Expositio in Proverbia · §u02-rem-early

Unit 2 rem early

Rem early: Unit 2; lemma and Origen’s theoria.

Greek

τῶν γεγονότων σημαίνει καὶ αὐ τοῦ τοῦ ποιήσαντος, ἥντινα καὶ καθαροὶ καὶ ἀκάθαρ τοι, καὶ σοφοὶ καὶ ἀνόητοι, πρὸς τὴν τῆς ψυχῆς ὑγείαν προσφέρονται· καὶ φαίνεται μέν μοι ὁ κηρὸς, αὐτῶν τῶν πραγμάτων λόγον ἐπέχειν· τὸ δ' ἐναποκεί μενον αὐτῷ μέλι, σύμβολον εἶναι τῆς θεωρίας αὐ τῶν· καὶ ὁ μὲν κηρὸς παρελεύσεται· Ὁ οὐρανὸς γὰρ, φησὶ, καὶ ἡ γῆ παρελεύσεται· τὸ δὲ μέλι οὐ παρ ελεύσεται· οὐδὲ γὰρ οἱ λόγοι παρελεύσονται τοῦ Σω τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· περὶ ὧν λέγει ὁ Σολο μῶν· Κηρία μέλιτος, λόγοι καλοί· γλύκασμα δὲ αὐτῶν, ἴασις ψυχῆς· καὶ ὁ ∆αυῒδ, Ὡς γλυκύτερα, φησὶ, τῷ λάρυγγί μου, τὰ λόγιά σου ὑπὲρ μέλι τῷ στόματί μου· τὸ δὲ ἀποτέλεσμα τοῦ πόνου τῶν ἀρε τῶν καὶ τῆς γνώσεως, πόνον ὠνόμασε· βασιλεῖς δὲ καὶ ἰδιώτας, οὐ τοὺς τὸ διάδημα ἔχοντας, ἢ τοὺς ἐν κοπρίᾳ πένητας λέγει, ἀλλὰ τοὺς πρὸς τὸν Θεὸν τὸν νοῦν σεσοφισμένον καὶ ἐῤῥωμένον ταῖς ἀρεταῖς ἔχον τας, βασιλεῖς λέγει. Ὁ ὕπνος οὗτος μόνῃ πέφυκεν ἐπισυμβαίνειν ψυχῇ λογικῇ· σημαίνει γὰρ ἐνταῦθα [ἄγνοι]αν καὶ ἀγνω σίαν· ὧν ἡ ἀγρυπνία ποιεῖ τινα, ὡς στρουθίον μονάζον ἐπὶ δώματος. Προσεκτέον ἐνταῦθα μήποτε ἄρα διὰ τῶν τοιού των κινημάτων τοῦ σώματος γινώσκωσιν οἱ ἀντικεί μενοι τοὺς αὑτῶν λογισμοὺς ἐν ἡμῖν στρεφομένους· ἐπειδὴ καρδιογνώστην μόνον τὸν Θεὸν πεπιστεύκαμεν εἶναι. Πᾶς ὁ τρώγων τὰς σάρκας τοῦ Χριστοῦ καὶ πίνων τὸ αἷμα αὐτοῦ, κτᾶται αἷμα δίκαιον· οὗ στερι 17.180 σκομένη ψυχὴ λογικὴ, λέγεται ἀποθνήσκειν· Ψυχὴ γὰρ, φησὶν, ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται· εἰ δέ ἐστιν αἷμα δίκαιον, ἔστι δηλονότι καὶ αἷμα ἄδικον· ὅπερ συνάγουσιν ἐν ἑαυτοῖς οἱ κατεσθίοντες τὸ δεδο μένον βρῶμα λαοῖς τοῖς Αἰθίοψι, καὶ τρεφόμενον τῷ ἄρτῳ τοῦ ψεύδους· καὶ οἱ μὲν θύοντες θεοῖς ἀλλο τρίοις, τὸ δίκαιον ἑαυτῶν αἷμα καταναλίσκουσιν· οἱ δὲ ἑαυτοῖς θυσίαν τῷ μόνῳ Θεῷ, τὸ ἄδικον διαφθεί ρουσιν αἷμα· ἀκολουθήσει δὲ πάντως τῇ μὲν φθορᾷ τοῦ ἀδίκου αἵματος· ἀλλὰ τοῦτο μὲν πάντως νῦν πέ φυκε γίνεσθαι, ἀπ' ἀρχῆς δὲ οὐχ οὕτως· οὐ γὰρ κατὰ φθορὰν νόσου ὑγεία τῶν παίδων, μετὰ τῆς ὑγείας ἀπ' ἀρχῆς τικτομένων. ∆ιαβάλλων τὸ ψεῦδος ἀλλήλοις, αὐτοὺς εἰς διακρί σεις φέρει καὶ ἀντιδικίας· ἢ ἀδελφοί εἰσιν οἱ τὸ τῆς υἱοθεσίας ἔχοντες χάρισμα, καὶ ὑπὸ τὸν αὐτὸν ὄντες πατέρα Χριστόν· οὓς χωρίζειν ἐπιχειρεῖ ὁ μάρτυς τῆς ἀδικίας, ταραχὰς ἐν αὐτοῖς ἐμβάλλων