Unit 3 rem early
Rem early: Unit 3; lemma and Origen’s theoria.
Greek
ἄρα ἐν σώμασιν ἢ χρήμασιν, οὐδὲ κατὰ φύσιν τις σώζεται· κατὰ τοὺς τὰς φύσεις εἰσάγοντας. Ἐνταῦθα τὴν ψυχὴν ἄντικρυς προεῖπεν σῶμα· καὶ ὁ Χριστὸς δὲ ἐν τοῖς Εὐαγγελίοις, σῶμα τὴν ψυχὴν ὀνομάζει· Ὁ λύχνος, λέγων, τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· λύχνον μὲν εἶπε τὸν νοῦν· αὐτὸς γάρ ἐστι γνώσεως δεκτικός· σῶμα δὲ τὸ θυμικὸν καὶ ἐπι 17.192 θυμητικὸν μέρος τῆς ψυχῆς· ὅπερ τινὲς μὲν, ἄλογον· τινὲς δὲ, παθητικὸν μέρος καλοῦσιν. Ὁ δὲ ἐξ ὧν ἐποίει καὶ διδάσκει ἀγαθῶν, ἐντεῦθεν μὲν γνῶσιν σω μάτων καὶ ἀσωμάτων ἐν τῷ μέλλοντι δὲ βασιλείαν οὐρανῶν, περιποιεῖται ἑαυτῷ καὶ τοῖς μαθητιῶσιν· ἐξολλύει δὲ οὐ μόνον τὸ ἑαυτοῦ σῶμα, ἀλλὰ καὶ τὴν ψυχὴν, σὺν τοῖς πειθομένοις αὐτῷ, τῷ πυρὶ συναπόλ λυσιν. Οὗτος χειρὶ χεῖρας ἐμβάλλει ἀδίκως, ὁ κακῶν γινό μενος πραγμάτων καὶ δογμάτων διδάσκαλος· οὗτος δὲ σπείρει δικαιοσύνην, ὁ περὶ ἀρετῶν καὶ Θεοῦ γνώ σεως προϊέμενος λόγους. Τοῖς εἰς τὰ ἴδια σπείρουσι, καὶ πλείονα ποιοῦσιν, ἀντίκεινται οἱ συνάγοντες καὶ ἐλαττούμενοι· οἱ γὰρ τὰ ἴδια σπείροντες, εἰσὶν οἱ εἰς τὸ πνεῦμα σπείροντες, καὶ ζωὴν θερίζοντες· οἱ δὲ συνάγοντες καὶ ἐλαττού μενοι, εἰσὶν οἱ εἰς τὴν σάρκα σπείροντες, καὶ φθορὰν συνάγοντες ἑαυτοῖς. Σῖτος ὁ θεῖος λόγος, ὂν κατακρύψαντες οἱ Ἰουδαῖοι, κατέλιπον αὐτὸν τοῖς ἔθνεσιν. –Ὅμοιόν ἐστι τούτῳ καὶ τὸ ὑπὸ τοῦ Σωτῆρος ἡμῶν ἐν τοῖς Εὐαγγελίοις λεγόμενον· τὸ, Οὐδεὶς λύχνον ἅψας, τίθησιν αὐ τὸν ὑπὸ τὸν μόδιον, ἀλλ' ὑπὸ τὴν λυχνίαν, τοῦ φαίνειν πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ· ὥσπερ γὰρ ὁ σῖτος τροφή ἐστι τῷ σώματι, οὕτως ἡ θεία γνῶσις τῇ ψυχῇ· ὁ δὲ τὴν τῶν ἀμφοτέρων τροφὴν ἔχων καὶ μὴ παρέχων, ἀλλ' ὑπὲρ τούτων μισθὸν ἀπαιτεῖ τοῖς οὐκ ἔχουσι δοῦναι, ὑπολίποιτο αὐτὸν τοῖς δαίμοσιν. Γράφει δὲ καὶ δημοκατάρατον, ὅτι ὑπὸ τὸν δῆμον τῶν ἀγγέ λων καὶ πάντων τῶν δικαίων ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ἐπικατάρατος ἔσται. Τεκτονική ἐστι κατὰ πνεῦμα ἡ πρακτικὴ τῶν ἀγα θῶν ἀρετῶν ἐργασία· ὁ δὲ τὰ Θεῷ ἐποφειλόμενα πράττων, ζητεῖ θεαρέστους ἄνδρας, δεχομένους τὰς Θεῷ ἐποφειλὰς, ἵνα ὥσπερ αὐτὸς καὶ αὐτοὶ ἐμπο ρεύωνται· τοὺς δὲ μὴ τὰ καλὰ, ἀλλὰ τὰ κακὰ ζητοῦν τας, παρήσεται. Τοῦτο τὸ δένδρον τῆς ζωῆς ἐστι τὸ φυτευθὲν ἐν μέσῳ τοῦ παραδείσου, οὗ ἅψασθαι μετὰ τὴν ἁμαρτίαν ἐκωλύθη ὁ Ἀδὰμ, τὰ σπέρματα τῆς δικαιοσύνης ἀπο