Hosea commentary scrap rem close
Rem CLOSEOUT: Hosea commentary scrap CLOSEOUT. SERIES CLOSEOUT.
Greek
σῶμα οἱ πολλοί ἐσμεν· καὶ πάλιν· Εἷς Θεὸς, καὶ εἷς Χριστὸς, καὶ μία πίστις, καὶ ἓν βάπτισμα· καὶ ἀλλαχοῦ· Ὅτι πάντες ἕν ἐσμεν ἐν Χριστῷ Ἰησοῦ· καὶ αὖθις· Ἡρμοσάμην γὰρ ὑμᾶς τοὺς πάντας ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Κυρίῳ. Καὶ ὅτι οἱ εὐαρεστοῦντες τῷ Κυρίῳ ἕν εἰσιν, ἀπὸ τῆς προσευχῆς ἧς ὁ Σωτὴρ εὔχεται πρὸς τὸν Πατέρα περὶ τῶν μαθητῶν αὐτοῦ, ἔστιν ἰδεῖν· Πάτερ γὰρ, φησὶν, ἅγιε, δὸς ἵνα, καθὼς ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ οὗτοι ἐν ἡμῖν ἓν ὦσιν. Ὅταν δὲ καὶ ἀλλήλων μέλη λέγωνται εἶναι οἱ ἅγιοι, τί ἄλλο εἰ μὴ ἓν σῶμά εἰσι; Καὶ ἐν τῷ Ποιμένι δὲ τὴν οἰκοδομὴν τοῦ πύργου διὰ πολλῶν μὲν λίθων οἰκοδομουμένην, ἐξ ἑνὸς δὲ λίθου φαινομένην εἶναι τὴν οἰκοδομὴν, τί ἄλλο ἢ τὴν ἐκ πολλῶν συμφωνίαν καὶ ἑνότητα σημαίνει ἡ Γραφή;
About this text
Origen of Alexandria, Fragmentum ex commentariis in Osee (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmentum ex commentariis in Osee — new OET from PG 13 Greek.
Witnesses
- Copy-text PG 13 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.