Expositio in Proverbia · §u02-rem-close

Unit 2 rem close

Rem CLOSEOUT: Unit 2 CLOSEOUT.

Greek

τρίτον αὐτῷ προσένειμε. Ὅτι μόνος ὁ σοφὸς πλούσιος καὶ εὐκλεής· ἔστι γὰρ ἐν αὐτῷ κτῆσις πολλῶν καὶ γεννήματα σοφίας· ἃ καὶ σπείρων εἰς τὸ πνεῦμα, θερίζει ζωήν· ἔοικε δὲ διὰ τοῦ ἑαυτῆς λέγειν τὸν πλοῦτον, τοιοῦτόν τι λέγειν, ὅτι Οὐ χρεία σοι δαπάνης, οὐδὲ καινοτομίας, εἰς τὸν πρὸς ἐμὲ ἔρωτα, ἀλλ' ἀρκεῖ τὸ φιλῆσαι μό νον, καὶ ἀνταγαπηθήσῃ. Ἀλλὰ μὴν, καὶ ὃ θαυμαστόν ἐστι, τὸ ἐν πλούτῳ εἶναι δικαιοσύνην, παρ' ἐμοὶ καὶ τοῦτό ἐστι, καὶ τὰ ἄλλα πάντα ἀγαθά. 17.185 Οὐσία οὖσα ἡ τοῦ Θεοῦ σοφία, πρὸ αἰώνων γεγένη ται, καὶ πρὸ κτίσεως ἀΐδιος ἦν· ὅτε δὲ σχέσιν πρὸς τὰ γεννητὰ ἐδέξατο, τότε ἀρχὴ τῶν ὁδῶν τοῦ Θεοῦ γέγονε τῶν ποιητικῶν καὶ προνοητικῶν· σύζυγος οὖν ἡ ἀρχὴ τοῖς κτίσμασιν ὧν γέγονεν ἀρχὴ, τουτ έστιν ἡ πρὸς τὰ γεννητὰ σχέσις· ἡ δὲ σοφία ἀΐδιος, οὐσιωδῶς πρὸ αἰώνων παρὰ τῷ Θεῷ ὑπάρχουσα. Ἀσέβεια μέν ἐστιν ἡ εἰς Θεὸν ἁμαρτία· ἀσεβεῖ δὲ καὶ εἰς τὴν ἑαυτοῦ ψυχὴν ὁ σωρεύων κόλασιν τῇ ἑαυ τοῦ ψυχῇ, τὴν τοῖς ἀσεβέσιν ἡτοιμασμένην· ἀκόλου θον δὲ καὶ τὸ ἀγαπᾷν θάνατον τοὺς σοφίαν μισοῦντας, εἴπερ ἡ σοφία ζωή. Τὴν σοφίαν ἐνταῦθα δισσῶς ἐπιλαβεῖν, τὴν ἐκ Πνεύματος ἁγίου φημὶ ἐν λόγοις καὶ γραφῇ δοθεῖσαν τοῖς θεόφροσιν, δι' ἧς καὶ ἡ ἐπίγνωσις τοῦ Θεοῦ τῷ κόσμῳ ἐγνωρίσθη· ὡσαύτως δὲ καὶ τὸν ἐνυπόστατον Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, τὸν ἐξ οὐκ ὄντα εἰς τὸ εἶναι παραγαγόντα τὰ σύμπαντα τῇ σοφίᾳ αὐτοῦ. Θύματα ἐνταῦθά φησι τοὺς ὅσοι προφῆται τῇ παρ αινέσει Χριστοῦ σφραγισθέντες καὶ σφαγιαζόμενοι, διὰ τὸ κιρνᾷν αὐτοὺς τῷ τῆς γνώσεως κρατῆρι τὴν ὡς οἶνον ἡδὺν ἐπίγνωσιν αὐτοῦ τοῖς ἐχέφροσι· λέγων, Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· καὶ γὰρ αὐτὸς αὐ τοὺς ἐσφαγίασε, καὶ σφαγιάζει, διὰ τὸ παρακελεύειν αὐτὸς τοὺς εἰς αὐτὸν πιστεύοντας ὑπὲρ αὐτοῦ, ὡς αὐτὸς ὑπὲρ ὑμῶν ἀποθνήσκει. Εἰ Παῦλος ὁ ἀπόστολος δοῦλος Χριστοῦ, ὁ δὲ Χρι στὸς σοφία ἐστὶ, Παῦλος γὰρ ὁ ἀπόστολος δοῦλος τῆς σοφίας ἐστίν· ὡσαύτως καὶ ἐπὶ τῶν λοιπῶν ἀποστό λων καὶ προφητῶν τὸν λόγον συνάξομεν, δούλους τῆς σοφίας αὐτοῦ ἀποδείξαντες. Οὐ δεῖ ἁμαρτάνοντας ἐλέγχειν τοὺς κακοὺς, ἀλλὰ περὶ θείου φόβου αὐτοὺς ὑπομιμνήσκειν, ὅστις αὐ τοὺς ἀποστήσει τῆς κακίας· ἢ κακοὺς τοὺς ἀπὸ ἁμαρ τίας ἐπιστρέφοντας, καὶ θέλοντας ἐλθεῖν πρὸς μετά