Enarrationes in Job · §u03-rem-mid

Unit 3 rem mid

Rem mid: Unit 3; lemma continues; spiritual reading with the letter.

Greek

ῥητὸν, ὅση δύναμις, ὀφείλομεν βοηθεῖν τοῖς πτωχοῖς, ὑπὸ τῶν δυνατῶν καταδυναστευομένοις. Στίχ. ιεʹ. Ποῦς δὲ χωλῷ. Αὐτὸς ἐχαρίζετο καὶ τοῖς κεχωλωμένοις τὰς βάσεις, τῆς ψυχῆς πόδας· καὶ τῷ λόγῳ ἐγίνετο αὐτὸς αὐτῶν ποῦς. Στίχ. ι ʹ. ∆ίκην δὲ ἣν οὐκ ᾔδειν, ἐξιχνίασα. ∆ιδάσκει ἡμᾶς πῶς δεῖ δικάζειν, ἐάν ποτε κλη θῶμεν ἐπὶ δίαιταν ἀδελφῶν, ὥστε διαιτῆσαι τὰ κατ' αὐτούς. ΚΕΦ. ΛΒʹ. Στίχ. αʹ. Καὶ ἐπαύσατο Ἰὼβ ῥήμασιν. Ἡσύχασαν δὲ καὶ οἱ τρεῖς φίλοι αὐτοῦ ἔτι ἀντειπεῖν Ἰώβ. Ἦν γὰρ Ἰὼβ δίκαιος ἐναντίον αὐτῶν. Οὐχ ἁπλῶς ἐπαύσατο. Καρδία δὲ ἦν αὐτοῦ νοοῦσα τὰ θεῖα, οὐκ ἐπαύσατο. Ἤδη γὰρ καιρὸς τῷ παντὶ πράγματι ὑπὸ τὸν οὐρανὸν, καιρὸς τοῦ σιγᾷν καὶ καιρὸς τοῦ λαλεῖν. Ὅτε οὖν καιρὸς τοῦ ἀποκρίνασθαι πρὸς τοὺς τρεῖς, ἔλεγεν· ὅτε ἦν καιρὸς, μετὰ τὸ ἐπι στομίσαι αὐτοὺς, ἐσίγησε. Καὶ οἶμαι ἐν ἐπαίνῳ λέ γεσθαι τὸ, Ἐπαύσατο ὁ Ἰώβ. Στίχ. ζʹ. ∆ιὸ ἡσύχασα, φοβηθεὶς τοῦ ὑμῖν ἀναγ γεῖλαι τὴν ἐμαυτοῦ ἐπιστήμην. Ἐπιστήμην ἔχει, πῶς ἄνθρωποι πάσχουσι· διὰ τί ἄνθρωποι ἐν περιστάσεσί τισιν ἐν τῷ βίῳ τούτῳ μόνῳ γίνονται· ὅσοι ἄδικοι ὄντες εὐτυχοῦσιν. Εἶδον ἀδι κοῦντας καὶ παρανομοῦντας, καὶ ἐμοῦ παρὰ μι κρὸν ἐσαλεύθησαν οἱ πόδες. Ἐὰν ἐν τῷ βίῳ τούτῳ μόνον ἐνίδω, παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου. Στίχ. ιʹ. Οὐχ οἱ πολυχρόνιοί εἰσι σοφοί. Οὐ γὰρ ἀνάγκη, φησὶ, τοὺς πρεσβύτας μόνους εἶναι σοφούς· ἀλλ' ἔστι καὶ ἀπὸ νεότητος ἀκοῦσαί τι γενναῖον. Εἰ γὰρ χρόνος ποιεῖ σοφοὺς, πολλῷ μᾶλλον Θεός. Στίχ. ιηʹ. Ὠλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός. Ὥσπερ τις ἔγκυος γίνεται, καὶ μορφωθέντος τοῦ γεννωμένου ἐν αὐτῷ, ἐπὶ ὠδῖνας ἔρχεται, μέχρις οὗ ἀπογεννήσῃ τοῦτο ὃ πρότερον συνείληφε· τοιοῦ τόν τί μοι νόει γενέσθαι καὶ ἐπὶ τῆς τοῦ φιλομα θοῦς ψυχῆς. Συλλαμβάνει γὰρ τὸν λόγον ὃν ἀπαγγελ λόμενον μορφοῖ καὶ τυποῖ αὐτὸν τῇ τάξει. Ὅτ' ἂν δὲ μετὰ τὸ τυπῶσαι καὶ μορφῶσαι αὐτὸν ἕτοιμον γενόμε νον, μὴ ὡς ἔκτρωμα ἀνέτοιμον καὶ ἀτελὲς παραδιδῷ, ἀλλ' ὡς τελεσφορηθὲν καὶ τετελειωμένον εἴποιμι ἄν. Στίχ. ιθʹ. Ἡ δὲ γαστήρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος. ∆οκεῖ μοι ἐντεῦθεν εἰρῆσθαι τὸ ἐν τῷ Εὐαγγελίῳ. 