Unit 2 rem early
Rem early: Unit 2; lemma and Origen’s theoria.
Greek
προπαρεστήσαμεν, ἡ τοιάδε ψυχὴ τυγχάνῃ, νοητέον <τὰ> κατὰ φύσιν αὐτῆς ἀγαθὰ κόσμον αὐτῆς ὄντα, δι' ὧν ἐθεράπευε τὸ θεῖον, ἐναποκείμενα τοῖς ἀβάτοις αὐτῆς παντί τῳ πλὴν τοῦ ἀρχιερέως λόγου, ἐπιθυμήματα αὐτῆς καλεῖσθαι. ἐπὶ πάντα δὲ ταῦτα ὁ ἐν τῷ παλαίειν κεκρατηκὼς ἐχθρός, θλίψας τὴν οὐ καλῶς ὑπὲρ αὑτῆς στρατευομένην, ἀλλ' ἀξίως ὑπὸ τῆς θείας βοηθείας ἐγκαταλελειμμένην, ἐκτείνας αὑτὸν διὰ τῆς εἰς τὰ μοχθηρὰ δραστηρίου δυνάμεως αὐτοῦ, ἐξέσπασε τοῦ ἡγεμονικοῦ καὶ ἔρημον τῶν καλῶν καταλέλοιπε τὴν ἀποστᾶσαν θεοῦ ψυχήν. καὶ ἔθνη δὲ κατὰ τὸν τόπον ἀλληγορητέον τὸν ὄχλον τῶν κακιῶν, εἰσελθόντα εἰς τὸ δημιουργηθὲν ἡγεμονικὸν ἐπὶ τῷ εἶναι θεοῦ χωρητικὸν καὶ ἀληθὲς ἁγίασμα τοῦ βουλομένου νῷ καθαρῷ ἐπαναπαύεσθαι. ἅπερ ἔθνη ἀπαγορεύει ὁ θεὸς παντελῶς εἰσιέναι εἰς τὴν ἐκκλησίαν · τί γὰρ ἂν ἄλλο κυριώτερον ἀπαγορεύεσθαι νομίζοιμεν ἀπὸ θεοῦ εἰσέρχεσθαι εἰς ψυχὴν ἀριθμουμένην ἐν ἐκκλησίᾳ θεοῦ ἢ τὰ ἔργα καὶ τὸ φρόνημα τῆς σαρκός, ἀληθῶς ἔθνη ἐχθρὰ ὄντα τοῦ θεοῦ; «ἡ γὰρ σὰρξ στρα τεύεται κατὰ τοῦ πνεύματος», «τοῦ φρονήματος τῆς σαρκὸς ἔχθρας οὔσης εἰς θεόν»· «τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται». 28 Ἐστέναζον διὰ λιμὸν καὶ μικρᾶς ἕνεκα βρώσεως ψυχὴν ἐπι στρεφούσης ἐκλείπουσαν παρεῖχον τὰ τιμιώτατα. πῶς δὲ τὰ προρρηθέντα ἐπιθυμήματα παρὰ τῶν πολεμίων ἀπενεχθέντα πα ρεῖχον εἰς ὠνὴν τροφῆς; ἀλλ' «ἐξέτεινε μὲν ὁ ἐχθρὸς ἐπὶ πάντα τὴν χεῖρα», κορεσθεὶς δὲ τῷ λαβεῖν ἅπερ ἤθελε, τὰ λοιπὰ καταλέλοιπεν, ἀνθ' ὧν ἐπρίαντο τὴν τροφήν. 29 Εὐχὴ παρὰ τῆς Ἱερουσαλὴμ τὸ ἴδε, κύριε , τὴν ἐμὴν ἀτιμίαν , ἀπολεσάσης τὸν κόσμον διὰ λιμόν. μήποτε δὲ διάφορα τὰ ἐπιθυ μήματα , προηγουμένως μὲν τὰ προδεδηλωμένα «ἐφ' ἅπερ ὁ ἐχθρὸς ἐξέτεινε τὴν χεῖρα», δεύτερα δὲ τὰ ἑνὸς ἑκάστου τῶν ἀπὸ τοῦ λαοῦ· καὶ τὰ μὲν κοινὰ παρείληφεν, ἀντὶ δὲ τῶν ἰδικῶν ἕκαστος ὠνεῖτο τροφήν. πρὸς δὲ ἀναγωγήν, ὥσπερ Ἠσαῦ ἀπέδοτο τὸ πρωτοτόκια πυρρᾶς ἕνεκα τροφῆς, ἧς ἐπώνυμος γέγονεν (Ἐδὼμ δὲ Ἐρυθρὰ γῆ· καὶ γὰρ ἐγένετο γήϊνος, καταφρονήσας μὲν τῶν πρωτοτοκίων, προη γούμενα δὲ ποιήσας τὰ γήϊνα, ἅπερ Ἰακὼβ ὡς ἀναγκαῖα μετήρχετο δευτέρῳ λόγῳ διὰ τὸ τυγχάνειν ἐν σώματι), οὕτω καὶ Ἱερουσαλήμ. ἀλλ' ὁ μὲν δίδωσι τῷ ἀξίῳ Ἰακὼβ τυχεῖν, ἅπερ εἶχεν ἐπιθυμή ματα , εἰ καὶ μὴ ταῦτα