Homilies on Job · §u03-open

Homiliae in Job Unit 3 opening

Unit 3.

Lemma-led open — ἤσκησας , ἀλλ ἵνα φανῇς. Μὴ ἀναφανῶμεν ἄδικοι, μηδὲ ἀσεβεῖς. Τούτων μνημονεύωμεν ἐν τοῖς τ

Greek

ἤσκησας), ἀλλ' ἵνα φανῇς. Μὴ ἀναφανῶμεν ἄδικοι, μηδὲ ἀσεβεῖς. Τούτων μνημονεύωμεν ἐν τοῖς τῶν περισ τάσεων καιροῖς, καὶ δόξωμεν τοῦ Θεοῦ ἀκού ειν παρόντος καὶ λέγοντος ἡμῖν· Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα τοῖς ἀγνο οῦσιν δήλη ἡ σὴ δικαιοσύνη γίνηται; εʹ. Ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν, δόξαν δὲ καὶ τιμὴν ἀμφίασαι. Στεφάνωσαι, ἔνδυσαι δόξαν, ἔνδυσαι τι μὴν, ἔνδυσον εὐπρέπειαν. Ὁ ὑβριστὴς ἐστρα τεύσατο κατὰ σοῦ· σὺ δὲ τὸν ὑπερήφανον ἐταπείνωσας, καὶ μακρὰν μετ' αἰσχύνης ἀ πέστρεψας τὰς αὐτοῦ φάλαγγας. –Ἔλεγξον ἁμαρτωλοὺς, δεικνὺς αὐτοὺς ἁμαρτωλούς· πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, διὰ τοῦ ἐλέγχου τοῦ ἐν σοί. –Οὐκ ἄρα πρὸς ἐπίδειξιν ἢ πρὸς καὶ τὰ ἄλλα πάντα, ἢ καὶ πρὸς θεογνωσίαν. Ὅρα δὲ ὅσον τὸ ταπεινὸν τῆς αὐτοῦ φύσεως ἐλέγχει αὐτὸν, καὶ οὐ λέγει ὅτι ταπεινὸς σὺ, ἀλλ' ὅτι μέγας ἐγὼ, καὶ οὐ δύναται ἅπερ ἐγώ. ιʹ. Ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοί. Ὡς ἀθλητὴς, μάνθανε τὰ περὶ τοῦ δρά κοντος τοῦ ἀνταγωνίστου. –Παρὰ σοὶ οὖν, φησὶ, καὶ παρὰ παντὶ τῷ ὑπομονητικῷ τὰ θηρία ταῦτα ἐξημεροῦται καὶ ὑποτέτακται· ἔστι μέντοι κτλ. κʹ. Ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ, πε ριθήσεις δὲ φορβαίαν περὶ ῥῖνα αὐτοῦ; ∆ύνασαι οὖν, φησὶν, ὦ Ἰὼβ, ποιῆσαι ὅπερ ὁ Μονογενὴς ὕστερον εἰργάσατο; Ὥσπερ γάρ τι δέλεαρ αὐτῷ τὴν οἰκείαν σάρκα προβαλ λόμενος διὰ τῶν οἰκείων ἥλων, ὡς δι' ἀγ κίστρων, ἰχθὺν ἤγρευσεν Λευιαθάν. Οὕτω γὰρ τὸ ἑβραϊκὸν ἔχει, καὶ σημαίνει τὸν δράκοντα. 387 κζʹ. Ἐπιθήσεις δὲ αὐτῷ χεῖρα, μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν σώματι αὐτοῦ [καὶ μηκέτι γινέσθω]; Πόλεμον ἐνταῦθα λέγει τὴν ταραχὴν, τὴν ἀγριότητα, τὸ χρίμψασθαι αὐτοῦ. Πῶς γίνεται, φησί; τοιοῦτόν ἐστι θηρίον ἄγριον καὶ δυνατὸν καὶ ἀπόπληκτον. ∆ύνασαι δὲ αὐτὸν, φησὶ, τῇ σῇ δυνάμει καταδῆσαι; ἢ ὅλως μνησθῆναι καὶ ἐννοῆσαι τὸν μέλλοντα γίνεσθαι ἐν τῷ σώματι αὐτοῦ πόλεμον; Σῶμα δὲ αὐτοῦ δαίμονας λέγει, ὡς αὐτοῦ κεφαλὴ ὄντος· τοῦτον δὲ τὸν πόλεμον ἐνίκησε διὰ τοῦ τροπαίου τοῦ σταυροῦ ὁ Κύριος. –Τὸ δέ· μηκέτι γινέσθω, ἐπειδήπερ ἅπαξ γέγο νεν ὁ σταυρός· ὃς γὰρ ἀπέθανε τῇ ἁμαρτίᾳ, φησὶν, ἀπέθανεν ἐφάπαξ. Κεφ. ΜΑʹ, δʹ. Τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ; Τὸ

About this text

Origen of Alexandria, Homiliae in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Homiliae in Job — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.