Hosea commentary scrap rem mid
Rem mid: Hosea commentary scrap; lemma continues; spiritual reading with the letter.
Greek
ὁμόφρονες εἶναι οἱ πολλοὶ ἕν εἰσι. ∆ιὰ τοῦτο ὅτε περὶ ἀγαθοῦ ἐντολὴ δίδοται, ἑνικῶς αὐτὸ λέγεται τὸ, βρώσει φαγῇ· ὅτε δὲ ἤδη περὶ παραβάσεως διαστέλλεται, οὐχ ἑνικῶς, ἀλλ' ἤδη πληθυντικῶς φησιν· Οὐ φάγεσθε ἀπ' αὐτοῦ· ᾗ δ' ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε. Οὕτως οὖν καὶ ἐνθάδε, ὅτε ἔτι κλαίουσι καὶ δέονται πρὸς Θεὸν, πληθυντικῶς λέγεται τὸ, Ἔκλαυσαν καὶ ἐδεήθησαν· ὅτε δὲ εὑρίσκουσι τὸν Θεὸν, οὐκέτι πληθυντικῶς φησι τὸ, Ἐκεῖ ἐλαλήθη πρὸς αὐτοὺς, ἀλλὰ, πρὸς αὐτόν. Ἤδη γὰρ ἐν γεγόνασιν οἱ πολλοὶ ἐν τῷ εὑρηκέναι τὸν Θεὸν, καὶ ἐν τῷ ἀκούειν λόγον αὐτοῦ. Ὁ γὰρ εἷς, ὅτε ἁμαρτάνει, πολλοστός ἐστιν, ἀποσχιζόμενος ἀπὸ Θεοῦ καὶ μεριζόμενος, καὶ τῆς ἑνότητος ἐκπίπτων· οἱ δὲ πολλοὶ ταῖς ἐντολαῖς ἑπόμενοι ταῖς τοῦ Θεοῦ, εἷς εἰσι· καθὼς καὶ ὁ Ἀπόστολος μαρτυρεῖ, εἰπών· Ὅτι εἷς ἄρτος καὶ ἓν
About this text
Origen of Alexandria, Fragmentum ex commentariis in Osee (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmentum ex commentariis in Osee — new OET from PG 13 Greek.
Witnesses
- Copy-text PG 13 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.