Unit 2 rem mid
Rem mid: Unit 2; lemma continues; spiritual reading with the letter.
Greek
ἐνταῦθα δὲ προσεκτέον τί φησιν ὁ Σολο μῶν περὶ τῆς κακίας· ὅτι οὐκ αὐτὴ τὸν ἄνθρωπον ἐν ἀρχαῖς ἐπὶ τὴν πλατεῖαν ἄγει· οὐδὲ ἀναγκάζει πορεύεσθαι διόδοις οἴκων αὐτῆς, ἢ προσεγγίζειν γω νίᾳ, ἢ λαλεῖν ἐν σκότει ἑσπερινῷ· ἀλλ' ἐὰν ἴδῃ τινὰ ἑαυτὸν ἐπιδιδόντα ταῖς ἡδοναῖς, εὐθὺς συναντᾷ αὐτῷ τὸ εἶδος ἔχουσα πορνικὸν, ἢ ποιεῖ τὰς νέων ἐξίπτασθαι καρδίας. Οἱ μὲν ἐν ταῖς πλατείαις ῥεμβόμενοι, μοιχείας καὶ πορνείας καὶ κλοπῆς λαμβάνουσι λογισμούς· οἱ δὲ ἔξω τούτων ῥεμβόμενοι, τὰς παρὰ φύσιν ἡδονὰς μετέρχονται, ἀρσενοκοιτεῖν ἐπιζητοῦντες, καὶ ἄλλων τινῶν ἀπαγορευομένων πραγμάτων φαντασίας λαμ βάνοντες· ὅρα δὲ μὴ κατηγόρημα εἴη τοῦτο καὶ ἁγίων ἀνδρῶν· καί τις μὴ ἡσυχάζων ἀλλὰ ῥεμβόμε νος, τοῖς κατηγορήμασι κοινωνήσει τῆς ἀτίμου γυ ναικός. Τῶν λογισμῶν, οἱ μὲν καθαροί εἰσιν, οἱ δὲ ἀκά θαρτοι· καὶ τῶν γραμμῶν αἱ μὲν εὐθεῖαι καλοῦνται· αἱ δὲ κεκλασμέναι· γωνία δέ ἐστι κεκλασμένη εὐθεῖα· ἢ γωνία νοητῶς ἐστιν ὁ ἀκάθαρτος λογισμός· τὸ οὖν παρὰ πᾶσαν γωνίαν ἐνεδρεύειν τὴν κακίαν, δηλοῖ τὸ διὰ πάντων τῶν ἀκαθάρτων λογισμῶν αὐτὴν ἐξαπα τᾷν τὴν ψυχήν. ∆ιὰ τῶν κειριῶν καὶ τοῦ κρόκου καὶ τῶν λοιπῶν, τὰ ἀπατηλὰ θεωρήματα, ἢ τὰ διάφορα πάθη σημαί νει. –Ὅρα τὴν κακίαν, οὐκ ἔχουσαν ἀφ' ἑαυτῆς ἀρχὴν, ἀλλ' ἀπὸ τῶν τῆς ἀρετῆς προοιμιαζομένων· τὸ γὰρ κοινωνὸν λαβεῖν θυσίας, ἀγαθόν. Ὅτε δὲ αὐτοῖς κατεπάλαισε, τότε ἐνίησι τὸν ἰὸν, τὰ τοῖς ἐρῶ σιν ἐπιθυμητὰ καταλέγουσα, ἃ πάντα ἱκανὰ κατα γοητεῦσαι, οὐ περὶ τὴν οἰκείαν φύσιν, ἀλλὰ περὶ τὴν τῶν ἀκουόντων ἀφροσύνην· κατὰ δὲ διάνοιαν ἡ κα κία ζητεῖ τὸ πρόσωπον ἡμῶν καταισχῦναι, διὰ τῶν κειριῶν καὶ τῆς κλίνης, καὶ τῶν ἀμφιτάπων, καὶ τοῦ κρόκου, καὶ τοῦ κινναμώμου· ἅπερ κακὰ καὶ διάφορα πάθη σημαίνει ἡδονῶν παρὰ τοῖς ἐφευρεταῖς τῶν κακῶν γινόμενα. Τὸ δι' ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐ τοῦ πάνυ πνευματικῶς ἐνατενίσας τῇ οἰκονομίᾳ ὁ Παῦ λος, ἔσχατον ἐχθρὸν λέγει καταργεῖσθαι τὸν θάνατον· ὃν καὶ ἄνδρα εἶναι τῆς πονηρίας Σολομῶν προδιέ γραψε· τὸν ὡς βαλαντίον ἀργυρίου λαβόντα ἐν τῇ χειρὶ αὑτοῦ τὴν ἀνθρωπότητα, εἰ καὶ αὖθις ἐν τῷ ἁμαρτάνειν οὐ πάρεστι προβλέπειν τὸν τοῦ Θεοῦ φό βον· διότι κήδεται ἀνεχόμενος τοῦ γένους τῶν ἀν θρώπων· ἐπεὶ εἰ μὴ τὸν τοῦ Θεοῦ φόβον προέβλεπε, ῥυζηδὸν