Expositio in Proverbia Unit 3 opening
Unit 3.
Lemma-led open — κακότητος τοῦ βίου δυσχερείας τοὺς ἀκάκους φυλάσσει· ἀκάκους. δὲ λέγει τοὺς κακῶς ἔκ τινος
Greek
κακότητος τοῦ βίου δυσχερείας τοὺς ἀκάκους φυλάσσει· ἀκάκους. δὲ λέγει τοὺς κακῶς ἔκ τινος ὑπομένοντας, καὶ ἀκακίαν ἀσκοῦν τας ἐν ἀγάπῃ. Ἢ οὕτως. Ἀνεξέλεγκτος, ἡ πρόσχημα μὲν εὐσεβείας ἔχουσα, ἀγύμναστος δὲ οὖσα καὶ ἀνεξέ ταστος· ὁ γὰρ μὴ ἐλεγχόμενος, καὶ φανερῶν καὶ ἑτέροις τὰ φρονήματα καὶ τοὺς διαλογισμοὺς αὐτοῦ, πλανᾶται οἰήσει. Τὸ, καλύπτουσιν, ἀντὶ τοῦ, οὐκ ἐῶσιν ἀνανεῦσαι. Ἢ ἔχθραν τὴν κακίαν λέγει, δι' ἧς ἐχθροὶ γινόμεθα τοῦ Θεοῦ· τὴν δὲ κατὰ τοῦ Θεοῦ καὶ ἀνθρώπων ἔχθραν ἐγγινομένην ἡμῖν ἐν τῇ καρδίᾳ ὑπὸ τοῦ πονηροῦ, αὐ τὴν μὲν ἀποσείονται οἱ δίκαιοι, τοῖς δὲ χείλεσι τὸν Θεὸν ὑμνοῦσιν, ὅταν οὕτως αὐτοῖς ὁ πονηρὸς ὑπο βάλλῃ· Εἰ γὰρ ἐχθροὶ ὄντες, φησὶν ὁ Παῦλος, κατ ηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ· εἰ δὲ ἡ ἔχθρα, κακία ἐστὶν, ἡ φιλία ἀρετὴ καὶ γνῶσις Θεοῦ, δι' ἧς φίλοι γινόμεθα αὐτοῦ καὶ τῶν ἁγίων δυνάμεων· ἐπὶ δὲ τῆς φιλίας ταύτης, οἱ ὄντες αὐτοῦ φίλοι, καὶ ἀλλήλων εἰσὶ φίλοι. Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, φησὶν ὁ ∆αυΐδ· τουτέστιν ὅσα τῷ Θεῷ ἀρεστὰ, καὶ δικαίοις ἁρμόζει, ἐπιθυμεῖν χρὴ, ἵνα δεκτὴ ἡ προσευχὴ ἡμῶν γένηται ἐναντίον τοῦ Θεοῦ· ὁ δὲ ἀσεβὴς, ἀπωλείᾳ αἰωνίᾳ περιφέρεται ἐν τῷ ἐπιθυμεῖν καὶ πράττειν τὰ μὴ Θεῷ φίλα. Εἰ φόβος Κυρίου προστίθησιν ἡμέρας, ἀρχὴ δὲ σο φίας φόβος Κυρίου, αἱ ἡμέραι αὗται, μέρη τῆς σοφίας εἰσὶν ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης γινόμεναι· προ κόπτων γὰρ προστίθησι γνώσεις καὶ φωτισμούς· ὑπὲρ δὲ τοιούτων ἡμερῶν εὔχεται καὶ ∆αυῒδ λέγων· Μὴ 17.189 ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου· ταύτας δὲ τὰς 17.189 ἡμέρας καὶ Ἀβραὰμ πληρώσας ἀπέθανε πρεσβύτε ρος καὶ πλήρης ἡμερῶν· καὶ τὰς θείας ὁράσεις ὡς ἡμέρας προστίθησι Κύριος τοῖς ἐν πίστει φοβουμένοις αὐτόν· τὰ δὲ τῶν ἀσεβῶν ἔτη, ἄσοφα ὁραθέντα καὶ θείας χάριτος ἄνευ, ὠλιγώθησαν. Αἰῶνα τὸν ἀνθρώπου βίον λέγει, ὡς ὁ Παῦλος· Οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω· τὸ γὰρ συμπαρεκτεινόμενον τῇ συστάσει τῆς ζωῆς αὐτοῦ, αἰῶνα ὠνόμασεν· Οὐκ ἐν δώσει γὰρ, φησὶν, ὁ δίκαιος ἁμαρτῆσαι ἐνοχλούμενος ὑπὸ τοῦ πονηροῦ. Οἱ δὲ ἀσεβεῖς ἁμαρτάνοντες οὐ μό νον ἐκπεσοῦνται τῆς βασιλείας, ἀλλὰ τὸ πῦρ καὶ οὐ τὴν γῆν οἰκήσουσιν. Ἀντὶ τοῦ, χάριτος ἀνάπλεώς ἐστιν· εὐσεβοῦς δὲ στόμα νῦν τὸν νοῦν λέγει καὶ τὴν καρδίαν, ὡς διὰ τῶν χειλέων ὑμνοῦσαν τὸν Θεόν· τὸ δὲ λαλοῦν πονηρὰ στόμα τῶν ἀσεβῶν, ἀποστρέφεται ἀπὸ τοῦ Θεοῦ εἰς τὸ εἶναι τῷ πονηρῷ· ὅρα δὲ τί ἀπ' ἐκείνου, τί δὲ ἀπὸ τούτου. Ἔχων γὰρ πρὸς τὰ μέλλοντα τὸν σκοπὸν, τυγχάνει πάντως ὧν προσεδόκησε τελευτήσας ὁ δίκαιος. Ἢ εἰς τὴν ἀνάστασιν ἡμᾶς παραπέμπει· καὶ ἐπὶ τούτου μὲν μένει τὰ ὄντα, καὶ οὐκ ἀφανίζεται· ἐπ' ἐκείνου δὲ καὶ τὰ ὄντα σβέννυται· ἐν γὰρ τῷ παρόντι μόνον αἰῶνι καυχῶνται· περὶ ὧν εἴρηται· Ὧν ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν. Οὐχ ὡς ὑποκειμένου τοῦ εὐσεβοῦς τῇ δίκῃ φησὶ τὸ, Ἀντ' αὐτοῦ παραδίδοται ἀσεβὴς, ἀλλ' ἐπειδὴ ἡ παγίς ἐστιν ἀπὸ τοῦ πονηροῦ κατὰ τοῦ δικαίου, τούτου ῥυο μένου περιπίπτει ταύτῃ ὁ ἀσεβής· ἐξαρπάζεται ὁ εὐσεβὴς ὑπὸ Θεοῦ, ὁ δὲ ἀσεβὴς ἐγκαταλειφθεὶς, περι πίπτει· κατὰ τὸ, Ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. Ἢ ἐπειδὴ ὁ δίκαιος ὑπό κειταί τισιν ὡς ἅνθρωπος ἁμαρτήμασιν, ἐλθὼν ὁ ἀσε βὴς καὶ κακοποιήσας τὸν δίκαιον, τῶν μὲν ἁμαρτιῶν καὶ τῶν κολάσεων τῶν μελλουσῶν ἐῤῥύσατο, εἰς ἑαυ τὸν δὲ τὰς τιμωρίας ἀνεδέξατο. Παραδίδοται δὲ ὑφ' ἑαυτοῦ ὑπὸ τῆς ἰδίας κακίας, ὡς παραδοὺς ἑαυτὸν εἰς ἀδόκιμον νοῦν. Ἤτοι διάκρισις ἡ περὶ τῶν πρακτέων, ἢ μή· ἢ ὥστε τὸν ἑαυτῶν βίον οἰκονομεῖν· κλυδώνιον γάρ ἐστι μέγα καὶ ἀφόρητον· οἱ τοιοῦτοι γὰρ παντὶ ἀνέμῳ περιφερόμενοι ναυαγοῦσι περὶ τὸν βίον ἢ τὴν πίστιν, καὶ ὡς φύλλα δένδρου πίπτουσιν ἀπὸ τοῦ Θεοῦ, οἷς μὴ ὑπάρχει σοφία Θεοῦ· εἰ δὲ ἡ σωτηρία ἐστὶν ἐν βουλῇ, καὶ οὐχ ἁπλῶς βουλῇ, ἀλλὰ καὶ πολλῇ, οὐκ
About this text
Origen of Alexandria, Expositio in Proverbia (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Expositio in Proverbia — new OET from PG 13 Greek.
Witnesses
- Copy-text PG 13 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.