Expositio in Proverbia Unit 4 opening
Unit 4.
Lemma-led open — ἀφροσύναι· διὰ ταύτας γὰρ καὶ ἀκάρδιος γεγονὼς, κτήσασθαι σοφίαν ἀδυνα τεῖ. –Ἐν παντὶ πράγ
Greek
ἀφροσύναι· διὰ ταύτας γὰρ καὶ ἀκάρδιος γεγονὼς, κτήσασθαι σοφίαν ἀδυνα τεῖ. –Ἐν παντὶ πράγματι, πᾶς ὁ ὑψῶν ἑαυτὸν τα πεινωθήσεται· ὅτι Κύριος ὑπερηφάνοις ἀντιτάσσεται· ὁ δὲ σκολιάζων τοῦ μαθεῖν τὰ πράγματα τοῦ Θεοῦ, ἐμπεσεῖται εἰς κακὰ περὶ τὴν κρίσιν. Ἐνταῦθα φίλον τὸν Χριστόν φησιν, ὃς διὰ τὴν πρὸς ἄνθρωπον φιλίαν, ἄνθρωπος γέγονεν. Οὐκέτι γὰρ λέγω ὑμᾶς δούλους, εἶπεν τοῖς μαθηταῖς, ἀλλὰ φίλους· ἐν παντὶ δὲ καιρῷ ὁ Χριστὸς συνυπαρχέτω σοι φίλος εἰ δὲ οἱ τοῦ Χριστοῦ υἱοὶ, ἀλλήλων εἰσὶ φίλοι· οἱ ἄγ γελοι καὶ οἱ δίκαιοι ἄνθρωποι, ἀλλήλων εἰσὶν ἀδελ 17.201 φοὶ, τῷ τῆς υἱοθεσίας γεννώμενοι πνεύματι· τούτου γὰρ χάριν καὶ γεννῶνται ὑπὸ τῆς σοφίας, ἵνα ἀνθρώ πους ὁδηγήσωσιν ἀπὸ κακίας εἰς ἀρετὴν, καὶ ἀπὸ ἀγνωσίας εἰς ἐπίγνωσιν Θεοῦ. Οὗτός ἐστιν εὐμετάβολος, ὁ ῥᾳδίως ἀπὸ ἀρετῆς ἐπὶ κακίαν μεταβαλλόμενος, τοῖς πονηροῖς λογισμοῖς συν απαχθείς. Πατέρα ἐνταῦθα τὸν Θεόν φησι· μητέρα, τὴν φι λανθρωπίαν αὐτοῦ· ἣ καὶ πεποίηκεν αὐτὸν σαρκω θῆναι, καὶ πάθη ὑπομεῖναι δι' ἡμᾶς· ὁ δὲ Θεὸς καὶ Πατὴρ ἡμῶν, οὐκ εὐφραίνεται ἐπὶ υἱῷ υἱοθετηθέντι μὲν, μὴ πεπαιδευμένῳ δὲ τὴν τοῦ Θεοῦ σοφίαν καὶ γνῶσιν, ἀλλὰ κακίᾳ καὶ πονηρίᾳ ἑαυτὸν ἐκδόντι· υἱὸς δὲ φρόνιμος εὐφραίνει τὴν μητέρα αὐτοῦ, τὴν τοῦ Θεοῦ φιλανθρωπίαν· ἣ καὶ προσάγει ἡμᾶς αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ, ὡς υἱοὺς ἀπογαλακτισθέντας, καὶ τῆς πνευματικῆς στερεᾶς τροφῆς ἐφιεμένους· ἵν' ὡς καθ' ὁμοιότητα ἀδελφὸς ἡμῖν γεγονὼς ὁ Υἱὸς αὐ τοῦ Ἰησοῦς Χριστὸς, οὕτως καὶ ἡμεῖς πράξει καὶ λόγῳ πολιτευώμεθα· ἔστι δὲ μήτηρ ἡμῶν καὶ ἡ Ἐκκλησία, ἣν τῷ Πνεύματι τῷ ἁγίῳ ἑαυτῷ ὁ Θεὸς καὶ Πατὴρ ἡρμόσατο εἰς γυναῖκα· τίκτει γὰρ ἀεὶ δι' αὐτῆς ἑαυ τῷ υἱοὺς καὶ θυγατέρας· καὶ ἐπὶ μὲν τοῖς πεπαιδευ μένοις τὴν τοῦ Θεοῦ γνῶσιν καὶ σοφίαν, εὐφραίνεται καὶ ὁ Πατὴρ ἡμῶν Θεὸς, καὶ ἡ μήτηρ ἡ Ἐκκλησία· ἐπὶ δὲ τοῖς ἀπαιδεύτοις, πάνυ μὲν κήδεται καὶ λυπεῖ ται, ὡς μὴ θελόντων ἡμῶν ἐπιστρέψαι καὶ σωθῆναι, ἀλλὰ τῇ κακίᾳ προσμένειν. Πρόσωπον