πάντας ἂν ἀπώλετο. Τῶν ἐῤῥωδιῶν τρία γένη εἰσὶν, ὅ τε κέμφος, καὶ ὁ 17.184 λευκὸς, καὶ ὁ ἀστερίσκος καλούμενος· τούτων ὁ κέμ φος ἀκρατῶς ἔχων περὶ τὰς μίξεις, χαλεπῶς εὐνάζε ται καὶ ὀχεύει, κράζει τε, καὶ ὀχεύων αἷμα ἀφίησιν ἐκ τῶν ὀφθαλμῶν, καὶ τίκτει φαύλως καὶ ὀδυνηρῶς· ἔοικε δὲ ἡ γραφὴ ἀπὸ τῆς ἱστορίας τοῦ ζώου τούτου, τοὺς πειθομένους τῇ πονηρίᾳ κεμφωμένους καὶ ἐξ ωμοιωμένους τῶν ὀρνέων δι' ἀκολασίαν· ἔστι δὲ καὶ ἄλλο εἶδος κέμφου ἐν τῇ θαλάσσῃ κατ' ἀγέλας ἱπτά μενον ὧδε κἀκεῖσε· ὃ οἱ πλωτῆρες πολυάγκυστρον δελεάσαντες σχοῖνον, ἀγρεύουσι· καὶ οὐ μόνον οὐ φεύγει βλέπων τὰ θηρευθέντα, ἀλλὰ καὶ ἄλλος ἄλλῳ προτρέχει ἀγρευθῆναι· οὕτως ἐοίκασιν οἱ τῇ κακίᾳ προσομιλοῦντες, ἄλλος ἄλλον νικᾷν σπεύδοντες διὰ τῶν ἡδονῶν, ἐπολέθρῳ θανάτῳ ἑαυτοὺς περιπείρουσιν. Καρδίαν ἐνταῦθα τὴν ἀρετὴν εἴρηκε, τὴν ἐπισυμ βαίνουσαν τῇ καρδίᾳ ἢ τὴν ὑπὸ Θεοῦ κτιζομένην τὴν πνευματικήν. Τὴν σοφίαν ἐνταῦθα ὡς γένος ἔλαβε τῆς παιδείας καὶ τῆς γνώσεως· παιδείαν γὰρ καὶ γνῶσιν προτά ξας, ἐπάγει· Κρείσσων γὰρ σοφία λίθων πολυτελῶν, ὡς τῆς παιδείας καὶ τῆς γνώσεως περισχομένης ἐν τῇ σοφίᾳ, ἥπερ διὰ τοῦ Πνεύματος δίδοται, λόγος σοφίας· τὸ δ' αὐτὸ τοῦτο λέγεται καὶ πνεῦμα υἱο θεσίας. Σημειωτέον ὅτι ἀδικίαν καὶ ὕβριν καὶ ὑπερηφα νίαν, τὸν ἄδικον ὑβριστὴν καὶ ὑπερήφανον λέγει, ἀπὸ τῆς χειρίστης ἕξεως ὀνομάζων αὐτόν. Τουτέστι παρ' ἐμοῦ τὸ εὔβουλον καὶ ἀσφαλές· ὅπου γὰρ τοῦτο, κἀκεῖνο· ὁρᾷς πανταχοῦ προτιθέμενα τὰ ἀσώματα τῶν σωματικῶν καὶ κρατοῦντα; Εἶτα εἰπὼν καὶ αὐτὸ τὸ βασιλεύειν δι' αὐτῆς γινόμενον, ἐπήγαγε καὶ ὃ πολλῷ μεῖζόν ἐστι· τοῦτο γὰρ βασιλεύειν, τὸ δύνασθαι δικαίως κεχρῆσθαι τῇ ἀρχῇ, βέλτιον· ἔνιοι δὲ, βασιλεῖς μὲν τοὺς ἁγίους καὶ μεγιστᾶνας· τυ ράννους δὲ, τοὺς ἔτι πολεμοῦντας τὴν σάρκα, καὶ τῶν παθῶν τυραννοῦντας. Μείζω φιλίας εἰσάγει τὴν ἀγάπην ἐνταῦθα, ἡνίκα μὴ κατὰ τοῦ αὐτοῦ τάττεται· ἀμέλει τοῦ Σωτῆρος τῷ Πέτρῳ λέγοντος, Ἀγαπᾷς με; τὸν προσδιαλεγόμε νον εἰδὼς, τὸ ἧττον δίδωσιν ἑαυτῷ, τὸ, Ὅτι φιλῶ σε· τὸ δὲ τρίτον ἀκούσας, Σίμων Ἰωνᾶ, φιλεῖς με; ἐλυ πήθη ὅτι τὸ ἧττον
About this text
Origen of Alexandria, Expositio in Proverbia (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Expositio in Proverbia — new OET from PG 13 Greek.
Witnesses
- Copy-text PG 13 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.