Unit 3 rem early
Rem early: Unit 3; lemma and Origen’s theoria.
Greek
πρόσωπον ὃ ἐνεδύσατο, τίς ἱκανὸς ἐλέγξαι; τίς ἱκανὸς ἀποκαλύψαι καὶ δεῖξαι ὅ τι ἔνδον δράκων ἐστί; Καὶ μετ' ὀλίγα. Πρὸς τὴν μνήμην ἀνέ δραμον τῶν ἱερῶν γραμμάτων, τούτῳ θεοπ νεύστῳ βιβλίῳ τοῦ Ἰὼβ ἐγκειμένων, καὶ ὡς ἐν σωματικῇ διαπλάσει τὸ λίαν ἀνειδὲς καὶ ποικίλον κεκρυμμένον τῶν ἐπινοιῶν καὶ τῆς τῶν ἔξωθεν προσωπείων ἀπαλλαγῆς, ἀπο γράφων τοῦ διαβόλου καὶ δαιμόνων ἀρχε κάκου καὶ πονηρῶν. Φησὶ γάρ· Τίς ἀποκαλύ ψει πρόσωπον ἐνδύσεως αὐτοῦ; –Καὶ ἐπεί περ ἔριζε τῆς ἔξωθεν φαινομένης ταύτης ποικιλίας, ὡς ἔκ τινος βάθους τῆς ἀφανοῦς κακίας ἀνίσχουσι, ἐπενήνεκται τοῖς εἰρη μένοις καὶ ταῦτα· Τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ, τουτέστι τίς ἱκανὸς εἰσελ θεῖν εἰς τὰ νοήματα τῆς καρδίας αὐτοῦ, διότι συνεπτυγμένα τυγχάνουσι; ιδʹ, ιεʹ, Οὐ σαλευθήσεται, ἡ καρδία αὐτοῦ 388 πέπηγεν ὡς λίθος, ἕστηκεν δὲ ὥσπερ ἄκ μων ἀνήλατος. Ἀπελιθώθη, φησὶν, ἡ καρδία αὐτοῦ, καὶ οὐκ ἐλαθῆναι δύναται· ἀλλ' ὅλος ἐστὶν ἀπεσ κληκὼς καὶ ἰταμός· οὐκ ἐλαυνόμενος, οὐκ ἀκολουθῶν λόγῳ, οὐκ εἴκει· ὁ δὲ σκληρός ἐστιν, ἀνήλατος, ἀνένδοτος. Καὶ εἴ τις ἀπὸ τοῦ διαβόλου ἀπέσπασε δύναμιν, καὶ τού του δράκοντος αὐτὸς ἔχει τὴν καρδίαν ἀνή λατον καὶ οὐκ ἐλαυνομένην. Εἰ δέ τις χρυσός ἐστιν ἀκολουθῶν τῷ λόγῳ, τῷ χρυσοχοϊκῷ οὗτος εἴκει ἕως ἂν γένηται πέταλον χρυσοῦν, καὶ δέξηται τοὺς τύπους τῶν γραμμάτων τοῦ Θεοῦ, ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας αἰώνων. Ἀμήν. Κεφ. ΜΒʹ, ιʹ. Ἔδωκεν δὲ ὁ Κύριος διπλᾶ ὅσα ἦν ἔμπροσθεν Ἰὼβ εἰς διπλασιασμόν. ιβʹ. Ὁ δὲ Κύριος εὐλόγησε τὰ ἔσχατα Ἰὼβ, ἢ τὰ ἔμπροσθεν· ἦν δὲ τὰ κτήνην αὐ τοῦ, πρόβατα μύρια τετρακισχίλια, κάμη λοι ἐξακισχίλιαι, ζεύγη βοῶν χίλια. ιγʹ. Γεννῶνται δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυ γατέρες τρεῖς. Εἰ πάντα τὰ ὅσα ἦν ἔμπροσθεν τῷ Ἰὼβ, διπλᾶ δέδωκεν ὁ Κύριος, μετὰ τὴν
About this text
Origen of Alexandria, Homiliae in Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Homiliae in Job — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.