On Pascha · §1.20

For you

That the perfect, having become another than what he was, then receives promises and blessing from God, let us consider. Abram does not receive the promises, but Abraham does. Jacob does not receive the blessings, but Israel does. And Simon does not become the first disciple of the Savior, but Peter does. James and John are sent as apostles when they have become Boanerges, that is, sons of thunder.

Greek

Ὅτ[ι δὲ ὁ] τέλειος ἕτερος παρ' ὃ ἦν γ[εν]όμενος τότε ἐπαγγελίας καὶ εὐλογίας παρὰ τοῦ θ(εο)ῦ λαμβάνει, κατανοήσωμεν. Ἀβρὰμ τὰς ἐπαγγελίας οὐ λαμβάνει ἀλλὰ Ἀβραάμ, καὶ Ἰακὼβ|| τὰς εὐλογίας οὐ λαμβάνει ἀλλὰ Ἰ(σρα)ήλ· καὶ Σίμων πρῶτος μαθητὴς τοῦ σ(ωτῆ)ρ(ο)ς οὐ γίνεται ἀ[λλ]ὰ Πέτρος, Ἰάκωβός τε καὶ Ἰωά[νν]ης ἀπόστολοι πέμπον[ται β]οανεργές, ὅ ἐστιν υἱοὶ β[ροντ]ῆς, γενόμενοι·