ἐνταῦθα τὴν θεωρίαν φησί· θεωρία γὰρ νοημάτων συνετοῦ ἀνδρὸς, σοφία καὶ γνῶσις καὶ δι καιοσύνη· οἱ δὲ νοεροὶ ὀφθαλμοὶ τοῦ ἄφρονος, καὶ ἐν σώματι ἐν ἄκρᾳ κακίας καὶ πονηρίας. Ὀργὴ τῷ ἄφρονι υἱῷ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἐκπέμπεται ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως· τῇ δὲ Ἐκκλη σίᾳ τῇ γεννησαμένῃ τῷ Πνεύματι, καὶ τῇ τῶν ἁγίων χορείᾳ, ὀδύνη τότε πάντως ἔσται ἐπὶ τῇ ἀπωλείᾳ τοῦ ἄφρονος υἱοῦ· καὶ ὅτι ὁ μὲν φρόνιμος υἱὸς καὶ τεκοῦσαν ἔχει καὶ μητέρα· ὁ δὲ ἄφρων μόνην τεκοῦσαν· ἡ γὰρ μήτηρ καὶ τεκοῦσα· ἡ δὲ τεκοῦσα, οὐ πάντως ἔσται καὶ μήτηρ· ἐὰν γὰρ ἀποθάνῃ τὸ τεχθὲν ἐν κακίᾳ καὶ ἀγνωσίᾳ, τεκοῦσα μὲν ἔστι, μήτηρ δὲ οὐκ ἔστι· διότι μηδὲ τοῦ τῆς υἱοθεσίας μετέσχηκε Πνεύματος τὸ τεχθέν· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν αἰσθητῶν μητέρων νοηθήσεται, καὶ ἐπὶ τοῦ θανάτου τοῦ αἰσθητοῦ· τὴν γὰρ μητέρα ἐροῦμεν καὶ τεκοῦσαν· οὐκέτι δὲ μητέρα τοῦ παιδὸς ἀποθανόντος. Πλημμελεῖ τις, τοῦ δικαίου τὸ δίκαιον ἀφαιρῶν, ἢ διαστρέφων αὐτοῦ πρὸς ἀδικίαν τοὺς μαθητὰς, ἁμαρτάνει· κτῆσιν γὰρ αὐτοὺς ἔχων, ἐζημίωται· οὐ γὰρ ζητοῦσι τὰ ἡμῶν, ἀλλ' ἡμᾶς· δυνάστας δὲ λέγει τοὺς ἐν Χριστῷ βασιλεύοντας. Ὁ ἀγόμενος τῇ τῶν δαιμόνων ἀφροσύνῃ, οὐ χρείαν ἔχει σοφίας Θεοῦ ἢ γνώσεως· διότι ἠγάπησε μᾶλλον 17.204 τὸ σκότος ἢ τὸ φῶς· κἂν ἀφροσύνῃ χαίρει, οἴεται μὴ χρείαν ἔχειν σοφίας. Ὥσπερ τὸ ὕδωρ ζωογονεῖ τὰ φυτὰ, οὕτως ταῖς ἀρεταῖς ἀνδρὸς ἐστομωμένου λόγος ἀναψύχει, καὶ πρὸς Θεὸν πτεροῖ τοὺς ἐθέλοντας σοφισθῆναι· ποταμὸν δὲ ἀναπηδῶντά φησι, τὴν ἀνεκδιήγητον τῶν χαρίτων σο φίαν τοῦ παναγίου Πνεύματος, τὴν ἀείῤῥυτον σοφίαν τῆς τρισσοφαοῦς ἑνιαίας Θεότητος. Ὁ τὴν ὑπάρχουσαν τῷ διαβόλῳ κακίαν ἀποδεχό μενος, καὶ κατ' αὐτὴν ἐνεργῶν θεωρίᾳ καὶ λόγῳ, οὗ τος θαυμάζει τὸ πρόσωπον τοῦ ἀσεβοῦς· τὸ δίκαιον δὲ ἐν κρίσει, ἐν λόγῳ τε σωμάτων, οὐ καλὸν ἐκκλῖναι ὅσιον. Ἡ
About this text
Origen of Alexandria, Expositio in Proverbia (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Expositio in Proverbia — new OET from PG 13 Greek.
Witnesses
- Copy-text PG 13 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.