Expositio in Proverbia · §u03-rem-mid

Unit 3 rem mid

Rem mid: Unit 3; lemma continues; spiritual reading with the letter.

Greek

τῇ αἰσχρότητι τῶν ἁμαρτιῶν συναποθνήσκοντες, σὺν τῷ πονηρῷ αὐτῶν ἐφευρετῇ πονηρῶς τακήσονται· ὑπὸ δὲ τῶν παριόντων τὴν κακίαν, γνωρίζεται τῆς ἀναμαρτησίας ἡ παιδεία τοῦ ἀκάκου. Ἡσυχία ἐστὶν ἀποχὴ κακίας ἐμπράκτου καὶ ὁρά σεων, ἣν οἱ ἀγαθοὶ ἡσυχάζουσιν· οἱ δὲ τοῦ νοὸς καὶ σώματος ὀφθαλμοὶ τῶν κακῶν, πάντα τὸν χρόνον ἐπι νοοῦνται κακά. Ὁ δὲ συνετὸς οὐκ ἔστιν ἐν ᾅδου τοῦ τῶν ἁμαρτω λῶν· ὁδοὶ ζωῆς, διανοήματα θείων λόγων καὶ ἔργων· ὁ δὲ συνετὸς ἀεὶ ταῦτα ποιεῖ καὶ διδάσκει, ἵνα σὺν τοῖς μαθητιῶσιν ἐκκλίνας ἐκ τοῦ ᾅδου σωθῇ. Οἱ τὰς ἐντολὰς αὐτοῦ μὴ πράττοντες, ἐχθροὶ αὐτοῦ εἰσιν· φίλοι δὲ αὐτοῦ γίνονται ἐπὰν τοῖς δικαίοις προσδράμωσιν, ἐξομολογούμενοι τὰς πράξεις αὑτῶν τὰς πονηράς· ἐξ ὧν ἐναχθέντες ὡς ἐκεῖνοι τὰς ζωοποιοὺς ὁδοὺς πορεύσονται· Παύλου κηρύξαντος, Οἵ ποτε ὄντες ἐχθροὶ, κατηλλάγησαν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ· προσεκτέον ὅτι πάντες οἱ ἐχθροὶ, διὰ τῶν δικαίων φίλοι γίνονται· ἵνα καὶ πᾶσιν εἴπῃ Χριστός· Οὐκέτι ὑμᾶς καλῶ δούλους, ἀλλὰ φίλους. 17.196 Πάλιν κἀκεῖ τῆς σοφίας χρεία, ἵνα ἐξιλάσηται· ἢ ὁ τοὺς περὶ κολάσεως ἐπιστάμενος λόγους ἄγγελος, θυμὸς τοῦ Θεοῦ λέγεται. Ὁ δὲ σοφὸς ἐν θείοις ἔργοις καὶ λόγοις, ὡς ὁμόφρων αὐτῷ ὢν, οὐ πτοηθήσεται αὐτόν. Νοσσιαὶ σοφίας εἰσὶν αἱ Ἐκκλησίαι, ἢ αἱ ἐν τῷ οὐ ρανῷ σκηναί· σοφία δὲ, Ἰησοῦς Χριστὸς, ὁ τοῦ Θεοῦ Υἱός ἐστιν. Νοσσιαὶ δὲ φρονήσεως αἱρετώτεραι ὑπὲρ ἀργύριον, αἱ πρακτικαὶ ἀρεταί· δικαιοσύνη, γνῶσις, σοφία, σωφροσύνη, ἀνδρεία, μακροθυμία, ἀνεξικα κία, ἀοργησία, ἐλεημοσύνη, πίστις σὺν ἐλπίδι καὶ ἀγάπῃ· δι' ἃς ὡς κλίμακος βαθμίδας, εἰς τὰς τῆς σο φίας σκηνὰς εἰσιέναι ἀκώλυτον τοὺς ἀνιέναι καὶ οἰκῆσαι βουλομένους. Παιδείαν λέγει φόβου Θεοῦ, νηστείαν, ἐγκράτειαν, ἀγρυπνίαν, ὕμνον, καὶ τὴν ἐν νόσοις πρὸς δοκιμὴν Θεοῦ ἐπερχομένην ἡμῖν παιδείαν. Ἐλέγχους λέγει τὰς ἐντολὰς τοῦ Θεοῦ· αὗται γὰρ ἡμᾶς ἐλέγχουσιν ἁμαρτάνοντας. Ὁδοὺς ἐνταῦθα τὰς αἰσθήσεις φησίν· ὁ δὲ φυλάσσων αὐτὰς, τηρεῖ ἐκ θανάτου τὴν ἑαυτοῦ ψυχὴν πρὸς ζωήν· ζωὴ γάρ ἐστιν ἡ πάντα ζωοῦσα, καὶ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραγαγοῦσα Τριὰς ἁγία· ὁ δὲ ἀγαπῶν τὴν ζωὴν, καὶ ἀεὶ ζῇν αὐτῇ ἐφιέ μενος, φείσεται στόματος αὑτοῦ ἐκ τῶν μὴ Θεοῦ λό γων καὶ ἔργων, καὶ τῇ γνώσει