προείλετο· ὁ δὲ λαὸς Ἱερουσαλὴμ δέδωκε μὲν καὶ αὐτὸς ἕνεκα βρώσεως , ἀλλ' οὐχὶ ἁγίου ταύτην κατασκευά σαντος, ἀλλὰ Βαβυλωνίων οἵτινες ἐνυβρίζειν ἔμελλον τοῖς δοθεῖσιν ἐπιθυμήμασιν. ὁ μὲν γὰρ Ἰακὼβ οἶδε κοσμῆσαι τὰ παρὰ Ἠσαῦ, οἱ δὲ Βαβυλώνιοι οὐ χρῶνται τοῖς δοθεῖσιν ἐπ' ἰδίῳ καλῷ. οὕτω καὶ ψυχὴ δι' ἀπορίαν τῶν ἀναγκαίων χρειῶν ἀπορρίπτει τὰ θεῖα μαθή ματα τοῖς κατὰ περιεργίαν βουλομένοις ἐπὶ διαβολῇ καὶ χλεύῃ μαθεῖν. 30 Τὸν ἐπὶ τῇ ἁλώσει δεδήλωκεν ἐμπρησμὸν τῶν ἰσχυροτάτων οἰκο δομημάτων ἁψάμενον ἢ τὴν ἅλωσιν τῶν ὑπερεχόντων ἐν αὐτῇ πολι τῶν, ψυχῇ τε καὶ τοῖς ἐκτὸς οἱονεὶ πυρουμένων ταῖς συμφοραῖς. δηλοῖ καὶ τῶν ὑποβεβηκότων τὴν σύλληψιν τὴν εἰς δουλείαν ὥσπερ ἐν ἄγρᾳ δικτύων , τῶν μὴ καλῶς χρησαμένων τῇ ἐλευθερίᾳ. οὗτοι γάρ, «οὐ τοῖς ἔμπροσθεν ἐπεκτεινόμενοι τῶν ὄπισθεν ἐπελανθά νοντο»· ἀπέστρεφον δὲ ἀπὸ δόξης εἰς ἀτιμίαν, ἀπὸ 6 ἐλευθερίας εἰς δουλείαν, καὶ γεγόνασιν ἀντὶ ἐνδόξων ἠμαυρωμένοι καὶ ἀφανεῖς ἐξ ἀτιμίας καὶ ὕβρεως· δι' ἅπερ εἰς διηνεκῆ πέπτωκε λύπην ἡ πόλις. 31 Ἡ πρόνοια, φησίν, ἐπὶ τοῖς ἐμοῖς ἀσεβήμασιν οὐ κεκοίμηται· θεὸς γὰρ ὥσπερ εἰς χεῖρας λαβὼν αὐτὰ διὰ τῆς ἐξετάσεως τοῖς διὰ τὴν ἀνταπόδοσιν ἐνέπλεξεν ἔργοις. καὶ γέγονέ μοι ταῦτα καθάπερ ἐπὶ τραχήλου ζυγὸς καὶ δουλείαν ἐπέθηκεν· ἣν γὰρ ἐδούλευσα τῷ Ναβουχοδονόσορ δουλείαν, τὰ ἐμά ἐστιν ἀσεβήματα, διόπερ ἄτονος γέγονα παραδοθεῖσα τούτοις ὧν ὑποστῆναι τὴν δεσποτείαν οὐ δύναμαι . Καὶ μετ' ὀλίγα· Ὁ ζυγὸς αὐτοῦ κατὰ τοῦ τραχήλου μου . δείκνυται δὲ διὰ τοῦ παρόντος ῥητοῦ τροπικώτερον δεῖν ἐκλαμβάνεσθαι τὰ ὡς περὶ παθῶν ἡμετέρων λεγόμενα <περὶ> τοῦ θεοῦ. πῶς γὰρ ἂν ἄλλως νοηθείη τὰ τῆς Ἱερουσαλὴμ ἀσεβήματα τῇ τοῦ θεοῦ συμπεπλεγμένα χειρὶ ἢ τροπικῶς; οὐ γὰρ ἄν τις λέγοι καὶ ταῦτα σωματικῶς. πῶς δὲ οὐκ ἄτοπον, τῆς μὲν Ἱερουσαλὴμ πόλεως οὔσης τὸν τράχηλον λαμ βάνεσθαι τροπικῶς, τὰ ὡς θεοῦ δὲ λεγόμενα μέλη μὴ τὸν αὐτὸν ἀκούεσθαι τρόπον; λεγέσθω δὲ τὰ νῦν ὡς ὑπὸ ψυχῆς εἰς ἀσέβειαν ὑπνωσάσης, ἐν τῷ ἀφηνιακέναι μὲν ἀπὸ τοῦ σωτηρίου ζυγοῦ τοῦ ὑγιοῦς λόγου, ὃν ὁ σωτὴρ ὀνομάζει χρηστόν, ὑποδῦναι δὲ τὸν
About this text
Origen of Alexandria, Fragmenta in Lamentationes (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Lamentationes — new OET from PG 13 Greek.
Witnesses
- Copy-text PG 13 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.