Unit 2 rem mid
Rem mid: Unit 2; lemma continues; spiritual reading with the letter.
Greek
τῶν ἀσεβημάτων, δι' ὧν ἠτόνησεν ἀφεθεῖσα τῆς θείας ἐπισκοπῆς καὶ παραδοθεῖσα τῇ βασιλευούσῃ τῶν κακῶν ἁμαρτίᾳ, ἧς τοῖς θελήμασι διὰ τὸ ἀπεριόριστον καὶ ἄπειρον τῆς κακίας οὐ δύναται πάντῃ ὑπουργῆσαι καὶ κόρον αὐτῇ παρασχεῖν. ταπεινοῖ δὲ ὄντως ἡ ἁμαρτία καὶ ἄγχει καὶ κάτω βλέπειν ποιεῖ· ζυγὸς δὲ καὶ τὸ συνειδὸς ἄγχον ἀεὶ καὶ τιτρῶσκον καὶ ἀνανεύειν μὴ συγχωροῦν καὶ πάσης ἀφαιρού μενον παρρησίας. πάρεσιν δέ, φησί, καὶ τῆς ἰσχύος ᾗ μὴ καλῶς ἐχρησάμην ἐποίησε, καὶ λύομαι τὰ συνέχοντά με θεωροῦσα κακά. 32 Οὐκ ἐκ μέσου μου ἐξῆρεν αὐτούς (εἰ γὰρ καὶ ἀπεστερήμην αὐτῶν, ἀλλ' ἐξῆν εἰς ἕτερα καταχρήσασθαι), ἀλλ' ἐν μέσῳ μου πα θεῖν αὐτοὺς κατεδίκασε δι' ἅπερ ἠσέβησα, καὶ πεπόνθασιν οἱ ἐκλεκ τοί μου τὰ χαλεπώτατα, αὐτοῦ τοῦ κυρίου τὸν οἶνον τοῦ θυμοῦ αὐτοῦ ἐν ληνῷ πατήσαντος εἰς πλησμονὴν ἐμοὶ καὶ τῇ παρθένῳ τοῦ βασιλικωτάτου Ἰούδα . λέγοι δ' ἂν ἰσχυροὺς μὲν τοὺς δυνα τοὺς ἐν πολέμῳ καὶ τῆς πατρίδος ὑπερασπίζοντας, ἐκλεκτοὺς δὲ τοὺς εὐγενεῖς ἢ σοφούς. σαφηνίζει δὲ τὸ ληνὸν ἐπάτησεν τὸ περὶ τῆς τῶν ἁμαρτωλῶν τιμωρίας ἐν Ψαλμοῖς εἰρημένον· «ποτήριον ἐν χειρὶ κυρίου, οἴνου ἀκράτου πλῆρες κεράσματος», κλινόμενον ἐκ τοῦδέ τινος τοῦ κολαζομένου ἐπὶ τόνδε τὸν κολαζόμενον, ἕως πίωσι «πάν τες οἱ ἁμαρτωλοὶ τῆς γῆς», τῆς τρυγὸς ὑπολειπομένης τοῖς ἁμαρτω λοτέροις ἔτι τούτων ὑπάρχουσιν, εἰς οὓς τελευταίους «ὁ τρυγίας» ἐκκενωθήσεται. 33 Οὐ χαλεπὸν δὲ ἰδεῖν, πῶς ληνὸν ἐπάτησε κύριος παρθένῳ θυγατρὶ Ἰούδα · ἐπεὶ γὰρ «ἃ σπείρει ἕκαστος, ταῦτα καὶ θερίσει», τάχα δὴ καὶ ἃ γεωργεῖ, ταῦτα καὶ τρυγᾷ. ὁ μὲν οὖν κρείττονα οἶνον ποιήσας εὐφρανθήσεται ἀπὸ τῶν ἰδίων γεννημάτων, ὁ δὲ γεωργήσας «ἄμπελον Σοδόμων καὶ κληματίδα Γομόρρας καὶ καρποφορήσας στα φυλὴν χολῆς καὶ βότρυν πικρίας καὶ θυμὸν ἀσπίδων ἀνίατον, πάν των ὑπὸ κυρίου συναγομένων» εἰς μίαν ληνόν , πατουμένων τῶν κακῶν ἔργων αὐτοῦ καὶ θλιβομένων, τοῖς τοιούτοις ἀκολούθως καρποῖς πίεται ὑπὲρ τοῦ τὴν χολὴν ἐμέσαι καὶ τὴν πικρίαν καὶ τὸν θυμόν. καὶ πίεται, κατὰ μὲν τὸν Ἱερεμίαν εἰς τὸ ἐξεμέσαι, κατὰ δὲ τὸν Ἡσαΐαν εἰς τὸ ἐξεγερθῆναι καὶ ἐνδύσασθαι δόξαν τὴν συγγενῆ· οὐ γὰρ μάτην ληνὸν πατεῖ κύριος , καὶ μάλιστα παρθένῳ θυ γατρὶ Ἰούδα . 