καὶ κρί σεις· τὸ δὲ «ἐκκαίει,» ὡς οἶμαι, προστίθεται διὰ τοὺς ἐμπαθεῖς λογισμοὺς, ἀνάπτοντας θυμὸν μὲν, πρὸς ὀργὴν καὶ μῖσος ἐπιθυμίαν δὲ πρὸς αἰσχρὰς ἐργα σίας· τούτους τοὺς λογισμοὺς καὶ ὁ ἅγιος Παῦλος ὠνόμασε τοῦ πονηροῦ βέλη πεπυρωμένα, τιτρώ σκοντα τὴν ψυχὴν, καὶ θάνατον ἐργαζόμενα. Τὴν μητέρα ἐπάγεσθαι προστάσσει, ἥτις ἐστὶν ἡ σοφία γεννῶσα, ἡ μὲν κατὰ Θεόν· καίτοι ἐχρῆν αὐ τὸν εἰπεῖν τὸν πατέρα· οὗτος γὰρ πρὸς τὸ συνεῖναι τῷ υἱῷ μᾶλλον ἐπιτηδειότερος· ἀλλ' ἐπειδὴ οὐ δυνατὸν, αὐτὸν γνῶναι τὸν Θεὸν πρὸ τῆς τῶν γεγονότων θεω ρίας, τούτου χάριν τὴν μητέρα καὶ οὐ τὸν πατέρα προστάσσει ἐπάγεσθαι· ἵνα διὰ τῆς μητρὸς ὁ υἱὸς ἴδῃ τὸν πατέρα· ἐὰν γὰρ αὐτὴ μὴ γεννήσῃ, οὐ βλέπει τὸ φῶς, ὅπερ ἐστὶ γνῶσις αὐτοῦ τοῦ Θεοῦ. Ὅτι ἡ ἐντολὴ τοῦ νόμου λύχνος ἐστὶ καὶ φῶς· καὶ τάχα λύχνος, ἡ Παλαιὰ ∆ιαθήκη ἐστίν· ἐκεῖνος γὰρ ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων· φῶς, ἡ Νέα ∆ιαθήκη· Ἐγὼ γὰρ, φησὶν, εἰμὶ τὸ φῶς τοῦ κόσμου· ἔλεγχος μὲν τῶν κακῶν, παιδεία δὲ τῶν ἀγαθῶν· διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας. Τοσαύτη γάρ ἐστιν ἡ ἡδονὴ τῆς κακίας, ὅση καὶ ἑνὸς ἄρτου. Ἐὰν ἁλῷ ὑπὸ γνώσεως ἀληθοῦς, ἀποθήσεται πᾶ σαν γνῶσιν ψευδῆ, ὁ πρότερον κλέπτων, δι' ἔνδειαν γνώσεως, ἀπὸ τῆς μωρανθείσης ὑπὸ τοῦ Σωτῆρος ἡμῶν γνώσεως καὶ σοφίας· ἀποτίσειν δὲ λέγεται ἑπταπλασίονα, τὸ ἑπτάκις τῆς ἡμέρας αἰνεῖν τὸν Θεόν· καὶ πάντα τὰ ὑπάρχοντα αὐτῷ αἰσθητήρια δοὺς τῷ Θεῷ, ῥύσεται ἑαυτὸν ἐκ τῶν ἡτοιμα σμένων τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ τιμω ριῶν. Πᾶς ὁ κοινωνήσας τῇ κακίᾳ, μοιχός ἐστι τοῦ διαβόλου τοῦ πρώτου γήμαντος τὴν κακίαν, καὶ ἀπ' ἀρχῆς γεγονότος ἀνθρωποκτόνου· καὶ σὺν αὐτῷ ἀπώλειαν τῇ ψυχῇ αὑτοῦ περιποιεῖται. Ἀδελφὴ ἡμῶν σοφία ἐστὶ, διότι ὁ ποιήσας τὴν 17.181 ἀσώματον φύσιν Πατὴρ, καὶ ταύτην πεποίηκεν· σο φίαν δὲ ἐνταῦθα λέγει οὐ τὸν Υἱὸν τοῦ Θεοῦ, ἀλλὰ τὴν θεωρίαν τῶν σωμάτων καὶ ἀσωμάτων, καὶ τῆς ἐν αὐτῇ κρίσεως καὶ προνοίας ἐγκείμενα. Τὴν σάρκα τοῦ ἀνθρώπου θυρίδα ὀνομάζει νῦν· διὰ γὰρ ταύτης ὁ πονηρὸς τὰς ἀπάτας τοῖς ἀνθρώ ποις ἐργάζεται, τοῖς βουλομένοις ὁδεύειν τὴν πλα τείαν ὁδὸν καὶ εὐρύχωρον, καὶ ἀπάγουσαν ἐπὶ τὴν ἀπώλειαν·

About this text

Origen of Alexandria, Expositio in Proverbia (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Expositio in Proverbia — new OET from PG 13 Greek.

Witnesses

  • Copy-text PG 13 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.