Expositio in Proverbia · §u04-rem-early

Unit 4 rem early

Rem early: Unit 4; lemma and Origen’s theoria.

Greek

θρασύτης, ἀπὸ τοῦ πράου χωρίζουσα τὴν ψυχὴν, τῷ θανάτῳ δίδωσιν. Ὀκνηροὺς εἰς μετάνοιαν καταβαλεῖ οὐ φόβος Θεοῦ, ἀλλ' ὁ τῶν δαιμόνων· διεγείρουσι γὰρ αὐτοὺς εἰς ἀπόγνωσιν· ἢ ὁ τοῦ Κυρίου [φόβος], χωρίζων αὐτοὺς τοῦ ὀκνηροῦ, καὶ διεγείρων αὐτοὺς ἐκ τῆς κακίας δι' ἔργων ἀγαθῶν εἰς μετάνοιαν· ἀνδρόγυνος δέ ἐστι ψυχὴν καὶ σῶμα, ὁ ἐκκεχυμένος, ὁ μαλακὸς, ὁ μήτε διδάσκειν δυνάμενος ἑαυτὸν, μήτε μανθάνειν παρ' ἑτέ ρων βουλόμενος· ἢ τοὺς ὀκνοῦντας πρὸς ἀρετὴν ὁ τῶν κακῶν φόβος προκαταβάλλει, τὸ παραθαῤῥῦνον πρὸς τὸ μέλλον οὐκ ἔχοντας· ἀνὴρ δὲ τὴν προαίρεσιν θῆλυς, οὐχ ἕξει τὴν τρέφουσαν ἀρετήν· πεινάσουσι δὲ, ὅτε ἐξ ἐναντίας ἴδωσι τὴν βασιλείαν, ἐν τῇ βασάνῳ βασανιζόμενοι. Τὸν πλοῦτον τῆς γνώσεως τοῦ Κυρίου, καὶ τὸ ἐνερ γητικὸν τοῦ Λόγου, ἰσχύν φησιν· αὐτὸς γὰρ μόνος γινώσκει τὰ πρῴην, καὶ τὰ ἐνεστῶτα, καὶ τὰ μέλ λοντα· αὐτὸς καὶ ἐνετείλατο εἰπὼν, γενηθήτω φῶς οὐρανὸς, καὶ γῆ, καὶ τὰ ἐν αὐτοῖς, ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρήχθησαν· αὐτὰ δὲ δείκνυσιν αὐτὸν Κύριον καὶ Θεὸν μόνον εἶναι· καὶ διὰ μὲν τοῦ ὀρθοῦ βίου προστρέχουσιν αὐτῷ οἱ δίκαιοι, διὰ δὲ τῆς θεωρίας ὑψοῦνται· ἢ ὅτι ἐκ τῶν κτισμάτων, ἢ τῆς μεγα λοσύνης αὐτῶν, φανερόν ἐστιν ὅτι ὁ Θεὸς παντοδύ ναμος. Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς μὴ λαβόντας μὲν γνῶσιν παρὰ Θεοῦ, διδάσκειν δὲ ἄλλους ἐπιχει ροῦντας· ὁ γὰρ ∆αυΐδ φησι· Τοῦ ἀκοῦσαι μὲν φω νῆς αἰνέσεώς σου, καὶ τότε διηγήσασθαι ἄλλοις τὰ θαυμάσιά σου· καὶ ὁ Σολομῶν φησι· Ἃ εἶδον οἱ ὀφθαλμοί σου, λέγε· πολλοὶ γὰρ καὶ ἀρετῆς μὴ ἀπαρξάμενοι, ἄλλους κατορθῶσαι οὐ μόνον παραινοῦ σιν, ἀλλὰ καὶ βιάζονται καὶ παρακελεύουσιν. Ἄνδρα ἐνταῦθα τὸν Θεόν φησι· τὸν γὰρ θυμὸν αὐ τοῦ τὸν ἐν τῇ κρίσει καταπραΰνει ἐφ' ἑαυτὸν, ὁ θερα πεύσας αὐτὸν ἐν ταῖς ἐντολαῖς αὐτοῦ· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν αἰσθητῶν· ὥσπερ δὲ ὁ Κύριος ἡμῶν πάρ δαλις ἀπορουμένη λέγεται γίνεσθαι πρὸς τοὺς πλημ μελοῦντας, καὶ πέτρα σκανδάλου πρὸς τοὺς ἀπι στοῦντας, οὕτω καὶ ὀλιγόψυχος ἐπὶ τοῖς ἁμαρτά νουσι· δύναται δὲ ὀλιγόψυχον λέγειν καὶ τὸν πονηρὸν, καὶ πάντα δαίμονα ἀρετῆς ἐκπεπτωκότα καὶ γνώ σεως. 17.205 Τὸν βίον τὸν ὀρθὸν τοίνυν εἶπεν δόμα ἀνθρώπου, ὅστις αὐτὸν πλατύνει καὶ παρέχει τοῦ πληρώματος ἄξιον τοῦ Θεοῦ· ὅπερ καθέδραν δυναστῶν ὀνομάζει, ἤγουν