Unit 3 rem close
Rem CLOSEOUT: Unit 3 CLOSEOUT.
Greek
γενήσεται, κατὰ ἀναλογίαν τῆς κα ταστάσεως, ἑκάστῳ τῶν ἀδελφῶν διδοὺς γνῶσιν πνευ ματικήν· οὕτω καὶ Παῦλος τοὺς μὲν ἐν Κορίνθῳ γα λαποτίζων, τοὺς δὲ ἐν Ἐφέσῳ τρέφων στερεωτέρᾳ τροφῇ, περὶ ὕψους καὶ μήκους καὶ πλάτους καὶ βά θους διαλεγόμενος· καὶ διὰ τούτων τῶν διαστημά των τὴν τῆς λογικῆς φύσεως σημαίνων διαίρεσιν, ἥτις τοὺς περὶ κρίσεως καὶ προνοίας τοῦ Θεοῦ λόγους ἐμπεριέχει, πάνυ βαθυτάτους ὑπάρχοντας, καὶ ἐκ φεύγοντας τὴν ἀνθρωπίνην κατάστασιν. Κάμινοι οἱ πειρασμοί· διὰ γὰρ τῶν πειρασμῶν κα θάρας καὶ ἀκηλιδώτους τὰς καρδίας τῶν ἐκλεκτῶν ὁ Θεὸς ἐκλέγεται. Ὁ αἱρετικὸς ὑπακούει γλώσσης τῆς τῶν ἀθέων δο γμάτων· οἱ δὲ τῆς Ἐκκλησίας, οὐδὲ προσέχουσιν. ∆ιὰ τοῦ ὑπακούειν, τὸ ἑκούσιον δείκνυσιν, ὡς εἰς τὴν τοῦ Θεοῦ σοφὴν διοίκησιν ἐξαμαρτών. –Οὗτος ὑπακούει ταῖς γλώσσαις τῶν παρανόμων, ὁ τοὺς ἀδίκους δεχό μενος παρ' αὐτῶν λογισμοὺς, καὶ σπεύδων ἐνεργεῖν κατ' αὐτούς· οἷς ὁ δίκαιος λέγεται μὴ προσέχειν, ὁρα τῶν τε καὶ ἀοράτων, τουτέστι μὴ ἐπὶ πλέον τρέφειν ἐν ἑαυτῷ. Ὁ πιστὸς, φησὶν, ὄψεται τοὺς λόγους τοῦ κόσμου τούτου, οὕστινας χρήματα τροπικῶς τοῦ νοῦ προσ ηγόρευσεν· ὁ δὲ ἄπιστος οὐδὲ τοῦ τυχόντος πράγματος γνώσεται λόγον, διὰ τὴν ἀκαθαρσίαν τῆς ψυχῆς αὑ τοῦ· ὅτι δὲ πλοῦτος ψυχῆς ἡ γνῶσίς ἐστι τοῦ Θεοῦ, ὁ Παῦλος διδάσκει λέγων τό· Ἐν παντὶ ἐπλουτίσθητε, ἐν πάσῃ γνώσει καὶ πάσῃ σοφίᾳ· εἰ δέ τις βούλοιτο δεῖξαι μὴ ταύτην τὴν ἔννοιαν εἶναι ταύτης τῆς παροι μίας, λεγέτω ποῦ εὐπόρησαν χρημάτων οἱ περιελ θόντες ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασι, κακουχού μενοι, θλιβόμενοι, στενοχωρούμενοι; Πῶς δὲ καὶ ὁ ἄπιστος οὐχ ἕξει ὀβολὸν, πολλῶν ἀπίστων περιβεβλη μένων πλοῦτον πολὺν, λέγω δὲ βασιλέων καὶ ἀρχόν των τοῦ κόσμου τούτου; Χείλη πιστὰ τοὺς ἀγαθοὺς λογισμούς φησιν· ἄφρονι δὲ δεκτοὶ ἔσονται πονηροὶ λογισμοί· τίς γὰρ μετοχὴ δικαιοσύνῃ πρὸς ἀδικίαν; εἰ μή που μετανοήσας δέ ξηται φρόνησίν τε καὶ πίστιν. ∆ιὰ μὲν τῆς δικαιοσύνης, τὴν ἀδικίαν κρύπτομεν· διὰ δὲ τῆς σωφροσύνης, τὴν ἀκολασίαν· καὶ πάλιν διὰ τῆς ἀγάπης, τὸ μῖσος· καὶ διὰ τῆς ἀφιλαργυρίας, τὴν 17.200 πλεονεξίαν· κρύπτομεν δὲ καὶ διὰ τῆς ταπεινοφροσύ νης τὴν ὑπερηφανίαν, καὶ διὰ τὴν πραΰτητα, τὴν θρασύτητα· ζητοῦντες τὴν πνευματικὴν φιλίαν, ἥτις τὴν ἁγίαν γνῶσιν