νοιαν· ἀκμὴν δὲ κακοὺς ὄντας καὶ τυφλώττοντας ὑπόμενε· καὶ μὴ καθ' ἒν σφάλμα ἔλεγχε, ἵνα μὴ εἰς μῖσος ἐκ προοιμίων ἔλθωσιν· ὅταν δὲ γένωνται σο φοὶ, καὶ στερεωθῶσιν, ἔλεγχε. Καὶ ὁ Χριστὸς τοὺς μαθητὰς ἔτι νέους ὄντας, οὐκ ἤλεγχε, διὰ τὸ μὴ τοὺς παλαιοὺς ἀσκοὺς εὐθέτους εἶναι πρὸς νέον οἶνον. Ἢ κακοὺς λέγει τοὺς ἄφρονας καὶ μωρούς· ἢ τοὺς πάντη ἀλλοτρίους τῆς θείας διδασκαλίας, οὓς οὐκ ἐλέγχειν, ἀλλὰ νουθετεῖν, δεῖ καὶ διδάσκειν· εἰ δὲ καὶ ἠλέγχοντο Ἀχαὰβ καὶ Ἡρώδης, ἀλλ' ἤδη μετέσχον τοῦ θείου νόμου, εἰ καὶ παρέβησαν· διὸ καὶ τούτους δεῖ ἐλέγχειν. Ἢ ἔοικε ταῦτα πρὸς τοὺς τότε λέγειν, τοὺς νηπιωδεστέρους· ἐπεὶ τίνος ἕνεκεν ἤλεγχεν Ἰω άννης καὶ Παῦλος; –Οὐ δεῖ ἁμαρτάνοντας ἐλέγχειν τοὺς κακούς· ὁ γὰρ εἰς πρόσωπον ἔλεγχος, ἀναισχυν τότερον ποιεῖ τὸν ἁμαρτάνοντα· χρὴ δὲ ἡμᾶς ἐπὶ σοφῶν καὶ δικαίων τοῦτο ποιεῖν· ἀναμεταξὺ μὲν τοῦ ἐλεγχομένου καὶ ἐλέγχοντος, οὐκ ἐπὶ πολλῶν δέ. 17.188 Ὁ παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφερόμενος, ναυαγήσας περὶ τὴν πίστιν, ὡς ὑπ' ἀνέμῳ ἑαυτόν τε καὶ ἄλλους ποιμάνας, ἀπώλεσεν· ἀπέλιπε γὰρ τῶν ἐντολῶν τὰς ὁδοὺς, τοῦ εἰπόντος, Ἐγώ εἰμι ἡ ἄμπε λος, ὑμεῖς τὰ κλήματα, καὶ ὁ Πατήρ μου ὁ γεωργός. –̔Ο μὴ συνάγων σὺν ταῖς ἀρεταῖς τὴν θείαν γνῶσιν, οὗτος οὐ συνάγει τῆς αἰωνίου βασιλείας τὴν ἀθάνα τον εὐκαρπίαν· ἀκαρπία δέ ἐστι κακία καὶ ἄγνοια. Τῶν ὡς ἄρτων ζωτικῶν, θείων λόγων ἡδέως ἅψα σθαι, καὶ τῶν ἐν τῇ κρυπτῇ τοῦ νοῦ θεωρίᾳ θείων νοημάτων. –Ἄρτοι εἰσὶ τῆς ψυχῆς αἱ ἀρεταὶ, αἵτι νες καὶ παρὰ τοῦ Σωτῆρος ἡμῶν προσετάγησαν παρ' ἡμῖν γίνεσθαι· τουτέστι νηστεία, ἐγκράτεια, προσ ευχὴ, καὶ τὰ ὅμοια· κρυφῇ δὲ, πρὸς τὸ μὴ θεαθῆναι αὐτὰ τοῖς ἀνθρώποις. Ἄνδρα, τὸν τοῦ λόγου πτωχεύσαντα· καὶ χεῖρας, τὰς τῆς σοφίας πράξεις. Ὁ νοήμων ὑπὸ τῶν θλίψεων καὶ τῶν συμφορῶν μὴ συγκαιόμενος, γεννήματα δικαιοσύνης φέρει· ὁ δὲ παράνομος, καὶ ὑπὸ τῶν βελτιόνων διαφθείρεται. Παιδείαν ἀνεξέλεγκτον ὀνομάζει τὴν κακὴν τῆς ψυχῆς πολιτείαν, ἥτις καὶ ἀπωλείας καὶ πλάνης αὐτῇ γίνεται πρόξενος· ἡ δὲ ὁδὸς τῆς ζωῆς, οὐ μόνον ἐκ τῆς αἰωνίου, ἀλλὰ καὶ ἐκ πάσης

About this text

Origen of Alexandria, Expositio in Proverbia (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Expositio in Proverbia — new OET from PG 13 Greek.

Witnesses

  • Copy-text PG 13 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.