βαλὼν, ἀφ' ὧν φύεται τὸ δένδρον τῆς ζωῆς. Μήποτε παρασιωπήσῃς ἀπ' ἐμοῦ, φησὶν ὁ ∆αυῒδ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀνὴρ παράνομος παρασιωπηθήσεται ὑπὸ τοῦ Θεοῦ, τουτέστι μισηθήσεται, καὶ οὐκ ἐλεηθήσεται, ὅταν τὰ γέρα τοῖς τὴν χάριν τῆς ἐνσάρκου οἰκονομίας αὐτοῦ δεξαμένοις, ἀπονέμῃ, καθά φησιν ἐν Εὐαγγελίοις, Καὶ χάριν ἀντὶ χάριτος. Πλοῦτος ἀσεβῶν κακία. Οἱ δὲ δίκαιοι ἐξαναλώσου σιν αὐτοὺς, δηλονότι διὰ τῆς ἀγαθῆς διδασκαλίας· τοίνυν καὶ ἐν τῷ μέλλοντι αἰῶνι ἐπάνω πεντεκαίδεκα πόλεων γενόμενοι· τὴν γὰρ κληροδοσίαν τὴν οὐράνιον ἣν ἤμελλον ἀπολαβεῖν οἱ ἀσεβείᾳ αὑτοὺς ἐκδώσαντες, ταύτην κληρονομήσουσι δίκαιοι, καθὰ καὶ Παῦλός φη 17.193 σιν· Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητόν σου καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας Θεοῦ. Ὁ δὲ ἀγαθὸς κληροδοτῆσαι ποιήσει τοὺς ὡς υἱοὺς πατρὶ πειθομένους αὐτῷ, καὶ τοὺς ἐκείνῳ υἱοθετή σει τὴν τῶν οὐρανῶν βασιλείαν. Ὥσπερ ἀήττητά εἰσι, καθάπερ τὰ ὅπλα τὴν ἀσφά λειαν περιποιεῖ· οὐδὲν γὰρ πονηρὸν ἀντιστήσεται τῇ σοφίᾳ, διότι ὅπλον ἐστὶν ἀκαταμάχητον· μόνην γὰρ πρὸς ταύτην ἀδυνατοῦσιν οἱ δαίμονες· τῷ δὲ ἄφρονι τά τε ὁρατὰ καὶ ἀσώματα πάντα ἐναντία. Οἰκίας ἐνταῦθα τὰ σώματα λέγει· οἰκίαι γάρ εἰσι τῶν ψυχῶν· ὀφείλονται δὲ παρὰ τῶν τὴν θεοσέβειαν εἰδότων καὶ τὴν θεωρητικὴν γνῶσιν, οἱ παράνομοι τὴν θεογνωσίαν μαθεῖν οὐ μόνον, ἀλλὰ καὶ πᾶσαν τῶν ζωοποιῶν ἐντολῶν· ἵνα καθαροὶ γενόμενοι, ἴδωσι τὸν Θεὸν τοῖς νοεροῖς ὀφθαλμοῖς· τοῦτο γάρ ἐστι τὸ μακά ριον τέλος, ὅπερ πάσῃ φύσει λογικῇ τετήρηται· αἱ δὲ οἰκίαι τῶν δικαίων ἕτοιμαί εἰσιν εἰς δοχὴν πάντων, ὡς κελεύει ὁ Κύριος. ∆ιανοήματα νῦν εἶπεν τὰς θείας ὁράσεις καὶ τὰς ἕξεις τῶν ἀρετῶν, ἅσπερ ταῖς ὁδοῖς νοῦ θρασυκαρδίου ἀντέθεικεν· Ἀπὸ γὰρ τοῦ περισσεύματος τῆς καρ δίας λαλεῖ τὰ χείλη, εἶπεν ὁ Κύριος· οὐ γὰρ κακο ποιῆσαι, ἀλλ' ἀγαθοποιῆσαι ὁ ἀγαθὸς ἀνὴρ διανοεῖται· ὁ δὲ θρασυκάρδιος ὡς ἄφρων πράττων καὶ λέγων, ἐμ πλησθήσεται μαστίγων, καὶ πραγμάτων ἀφαιρέσεως, καὶ τέλος τὴν ψυχὴν αὑτοῦ ἀπολέσει. Ἐλέγχους νῦν τὰς ἐντολὰς εἶπεν· αὗται γὰρ ἡμᾶς ἁμαρτάνοντας ἐλέγχουσιν· οἱ δὲ μισοῦντες αὐτὰς, καὶ
About this text
Origen of Alexandria, Expositio in Proverbia (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Expositio in Proverbia — new OET from PG 13 Greek.
Witnesses
- Copy-text PG 13 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.