Enarrationes in Job · §u04-open

Enarrationes in Job Unit 4 opening

Unit 4.

Lemma-led open — καὶ βα σιλίσκον ἐπιβήσῃ. Στίχ. ιʹ. Ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοί. Τοῦ αὐτοῦ. Παρὰ σοὶ τῷ Ἰὼβ

Greek

καὶ βα σιλίσκον ἐπιβήσῃ. Στίχ. ιʹ. Ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοί. Τοῦ αὐτοῦ. Παρὰ σοὶ τῷ Ἰὼβ, παρὰ παντὶ ὑπο μνηστικῷ, παρὰ παντὶ τῷ νενικηκότι. Στίχ. ιʹ. Χόρτον ἶσα βουσὶν ἐσθίει. Τοὺς σκώληκας λέγει, τοὺς ἐξ αὐτοῦ αὐτὸν κατε σθίοντας. Συντέλεια γὰρ, φησὶ, τὴν χεῖρά μου ὑπὸ σοῦ· καὶ ἰδοὺ ὡς χόρτος κατεσθίει. Στίχ. ιαʹ. Ἡ δὲ δύναμις αὐτοῦ ἐπ' ὀμφαλοῦ γαστρός. Αὕτη πρώτη δύναμις κατὰ τοῦ ἀνδρός. Πόρ νον ποιεῖν ἐντεῦθεν ἄρχεται. Τοῦ αὐτοῦ. Ἵνα τὸ θῆλυ σημάνῃ, ἵνα δείξῃ, ὅτι στρατεύεται οὐ μόνον κατὰ τῶν ἐχόντων τὰ σπέρμα τα. Πάνυ δὲ εὐπρεπέστατα ὠνόμασεν ὀσφὺν ἐπὶ ἄῤῥε νος, καὶ ὀμφαλὸν γαστρὸς ἐπὶ γυναικός· Ἰδοὺ δὲ ἡ ἰσχὺς ὀσφὺς αὐτοῦ ἐν ἰσχύϊ· ἡ δὲ δύναμις αὐ τοῦ ἐπ' ὀμφαλοῦ γαστρός. 17.101 Στίχ. κεʹ. Μεριτεύονται δὲ αὐτὸ Φοινίκων ἔθνη. Ἐπεὶ πονηρίᾳ μεγάλῃ διαβάλλονται οἱ Χανα ναῖοι, οἱ καὶ Φοίνικες· διὰ τοῦτό φησι· Μεριοῦνται δὲ αὐτὸν Φοινίκων ἔθνη. Ἕκαστος μέρος τι λαμβάνει ἀπὸ τοῦ δράκοντος, ἐὰν ᾖ τὸ γένος Χαναναῖος καὶ Φοῖνιξ. Στίχ. κ ʹ. Πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγ κωσι βύρσαν μίαν οὐρᾶς αὐτοῦ. Τὰ τελευταῖα τοῦ δράκοντος καὶ τὰ ἔσχατα οὐ δύνανται νεκρῶσαι πάντα ἅμα πλωτά. Οἱ ἄνθρωποι, πλοίοις χρώμενοι τοῖς σώμασιν, οὐ δύνανται ἐνεγκεῖν βύρσαν μίαν οὐρᾶς αὐτοῦ. Αὐτοὶ καθ' ἑαυτοὺς οὐ δύ νανται· θείας δὲ δυνάμεως ἐπισκοπούσης, δυνάμεθα οὐ μόνον βύρσαν μίαν οὐρᾶς αὐτοῦ, ἀλλὰ καὶ ὅλον αὐτὸν κομίσαι, καὶ ὅλον αὐτὸν νεκρῶσαι. Νεκροῦ μεν δὲ ἕκαστος, τὸ ὅσον ἐφ' ἑαυτῷ, τὸν διάβολον, κα τὰ τὸ εἰρημένον παρὰ τῷ Ἀποστόλῳ· Ὁ δὲ Θεὸς συντρίψαι τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. ΚΕΦ. ΜΑʹ. Στίχ. δʹ. Τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ; ∆ιὰ τί οὐκ εἶπε· Τίς ἀποκαλύψει πρόσωπον αὐτοῦ; Τί ποιεῖ ἐνθάδε καὶ ἡ ἔνδυσις; Τίς γὰρ ἀποκαλύψει, φησὶ, πρόσωπον ἐνδύσεως αὐτοῦ; Ἵνα νοηθῇ τὸ λεγόμενον, παραδείγματι χρησώμεθα τῶν περιτιθε μένων προσωπείων, καὶ μὴ φαινομένων τοῦτο ὅ εἰσιν, ἀλλὰ θέλουσι δοκεῖν. Ἀναλαμβάνουσι γὰρ προσωπεῖα, φέρε εἰπεῖν,

About this text

Origen of Alexandria, Enarrationes in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Enarrationes in Job — new OET from PG 17 Greek.

Witnesses

  • Copy-text PG 17 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.