Philocalia · §7

Persons speaking in Scripture (Philoc. 7)

Scripture’s speakers must be kept distinct — the Father, the Son, the Spirit, prophet, apostle — lest we confuse who says what and invent a voice the text never gave.

Greek

1. Τῷ μὴ ἐξειληφότι τὸ ἰδίωμα τῶν προσώπων τῆς γραφῆς, τῶν τε λεγόντων καὶ τῶν πρὸς ἃ ὁ λόγος, πολλὴν παρέχει σύγχυσιν τὰ λεγόμενα, ζητοῦντι τὸ λέγον πρόσωπον ὄ τί ποτέ ἐστι, καὶ τὸ πρὸς ὂ ὁ λόγος ὁποῖον, καὶ πότε τὸ λέγον ἐπαύσατο πρόσωπον· τοῦ πρὸς ὅ ἐστι πολλάκις τηρουμένου, καὶ ἑτέρου πρὸς αὐτὸ λέγοντος· ἢ τοῦ πρὸς δ ὀ λόγος οὐκέτι ἀκούοντος, ἑτέρου δὲ διαδεξαμένου τὰ λεγόμενα, μένοντος τοῦ λέγοντος· ἔστι δʼ ὅτε μεταβάλλει ἀμφότερα, καὶ τὸ λέγον καὶ τὸ πρὸς ὃ ὁ λόγος· ἐπὶ πλεῖον μένοντα ἀμφότερα οὐ σαφῶς δηλοῦται μένοντα. τί δὲ δεῖ παράδειγμα ζητεῖν ἑνὸς ἑκάστου τούτων, πάνυ τῶν προφητικῶν πεπληρωμένων τῆς διαφορᾶς αὐτῶν; ἥτις καὶ αἰτία ἐστὶν οὐχ ἡ τυχοῦσα μὴ διακρινομένη τῆς ἀσαφείας τῶν λεγομένων. ἔστι δὲ καὶ αὕτή συνήθεια τῆς γραφής, τὸ ταχέως μεταπηδᾶν ἀπὸ τοῦ περί τινων λόγου εἰς τὸν περὶ ἑτέρων· καὶ τοῦτο ἀσαφῶς ποιεῖν καὶ ὑποσυγκςχυμένως μάλιστα τούς προφήτας. 2. Ἐν ᾦ ψαλμῷ τὰ…

About this text

Origen’s Philocalia (Greek anthology). SERIES on this page: §§1–27 (sampled bookends).

English follows Robinson 1893 Greek. George Lewis 1911 was not used as wording. Philocalia SERIES CLOSEOUT §§1–27.

Witnesses

  • Copy-text J. A. Robinson, Cambridge 1893 — Greek (Greek · Philocalia §§1–27 SERIES)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.