17.96 Οὐδεὶς οἶνον νέον εἰς ἀσκοὺς παλαιοὺς βάλλει Στίχ. κʹ. Λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη. Ὁ τυγχάνων συνετοῦ ἀκροατοῦ, καὶ ὢν πλή ρης λόγων, λαλῶν ἀναπαύεται, καὶ λέγει· Λαλήσω, ἵνα ἀναπαύσωμαι. Στίχ. κβʹ. Οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπον. Οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπον. Οὐκ ἔχω ταύτην τὴν ἐπιστήμην, ἵνα θαυμάσω πρόσωπον· ἀλλὰ καταφρονῶ ἀνθρώπων, καὶ τῆς παρ' αὐτοῖς αἰ σχύνης βροτῶν, καὶ τῆς παρ' αὐτοῖς ἐντροπῆς. Στίχ. κβʹ. Εἰ δὲ μὴ, καὶ ἐμὲ σῆτες ἔδονται. Ὡς τῶν σητῶν διεσθιόντων τοὺς λαμβάνοντας πρόσ ωπα ἀνθρώπων. ΚΕΦ. ΛΕʹ. Στίχ. ʹ. Εἰ ἥμαρτες, τί πράξεις; Ἐὰν ἀναβλέψῃς εἰς τὸν οὐρανὸν, καὶ κατανοήσῃς τὰ νέφη, νοήσεις τί ἥμαρτες. Τί σε πρᾶξαι δεῖ; Προσέρχεσθαι τῷ ἀρχιερεῖ, καὶ παρακαλεῖν, ἵνα ὁ ἀρχιερεὺς προσαγάγῃ θυσίαν περὶ σοῦ. Ἐὰν γάρ τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα Ἰησοῦν Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτημάτων ἡμῶν. Στίχ. ʹ. Εἰ δὲ καὶ πολλὰ ἠνόμησας, τί δύνασαι ποιῆσαι; Τὸ τηλικοῦτον ποιήσεις· ἀναλύσεις σου τὰς πολλὰς ἀνομίας. ∆ιὰ τοῦτο ἐπὶ τοῖς ἀνιάτοις, οἷς ἑαυ τοὺς ἰάσασθαι οὐ δυνάμεθα, ἦλθεν Ἰησοῦς Χριστὸς ἐξ οὐρανῶν, ἵνα τὰ ἀνίατα ἰάσηται, καὶ γίνηται τό· Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἀπε καλύφθησαν αἱ ἁμαρτίαι. Στίχ. ζʹ. Ἐπειδὴ οὖν δίκαιος εἶ, τί δώσεις αὐτῷ; Ἀλλ' εἰ δίκαιος εἶ ὡς πρὸς Θεὸν, τί ἔχεις δοῦναι κατὰ τὴν σὴν δικαιοσύνην; Εἰ δὲ καὶ ὡς λέγεις δίκαιος εἶ, τί προσθήσεις αὐτῷ; Στίχ. ιʹ. Ὁ κατατάσσων φυλακὰς νυκτερινάς. Ἐγκώμια τοῦ Θεοῦ, καὶ αἴνους καὶ ὕμνους αὐτοῦ διεξέρχεται. Ὁ κατατάσσων φυλακὰς νυκτε ρινὰς, αὐτὸς ὁ Θεός ἐστι. Θέλω ἰδεῖν, πῶς κατατάσσων ἐστὶν ὁ Θεὸς φυ λακὰς νυκτερινάς. Ὅλως ὁ αἰὼν οὗτος νύξ ἐστι, σκό τος ἐστί. Τὸ φῶς τηρεῖταί σοι. Ὃ βλέπεις νῦν φῶς, δι' ἐσόπτρου βλέπεις· Καὶ ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Μέλλομέν ποτε βλέπειν αὐτό. Οὐκοῦν νύξ ἐστι πᾶς ὁ αἰών· ἐπεὶ νύξ ἐστι, πόλεμοι πολλοὶ, πολ λὰ θηρία περιέρχεται. Στίχ. ιαʹ. Ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς. Ἐὰν ᾖς ἁμαρτωλὸς, οὐ διωρίσθης ἀπὸ τῶν τετραπόδων γῆς. Ἄνθρωπος γὰρ ἐν τιμῇ ὢν, οὐ συνῆκε. Παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοή τοις, καὶ ὡμοιώθη αὐτοῖς. Ἐὰν ᾖς ἁμαρτωλὸς, οὐ διωρίσθης ἀπὸ τῶν τετραπόδων τῆς γῆς· ἀλλὰ λέγε ταί σοι· Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ 17.97 ἔστι σύνεσις. –Καὶ

About this text

Origen of Alexandria, Enarrationes in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Enarrationes in Job — new OET from PG 17 Greek.

Witnesses

  • Copy-text PG 17 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.