σημαίνει· καὶ παρὰ τῷ Παύλῳ δὲ συμπολῖται τινὲς τῶν ἁγίων λέγονται γεγονέναι, καὶ οἰκεῖοι τῆς ἄνω Ἱερουσαλὴμ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ τῶν προφητῶν. Οἶκον ἐνταῦθά φησι τῆς μὲν ψυχῆς, τὸ σῶμα· τὴν δὲ ψυχὴν πάλιν, οἶκον τοῦ νοῦ· ὁ δ' αὐτὸς πάλιν νοῦς, τῆς ψυχῆς ὀφθαλμὸς λέγεται· ὁ δὲ τὴν ἔνθεον γνῶσιν καὶ σοφίαν μαθὼν, ἑαυτὸν δὲ ἐκδοὺς τῇ κακίᾳ, καὶ ἀντὶ ἀγαθῶν πονηροὺς λόγους ἐκφέρων, πρὸς δὲ τὸ ἐπιστρέψαι καὶ σωθῆναι μὴ βουλόμενος, τοῦ σωματι κοῦ οἴκου οὐκ ἀναχωρήσει ἡ κακία καὶ ἡ πονηρία· ἀλ λὰ μένουσιν ἑδραίως ἐν αὐτῷ, ἵνα τὰ τέλεια κακὰ ἐπέλθῃ, ἐν αὐτῷ ἀκίνητα μένοντα ἐν ἡμέρᾳ ὀργῆς Κυρίου. –Τὸ ἐκ τῆς γῆς παρὰ Κυρίου πλασθὲν ἡμῖν σῶμα, οἶκον ἐνταῦθά φησι· τὸ δὲ, οὐ κινηθήσεται, ἀντὶ τοῦ, οὐκ ἀναχωρήσει ἐκ τοῦ οἴκου αὑτοῦ ὀργὴ καὶ θλίψις, διά τε ἀνθρώπων καὶ δαιμόνων ἐκπεμπόμενα παρὰ Κυρίου, κατὰ τοῦ ἀντὶ ἀγαθῶν κακὰ ἀποδώσαν τος τῷ ἀγαθοποιῷ αὑτοῦ ἀνθρώπῳ. –Εἰ ὁ κακὰ ἀντὶ κακῶν ἀποδιδοὺς παράνομος, πόσῳ μᾶλλον ὁ κακὰ ἀντὶ ἀγαθῶν ἀποδιδοὺς παρανομώτερος; Τοιοῦτος δὲ ἐγένετο κατὰ τὴν ἔρημον ὁ Ἰσραήλ· πρὸς ὃν ὁ Μωϋσῆς ἐν τῷ ∆ευτερονομίῳ φησί· Γενεὰ σκολιὰ καὶ διεστραμμέ νη, ταῦτα Κυρίῳ ἀνταποδίδοτε; Ἐνταῦθα ἀρχὴν, τὴν γνῶσίν φησι· δικαιοσύνη δὲ ἕπεται τῇ γνώσει· ἐκ γὰρ τῆς γνώσεως ἡ δικαιοσύνη τίκτεται· ἔνδεια δέ ἐστι ἄγνοια· στάσις δὲ καὶ μάχη, πᾶσα κακία· προηγεῖται δὲ τῆς ἀγνοίας, ἡ κακία. Τί νος ἕνεκεν πάλιν τῶν πενήτων κατηγορεῖ; Ἀπάγων ἡμᾶς ἀργίας· οὐκ ἄρα ἀπὸ χειροτονίας ἡ ἐξουσία· ὥστε εἰ βούλει μετὰ παῤῥησίας βαδίζειν, δίκαιος ἔσο· προηγεῖται δὲ τῆς ἐνδείας στάσις καὶ μάχη, ἤτοι τοῖς ἀδικοῦσιν ἔνδεια ἀρετῆς. Ὅμοιός ἐστι τούτῳ ὁ λέγων τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν· καὶ τὸ μὲν φῶς, ὀνομάζων σκότος, τὸ δὲ σκότος, φῶς. Χρήματα ἐνταῦθα τὴν σοφίαν καὶ τὴν γνῶσίν φη σιν· ἄφρονι δὲ, ἵνα τί ὑπῆρξεν ἡ τῆς σοφίας καὶ γνώσεως μάθησις; ὡς γὰρ ἄμπελον ἀδύνατον ἐν θα λάσσῃ γενέσθαι, οὕτως ἐν ἄφροσιν ἡ σοφία ἀρετὴν καρπώσασθαι· χρήματα γὰρ ἄφρονός ἐστιν, αἱ περὶ καθ' ἕκαστα αὐτοῦ πράγματα
About this text
Origen of Alexandria, Expositio in Proverbia (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Expositio in Proverbia — new OET from PG 13 Greek.
Witnesses
- Copy-text PG 13 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.