τῶν ἁγίων δυνάμεων· νοῦ γὰρ καθέδρα ἐστὶν ἕξις ἀρίστη, δυσκίνητον ἢ ἀκίνητον διατηροῦσα τὸν καθεζόμενον. Ἄνοιαν παύει γνῶσις· αὕτη γάρ ἐστιν ὁ κλῆρος τῆς φύσεως τῆς λογικῆς· καὶ ἐν δυνάσταις ὁρίζει γί νεσθαί τι, καὶ ποιοῦσι· τῷ γὰρ γνῶσιν ἔχοντι θείαν, κλίνονται πάντες· ἢ ἀντιλογίας ἐνταῦθα τοὺς ἐκ τῶν δαιμόνων καθ' ἡμῶν ἐγειρομένους λογισμούς φησι, τοὺς τῇ ἀρετῇ ἀντιπάλους, καὶ τοῦ Θεοῦ χωρίσαι ἡμᾶς σπεύδοντας· παύει δὲ ταύτας ἀφ' ἡμῶν ὁ τῆς γνώ σεως κλῆρος, καὶ τοὺς δυνάστας δαίμονας ὁρίζει ἀνα χωρεῖν, ὡς κεκληρωμένος τῷ Θεῷ, ἐξ αὐτοῦ τε καὶ ἄλλων ὡς θείαν γνῶσιν ἔχων. Ἢ τὴν ψυχὴν λέγει, ζωῆς καὶ θανάτου δεκτικὴν, ἀφ' ὧν τὸ αὐτεξούσιον δείκνυται τῶν νῦν τε καὶ τῶν μελλόντων τοὺς καρποὺς αὐτῆς ἀπολαῦσαι καλῶν τε ἢ κακῶν. Ὃς εὗρε σοφίαν ἀγαθὴν, εὗρε χάριτας Θεοῦ· –Ὁ κατέχων κακίαν, ἄφρων καὶ ἀσεβὴς, ὡς ἐφευρετὴς αὐτῆς διάβολος. Πλοῦτος γνώσεως καὶ σοφίας προστίθησιν ἡμῖν ἀγ γέλους πολλούς· ὁ δὲ ἀκάθαρτος, ὃν πένητά φησι, καὶ ἀπὸ τοῦ δοθέντος αὐτῷ ἐκ παιδὸς ἀγγέλου χωρίζεται· ἡ γὰρ πνευματικὴ φιλία, ἀρετή ἐστι καὶ γνῶσις Θεοῦ, δι' ὧν συναπτόμεθα πρὸς φιλίαν ταῖς ἁγίαις δυ νάμεσιν· εἴγε οἱ μετανοοῦντες ἄνθρωποι, χαρᾶς αἴ τιοι γίνονται τοῖς ἀγγέλοις· οὕτω καὶ ὁ Σωτὴρ φίλους καλεῖ, τοὺς δούλους ποτὲ, τῆς μείζονος αὐτοῦ θεωρίας καταξιώσας· οὕτω καὶ Ἀβραὰμ πλουτίσας ἐν γνώσει, τὴν μυστικὴν ἐκείνην παρατίθησι τράπεζαν τοῖς κατὰ τὴν μεσημβρίαν φανεῖσι φίλοις αὐτοῦ· Σαοὺλ δὲ καὶ ἀπὸ τοῦ ὑπάρχοντος φίλου διὰ τὴν κακίαν χωρίζεται· γέγραπται γάρ· Καὶ ἀπέστη πνεῦμα Κυρίου ἀπὸ Σαούλ· καὶ πνεῦμα πονηρὸν παρὰ Κυρίου ἔπνιγε τὸν Σαούλ· καὶ πνεῦμα Κυρίου λέγων τὸν ἄγγελον· Ὁ ποιῶν, γὰρ, φησὶ, τοὺς ἀγγέλους αὐτοῦ πνεύ ματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον· ὅτι δὲ ἄγγελοι τοὺς ἀνθρώπους ἐμπεπίστευνται, δι δάσκει ἐν τοῖς Εὐαγγελίοις ὁ Κύριος, Ὁρᾶτε, λέγων, μὴ καταφρονῆτε ἑνὸς τῶν μικρῶν τούτων, ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς· καὶ πάλιν ὁ Ἰα κώβ· Ὁ ἄγγελός σου ὁ ῥυόμενός με ἀπὸ πάντων τῶν κακῶν. Ὅσοι τοὺς περὶ κρίσεως καὶ προνοίας ἀγνοοῦντες λόγους, τὸν δημιουργὸν βλασφημοῦσι, μάρτυρές εἰσι ψευδεῖς·

About this text

Origen of Alexandria, Expositio in Proverbia (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Expositio in Proverbia — new OET from PG 13 Greek.

Witnesses

  • Copy-text PG 13 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.