τοῦ Θεοῦ προσ έξει. Ζωὴ ὁ Θεός ἐστι· τῆς δὲ τρισσοφαοῦς αὐτοζωΐας ἡ πηγὴ, ἡ σοφία καὶ ἡ γνῶσις καὶ αἱ ἀρεταί εἰσιν· ἐξ ἧς πηγῆς οἱ πίνοντες, ἀθανασίας μετέχουσι καὶ ἀει ζωΐας· τοῖς δὲ κεκτημένοις τὴν τοιαύτην πηγὴν, ἔν νοια λόγων ζωῆς ἐστι· ἡ δὲ παιδεία ἀφρόνων, ἡ κα κία ἐστίν· ἡ δὲ ἀνεξέλεγκτος παιδεία, ἡ ἀφροσύνη ἐστίν. Τὴν γνῶσιν ἐπιγνωμοσύνην εἶπε, παρὰ τὸ τὰ πάν τα αὐτὴν ἐπιγινώσκειν τὰ πράγματα· ἡ δὲ καρδία τῶν σοφῶν νοεῖ τὰ ἀπὸ τοῦ ἰδίου στόματος ἔν τε κρί σει σωμάτων καὶ ἀσωμάτων, καὶ ἅπερ αὐτοὶ ποιεῖν διδάσκουσι καὶ πράττουσιν. Λόγους οἱ δαίμονες παρὰ τοῦ διαβόλου μανθάνοντες, ἐπιχειροῦσι τοῖς ἁγίοις, καὶ πειρᾶσθαι χωρίζειν αὐ τοὺς ἐπινοοῦνται ἀπὸ τῆς γνώσεως, ἥτις πέφυκε συν άπτειν αὐτοὺς πρὸς φιλίαν ταῖς ἐπουρανίοις δυνάμε σι· τὸ δ' αὐτὸ τοῦτο καὶ ὁ Σολομῶν ὡς οἶμαι διὰ ταύτης τῆς παροιμίας δεδήλωκε· σκολιὸν μὲν ἄνδρα λέγων τὸν Σατανᾶν· πορευομένους δὲ λαμπτῆρας δόλου τοὺς δι δασκομένους παρ' αὐτοῦ κακοὺς δαίμονάς φησι· φίλους δὲ, τοὺς ἁγίους, τοὺς διὰ τῆς γνώσεως ἁπτομένους τῷ Θεῷ καὶ ἀλλήλοις. Ἀνὴρ παράνομος ὁ διάβολός ἐστιν· ἀποπειρᾶται δὲ φίλους Θεοῦ, καὶ ἀπάγει αὐτοὺς ταῖς πρὸς ἀπώ λειαν ὁδοῖς καὶ οὐκ ἀγαθαῖς· ὅταν δέ τινα τῶν ἁγίων ἀπατήσῃ, στηρίξει νοήματα τοῖς ὀφθαλμοῖς αὑτοῦ, καὶ λογίζεται διεστραμμένα, μή πως σωθῇ μετανοή σας ὃν ἐθήρευσε· κνίζει δὲ τοῖς χείλεσιν αὑτοῦ ἐν τοῖς ὠσὶν ἐκείνου πάντα τὰ κακὰ ἐνθυμήματα, ἀπόγνωσίν τε καὶ πᾶσαν ἡδονὴν ἀκολασίας· οὗτος κάμινός ἐστι 17.197 πάσης κακίας· καὶ φλέγει ἐν αὐτῇ τὰς ψυχὰς τῶν ὀλι σθησομένων· ἀλλὰ ταύτης τῆς καμίνου ἐκτινάσσει τὴν φλόγα Πνεῦμα θεῖον, διασυρίζον σοφίαν δρόσου· πολ λοὶ δὲ ἔτι τῶν κατ' αὐτὴν πονηροὶ ἄνθρωποι, εἰώ θασι μιμεῖσθαι τὸν πατέρα αὑτοῖς διάβολον. Κόλπους ἐνταῦθα τὰς καρδίας εἴρηκε τῶν ἀδίκων· οἶμαι δὲ ὅτι καὶ πανταχοῦ ὁ κόλπος ἢ τὸν νοῦν, ἢ τὴν γνῶσιν σημαίνει· καὶ τοὺς μὲν πονηροὺς ὁ διάβολος ἐγκολπίζεται, τοὺς δὲ δικαίους ὁ Κύριος. Εἰ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι, πᾶς ὁ ἀποστὰς τῆς κακίας διὰ τῆς ἀρετῆς, τῶν δαιμόνων ἀφρόνων ὄντων δεσποτῶν ἐκράτησεν· ὃς καὶ οἶκος μυστηρίων Θεοῦ

About this text

Origen of Alexandria, Expositio in Proverbia (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Expositio in Proverbia — new OET from PG 13 Greek.

Witnesses

  • Copy-text PG 13 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.