Do not force broken literal sequence (Philoc. 8)
Where the letter’s sequence is solecistic or will not cohere, do not torture the text into a wooden narrative; seek the sense the Spirit intends without pretending every hitch is history.
Greek
1. Ἐπειδὴ πολλάκις τὰ σολοικοειδῶς εἰρημένα κατὰ τὴν γραφὴν, ὅσα κατά τήν λέξιν, συγχύνει τόν ἐντυγχάνοντα, ὡς ὑπονοεῖν οὐκ ὀρθῶς οὐδὲ ἀκολούθως οὐδὲ ὡς ἔχει γεγράφθαι τὰ ῥητά· ὡς καὶ τολμᾷν τινὰς προφάσει διορθώσεως μετατιθέντας ἀλλοιοῦν τὸν ἐγκείμενον περὶ τὰ δοκοῦντα ἀνακολούθως γεγράφθαι ῥητὰ νοῦν· ἀναγκαίως καὶ ἐνθάδε, τοῦ ὁμοίου ἐμπεσόντος ὅσον κατὰ τήν λέξιν περὶ τὰ προκείμενα ῥητὰ, ἴδωμεν τὸν ἐν αὐτοῖς ἐγκείμενον νοῦν. πληθυντικῶς γὰρ εἰπών· Ἔκλαυσαν καὶ ἐδεήθησάν μου· καὶ πάλιν πληθυντικῶς τὸ ἐξῆς δηλώσας· Ἐν τῷ οἴκῳ Ὤν εὔρωσάν με· τὸ ἑξῆς ἐπὶ ἑνικοῦ ἐπιφέρει λέγων· Καὶ ἐκεῖ ἐλαλήθη πρὸς αὐτόν. τῇ γὰρ λέξει ψιλῇ τις ἐνιδὼν, κατὰ πλάνην δοκῶν γεγράφθαι, ἢ καὶ τὸ τελευταῖον πληθυντικῶς γράψαι, ἢ τὰ προάγοντα εἰς ἐνικὸν μεταθείη. ἀναγνοὺς γάρ· Ἔκλαυσαν καὶ ἐδεήθησάν μου· καί· Ἐν τῷ οἴκῳ Ὤν εὖρωσάν με· εἴποι ἂν ὅτι καὶ τὸ ἑξῆς οὗν ἐστίν· Ἐκεῖ ἐλαλήθη πρὸς αὐτούς· τουτέστι, τοὺς κλαύ…
About this text
Origen’s Philocalia (Greek anthology). SERIES on this page: §§1–27 (sampled bookends).
English follows Robinson 1893 Greek. George Lewis 1911 was not used as wording. Philocalia SERIES CLOSEOUT §§1–27.
Witnesses
- Copy-text J. A. Robinson, Cambridge 1893 — Greek (Greek · Philocalia §§1–27 SERIES)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.