34 Ἡ τοίνυν ψυχὴ πολλὰ παρὰ τοῦ κτίσαντος αὐτὴν λαβοῦσα δυ νατά τε καὶ ἐκλεκτὰ χαρίσματα, τούτων διὰ κακίαν ἐστερημένη καὶ τίνουσα δίκας, ὃ πέπονθεν ὁμολογεῖ. ὁ δὲ κληθεὶς εἰς τὸ συντρι βῆναι καιρός ἐστιν ὁ τῆς ἀνταποδόσεως, ὅτε κατὰ τὸν Ἰεζεκιὴλ «οὐ μνησθήσεται πάντων τῶν δικαιωμάτων ὧν πεποίηκεν ὁ δίκαιος ἐν ἡμέρᾳ ἁμαρτίας αὐτοῦ». πενθοῦσα δὲ τὰ συμβεβηκότα ὠφελεῖται, τῶν πενθούντων καὶ κλαιόντων ἐπαγγελίαν ἐχόντων τὴν παράκλησιν καὶ τὸν γέλωτα. 35 Αἴτιον εἶναι τῶν ὀδυρμῶν ἔφη τὸ μὴ εἶναι τὸν ἐπιστρέφοντα τὴν 7 ψυχὴν αὐτῆς, ἤγουν τὸν ἀνακτώμενον κατὰ Σύμμαχον. ἠφανίσθαι δὲ λέγει καὶ τοὺς υἱοὺς δυναμωθέντος τοῦ ἐχθροῦ δι' ὧν ἐξημάρτανον· εὐσεβούντων γὰρ ἡμῶν οὐκ ἰσχύει, ἀσθενεῖ γὰρ προκοπτόντων καὶ νεκροῦται τελειουμένων καὶ ὑπὸ τοὺς πόδας συντρίβεται «λεπτυνόμενος ὡς χνοῦς κατὰ πρόσωπον ἀνέμου, καὶ ὡς πηλὸς πλατειῶν λεπτυνόμενος». ἀναλόγως γὰρ ὧν ἁμαρτάνομεν καὶ τρέφεται καὶ δύναμιν ἴσχει, τοῦ δὲ πλημμελεῖν πεπαυμένων οἱονεὶ λιμῷ διαφθείρεται. ἐκ δὲ τῶν ἐναντίων τὰς θείας δυνάμεις εὖ μὲν πράττοντες ἡμῖν αὐτοῖς ἐνισχύομεν καὶ διώκομεν ἁμαρτάνοντες. διόπερ ὁ Σύμμαχος ἀντὶ τοῦ ἠφανισμένοι ἐξέδωκεν ἔρημοι . λέγοι δ' ἂν ταῦτα ψυχὴ θεωρητικὴ τυγχάνουσα τοῦ λόγου τῆς ἀλη θείας καὶ διὰ ῥᾳθυμίαν τὸν εὐφραίνοντα τοῦτον ἀπολέσασα λόγον καὶ πάντας τοὺς καρπούς, υἱοὺς αὐτῆς χρηματίζοντας, διὰ τὸ κατ' αὐτῆς ἐχθρὰν τὴν κακίαν δεδυναμῶσθαι. 36 Σιών φησι τὸ ὄρος, τὸν δὲ λαὸν Ἰακώβ , τὴν δὲ μητρόπολιν Ἱερουσαλήμ. ἐνετείλατο δὲ ὁ θεὸς τῷ Ἰακὼβ ἐντολὰς δι' ἃς παραβαινομένας ὑπ' ἐχθρῶν ἐκυκλώθη, κατὰ δὲ Σύμμαχον καὶ καθ' ἑτέραν ἔκδοσιν τῶν Ἑβδομήκοντα ἐνετείλατο κύριος κύκλῳ αὐτοῦ γενέσθαι τοὺς θλίβοντας αὐτόν , δηλαδὴ ταῖς εἰς τὸ κακοῦν τεταγμέναις δυνάμεσιν. 37 Τὸ τῆς Ἱερουσαλὴμ δι' ἁμαρτίας ἀκάθαρτον ὡς δι' ἀφέδρου δε δήλωκεν. ἀνὰ μέσον δὲ λέγει ἢ τῆς Σιὼν καὶ τοῦ Ἰακώβ , ἢ ὅλου μὲν τοῦ ὄρους μέση (ἐν μέρει γὰρ αὐτοῦ ᾠκοδόμηται), ὅλου δὲ τοῦ λαοῦ, νῦν τοῦτο σημαίνοντος Ἰακώβ , τὰ δυοκαίδεκα σκῆπτρα. διχῶς δὲ κατὰ λέξιν ἔστι λαβεῖν τὴν Σιὼν καὶ τὴν Ἱερουσαλήμ , ἢ τοὺς τόπους ἢ τοὺς οἰκήτορας. ἀλλ' εἰ μὲν τόπος ἡ Σιών, χεῖρας αὐτῆς τὰ ἔργα, οἷον
About this text
Origen of Alexandria, Fragmenta in Lamentationes (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Lamentationes — new OET from PG 13 Greek.
Witnesses
- Copy-text PG 13 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.