐτοῦ. Ὅσον γὰρ ἡ ὀσφὺς αὐτοῦ οὐκ ἔζω σται, ἀλλὰ λέλυται, καὶ οὐχὶ περιδέδεται, οὐδὲ συν έσφιγκται, οὐ δύναται εὐλόγως ἀποκρίνασθαι τῷ Κυρίῳ. Στίχ. γʹ. Ἐρωτήσω δέ σε· σὺ δέ μοι ἀποκρίθητι. Τὰ μὲν τέλεια τῶν ἀγωνισμάτων τοῖς καλῶς ἀθλή σασι μετὰ τὸν βίον ἀπόκειται τοῦτον. Οὐδὲν δὲ ἧττον καὶ ἤδη ἡ χάρις ἡ τοῦ Θεοῦ ἀῤῥαβωνίζεται τοὺς ἀθλητάς. ∆ιὰ τοῦτο, ὅτε ἠγωνίσατο τὰ μέγιστα ὁ Ἰώβ· ὅτε, ἀποβαλὼν τὰ ὑπάρχοντα, ἐδόξασε τὸν δεδωκότα· ὅτε, ἀποθέμενος τὰ τέκνα, ηὐχαρίστησε τῷ παρειλη φότι· ὅτε, νοήσας ὡς σκώληκας ἀνάγειν αὐτοῦ ἀπὸ τοῦ σώματος, οὐ νενίκηται ἀπὸ τῶν πόνων· προοίμια καὶ ἀῤῥαβῶνα τῶν ἀθλητῶν δίδωσιν αὐτῷ ὁ Θεὸς, χρηματίσας αὐτῷ διὰ λαίλαπος καὶ νεφῶν. Ἀκούσας οὖν προτέρων λόγων, δέον ἀποκρίνασθαι πρὸς Θεὸν, σιωπᾷ, ὡς οὐκ ἔχων παῤῥησίαν ἀποκρίνασθαι πρὸς αὐτόν. Οὔπω γὰρ ᾔδει τὸ ὕστερον γεγραμμένον ὑπὸ Μωϋσέως, ὡς Μωϋσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρί νατο αὐτῷ φωνῇ. Ὡς μὴ ἐπιστάμενος τοίνυν τοῦτο, οὐ θέλει ἀποκρίνασθαι πρὸς τὸν Θεόν. Ὁ δὲ Θεὸς δί δωσιν αὐτῷ παῤῥησίαν τοῦ λαλεῖν. Καὶ μεθ' ἕτερα· Τοσαύτη ἐστὶν ἡ χρηστότης τοῦ Θεοῦ, ὥστε ἀναλα βεῖν αὐτὸν πρόσωπον οὐ κρίνοντος, ἀλλὰ κρινομένου μετὰ τοῦ ἀνθρώπου. Καὶ πολλαὶ τοῦτο ἐδίδαξαν Γρα φαί. ∆εῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος. Καὶ, Λαός μου, μᾶλλον δὲ ὁ Θεὸς μετὰ τοῦ λαοῦ διαλεχθή σεται, λαός μου, τί ἐποίησά σοι, ἢ τί παρηνόχλησά σοι; ἀποκρίθητί μοι, καὶ τὰ ἑξῆς. Στίχ. γʹ. Μὴ ἀποποιοῦ μου τὸ κρῖμα. Μὴ ἀποποιοῦ μου τοῦτο τὸ κρῖμα. Τούτου τοῦ ῥητοῦ ὡς χρησίμου μνημονεύσωμεν. Ἀλλ' ὅτ' ἂν κρίνῃ ὁ Θεὸς παθεῖν τι ἡμᾶς, τέκνον ἀποβαλεῖν, ἄρ χοντα ἀπολέσαι, νοσῆσαι κατὰ τὸ σῶμα, ὅ τι δήποτε τούτων ὑπομεῖναι· οὐδὲν τούτων οἷόν τέ ἐστιν ἡμᾶς παθεῖν, μὴ κρίνοντος τοῦ Θεοῦ. Οὐδὲ γὰρ στρουθίον πίπτει εἰς παγίδα ἄνευ βουλήματος τοῦ Πατρὸς, τοῦ ἐν τοῖς οὐρανοῖς. Ἐπεὶ οὖν οὐδὲν τούτων γίνεται χω ρὶς κρίματος τοῦ Θεοῦ, λέγεται πρὸς τὸν παθόντα· 17.100 Μὴ ἀποποιοῦ μου τὸ κρῖμα, μὴ ἀπαρνῇ, ὅτι ἔκρινα περὶ σοῦ. Στίχ. γʹ. Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Ἀπολογοῦμαί σοι. ∆ίκαιος ἦς, ἀλλ' οὐκ ἦς φανε ρός. Ὑπομονὴν εἶχες· ἔδει με ἀφορμὴν παρασχεῖν τοῦ λάμψαι σου τὴν ὑπομονήν. Εἶχες ἀνδρείαν· ἀλλ' ἐκέκρυπτο ἐν σοί· οἱ συμβεβηκότες πόνοι ἔδειξάν σου τὴν ἀνδρείαν. Καὶ μετ' ὀλίγα· Μνημονεύωμεν τού των ἐν τοῖς περιστάσεων καιροῖς, καὶ δόξωμεν τοῦ Θεοῦ ἀκούειν παρόντος, καὶ λέγοντος ἡμῖν· Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Μὴ ἀναφανῶμεν ἄδικοι, μηδὲ ἀσεβεῖς. Στίχ. εʹ. Ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν. Στεφάνωσαι, ἔνδυσαι δόξαν, ἔνδυσαι τιμήν. Στίχ. ʹ. Ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ· πάντα δὲ ὑβριστὴν ταπείνωσον. Στίχ. ζʹ. Ὑπερήφανον δὲ σβέσον. Ὁ ὑβριστὴς ἐστρατεύσατο κατὰ σοῦ. Εἶπέ μοί πο τε ὁ ὑβριστὴς, Ἀπόστειλον τὴν χεῖρά σου· εἶπέ μοι, Ἅψαι πάντων ὧν ἔχει· εἶπέ μοι περὶ σοῦ, ὡς ἄρα εἰς πρόσωπόν με εὐλογήσεις. Ἀλλ' οὖν γε νε νίκηκας. ∆ιὰ τοῦτό σοι λέγω· Θάῤῥει· πᾶν δὲ ὑβρι στὴν ταπείνωσον, καὶ τοὺς ἀγγέλους αὐτοῦ ταπείνω σον. Ὑπερήφανος ἐκεῖνος γεγένηται κατὰ σοῦ· ἀλλὰ σὺ ὑπερήφανον σβέσον. Ἀσεβὴς ἐκεῖνος κατὰ σοῦ· ἀλλὰ σὺ σκῆψον ἀσεβεῖς παραχρῆμα. Στίχ. ηʹ. Τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας πλήρωσον. Ἔλεγξον ἁμαρτωλοὺς, δεικνὺς αὐτοὺς ἁμαρτωλούς. Πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας διὰ τοῦ ἐλέγ χου τοῦ ἐν σοί. Στίχ. ιʹ. Ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοί· χόρτον ἶσα βουσὶν ἐσθίει. Θηρία αἱ ἀντικείμεναι δυνάμεις εἰσὶ, περὶ ὧν ηὔ ξατο ὁ Προφήτης λέγων· Μὴ παραδῷς τοῖς θηρίοις τὴν ψυχὴν ἐξομολογουμένην σοι. Θηρία εἰσὶν αἱ ἀντικείμεναι δυνάμεις, ὧν εἴληφας, ὦ ἄνθρωπε, τὴν ἐξουσίαν. Ἐὰν Θεῷ δουλεύσῃς, ἐπ' ἀσπίδα
About this text
Origen of Alexandria, Enarrationes in Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Enarrationes in Job — new OET from PG 17 Greek.
Witnesses
- Copy-text PG 17 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.